224
οὖν ἑτεροτρόπως. δυοῖν γὰρ ἑκάτερον πᾶσα ἀνάγκη· εἰ ὦπται ἐν σαρκί, καὶ περιγράφεται ἐν σαρκί, ἐπείπερ σύστοιχον καὶ ἀλληλαίτιον ἑκάτερον ἑκατέρου. εἰ οὖν μὴ τὸ δεύτερον ἄληθες, οὐδ' ἄρα τὸ πρῶτον· ἀλλὰ μὴν τὸ πρῶτον ἄληθες, οὐκοῦν καὶ τὸ δεύτερον. οὕτω καὶ κατὰ τὰ θεῖα λόγια καὶ κατὰ κοινὸν συλλογισμὸν ἠλίθιον τὸ μὴ ὁμολογεῖν θεὸν ἐγγράφεσθαι ἐν σαρκί, εἴπερ ὦπται ἐν σαρκί. ἐπεὶ καὶ ἑτέρωθι ὁ γεννάδας φησίν· "4ἤκουσα ὅτι καὶ τὸν ἀκατάληπτον υἱὸν τοῦ θεοῦ τινες γράφειν ἐπαγγέλλονται· φρῖξαί ἐστι τὸ ἀκοῦσαι"5. τίς γοῦν νοῦν ἔχων οὐκ ἐγγελάσειεν τὸν ματαιόφρονα; οὔ τί που ἀνέγνω ὅτι συνέλαβον τὸν Ἰησοῦν, καὶ ἔδησαν αὐτόν, καὶ ἀπήγαγον αὐτὸν πρὸς Ἄνναν πρῶτον τὸν ἀρχιερέα; καὶ ἑτέρωθι πάλιν· ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν αὐτὸ ἐν ὀθονίοις μετὰ τῶν ἀρωμάτων; οὐχ ὁμολογεῖ θεὸν τὸν Ἰησοῦν; εἰ θεὸς οὖν, πῶς ὁ ἀκατάληπτος ἐλήφθη καὶ ἐδέθη; ἢ δῆλον ὅτι ἐν σαρκί, καθὰ εἱρμολόγησεν ὁ πάνσοφος Παῦλος; σιγάτω οὖν λυττῶν κατὰ Χριστοῦ καὶ οὗτος ὁ πλάνος. ἐὰν δέ που ἀκούσειεν ὅτι καὶ ἐσθιόμενον ἔχομεν θεόν, τάχα ἂν οὐ μόνον φρίξοι, ἀλλὰ καὶ διαρρηχθείη, μὴ φέρων τὸ ἄκουσμα. ἀλλὰ τί φησιν ὁ Χριστός; καὶ ὁ τρώγων με κἀκεῖνος ζήσεται δι' ἐμέ· οὐκ ἂν δὲ ἄλλως βρωθείη, εἰ μὴ ἐν σαρκί. καὶ γὰρ ὁ Χριστός, θεὸς ὁμοῦ καὶ ἄνθρωπος τέλειος ὑπάρχων, ὁπόταν καθ' ἑκάτερον τῶν ἐξ ὧν συνετέθη φύσεων ὀνομάζοιτο, καὶ καθ' ἕτερον κυρίως νοούμενος λέγοιτο, οὐ τῆς θατέρου ἰδιότητος ἐν τῷ μοναδικῷ τῆς ὑποστάσεως μειουμένης ἢ συμφυρομένης. καὶ μάρτυς τοῦ λόγου αὐτὸς ὁ θεὸς καὶ λόγος, πῇ μὲν λέγων, τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; (καίτοι γε ὁ λέγων καὶ θεὸς ἀθάνατος ἦν), πῇ δὲ φάσκων, ὑμεῖς λέγετε ὅτι βλασφημεῖς, ὅτι εἶπον· υἱὸς τοῦ θεοῦ εἰμι· καὶ μὴν ὁ εἰπὼν καὶ υἱὸς ἀνθρώπου ἦν. οὕτω τὸ πεφυκὸς ἑκατέρου ὀνόματος θατέρᾳ φύσει ἀπονέμοντες οὔ τί που διασφαλλόμεθα. Ἐπεὶ δὲ καὶ τοῦδε τέλος εἴληφεν ἡ φωνή, τίς ἡ τοῦ Θεοδότου; "4τὰς τῶν ἁγίων εἰδέας οὐκ ἐν εἰκόσιν ἐξ ὑλικῶν χρωμάτων ἀναμορφοῦν παρειλήφαμεν, ἀλλὰ τὰς τούτων ἀρετὰς διὰ τῶν ἐν γραφαῖς περὶ αὐτῶν δηλουμένων οἷόν τινας ἐμψύχους εἰκόνας ἀναμάττεσθαι δεδιδάγμεθα, ἐκ τούτου πρὸς τὸν ὅμοιον αὐτοῖς διεγειρόμενοι ζῆλον· ἐπεὶ εἰπάτωσαν οἱ τὰς τοιάσδε ἀναστηλοῦντες μορφάς, ποίας ἆρα ἐκ τούτων καταπολαύοιεν ὠφελείας ἢ ἐν ποίᾳ διὰ τῆς τούτων ἀναμνήσεως ἀνάγονται πνευματικῇ θεωρίᾳ. ἀλλ' εὔδηλον ὡς ματαία ἡ τοιαύτη ἐπίνοια καὶ διαβολικῆς μεθοδείας εὕρεμα"5. εὐθὺς ἡ βαλβὶς τοῦ λόγου οὐ νεμεσητή, εἰ καὶ τῶν ἐφεξῆς ἀτόπων κατασκευαστική, ἐπεὶ καὶ πολλοὶ τῶν ἱερῶν διδασκάλων τῆς εἰκονικῆς θέας τὴν διὰ λόγου ἱστορίαν προὐργιαιτέραν τίθενται, οὐ διαβάλλοντες τὴν θατέραν, ἕτεροι δὲ τὸ ἔμπαλιν. ἔχοι δὲ τὸ ἴσον, καθά φησιν ὁ Μέγας Βασίλειος· ἃ γὰρ ὁ λόγος τῆς ἱστορίας δι' ἀκοῆς παρίστησι, ταῦτα γραφικὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσι. καὶ οὐ πάντες ζωγράφοι οὐδὲ πάντες λογογράφοι, ἀλλ' ἑκάστῳ ὡς ὁ θεὸς ἐμέρισε μέτρον χάριτος. Ὥστε τήνδε τὴν πρότασιν παρεὶς λεγέτω τὴν ἑξῆς· "4ἐπεὶ εἰπάτωσαν οἱ τὰς τοιάσδε ἀναστηλοῦντες μορφάς, ποίας ἐκ τούτων ἆρα καταπολαύοιεν ὠφελείας ἢ ἐν ποίᾳ διὰ τῆς τούτων ἀναμνήσεως ἀνάγονται πνευματικῇ θεωρίᾳ"5. ἀντερωτάσθω οὖν ὁ γεννάδας· ποίαν γὰρ ὄνησιν καὶ ἱερὰν θεωρίαν οὐκ ἔστιν ἐντεῦθεν εὑρᾶσθαι; εἰ γὰρ αὕτη φύσις εἰκόνος, μίμημα εἶναι τοῦ ἀρχετύπου, καθά φησιν ὁ Θεολόγος Γρηγόριος, καὶ ἐν τῇ εἰκόνι τὸ ἀρχέτυπον ἐκφαίνεται, καθά φησιν ὁ πάνσοφος ∆ιονύσιος, δῆλον ὅτι ἐκ τοῦ μιμήματος, ἤγουν εἰκόνος, πολὺ τὸ ὄφελος πρόεισι καὶ διὰ τοῦ μιμήματος πλείστη ἐπὶ τὸ ἀρχέτυπον ἡ πνευματικὴ θεωρία ἄνεισι. καὶ μάρτυς ὁ αὐτὸς θεῖος Βασίλειος, ὧδέ που λέγων· ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει. εἰ δὲ ἀναβαίνει, καὶ κάτεισιν εὔδηλον ἐπὶ τὴν εἰκόνα ἀπὸ τοῦ πρωτοτύπου. οὐκ ἂν δέ τις ἀνοηταίνων ἀνωφελῆ τὴν τιμὴν εἴποιεν οὐδ' αὖ τὸ μίμημα μὴ οὐχὶ τοῦ μεμιμημένου ἀποτύπωμα, ὡς εἶναι