1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

224

ἐκάθισεν ἐν τῷ παλατίῳ τῶν Ἐλευθερίου, ὃ αὐτὴ ᾠκοδόμησεν, ἐν ᾧ καὶ τὰ πλεῖστα χρήματα ἦν κατακρύψασα. ἐγένετο δὲ τῷ αὐτῷ μηνὶ ἐμπυρισμός, καὶ ἐκάη ὁ τρίκλινος τοῦ πατριαρχείου, ὁ λεγόμενος Θωμαΐτης, καὶ τὸ κυαιστώριον καὶ ἄλλαι οἰκίαι πολλαὶ ἕως τοῦ Μιλίου. τῷ δὲ Ἀπριλλίῳ μηνὶ ἐπιστρατεύσας Κωνσταντῖνος κατὰ Βουλγάρων ἦλθεν εἰς τὸ ἐπιλεγόμενον Προβάτου κάστρον, εἰς τὸ τοῦ ἁγίου Γεωργίου ῥυάκιν· καὶ συναντήσας Καρδάμῳ, τῷ κυρῷ Βουλγαρίας, μικροῦ πολέμου περὶ τὴν ἑσπέραν γεγονότος, δειλανδρήσαντες οἱ Ῥωμαῖοι διὰ τῆς νυκτὸς ἔφυγον καὶ ὑπέστρεψαν ἀδόξως· καὶ οἱ Βούλγαροι δὲ φοβηθέντες ὑπέστρεψαν. βʹ. ζʹ. κγʹ. ηʹ. Τούτῳ τῷ ἔτει μηνὶ Σεπτεμβρίῳ ἐπεστράτευσεν ὁ βασιλεὺς κατὰ Ἀράβων, καὶ ἀπάρας ἐκ τοῦ Ἀμωρίου ἀπῄει. ἐπὶ Ταρσὸν τῆς Κιλικίας. ἐλθὼν δὲ εἰς Ἀνύδρους πύργους πάλιν ἀνθυπέστρεψε κενὸς μηνὶ Ὀκτωβρίῳ, ἰνδικτιῶνος ιεʹ. τῇ δὲ ιεʹ τοῦ Ἰαννουαρίου μηνὸς παρακληθεὶς ὁ βασιλεὺς ὑπὸ τῆς ἰδίας μητρὸς καὶ πολλῶν τῶν ἐν τέλει ἀναγορεύει αὐτὴν πάλιν, καὶ συνευφημίζεται σὺν αὐτῷ ὡς ἐξ ἀρχῆς, Κωνσταντίνου καὶ Εἰρήνης. καὶ πάντες μὲν πειθαρχοῦσιν, τὸ δὲ τῶν Ἀρμενιάκων θέμα ἐνστάντες πρὸς τοῦτο στασιάζουσι καὶ ἐπιζητοῦσιν Ἀλέξιον, τὸν πρὸ μικροῦ στρατηγήσαντα αὐτῶν, τὸ τηνικαῦτα τοῦ βασιλέως μετὰ λόγου προσκαλεσαμένου αὐτὸν καὶ τῇ τοῦ πατρικίου ἀξίᾳ τιμήσαντος καὶ πρὸς ἑαυτὸν κατασχόντος. τοῦτον οὖν διὰ τὴν τοιαύτην ἐπιζήτησιν καί τινας λόγους περὶ αὐτοῦ ῥεσκομένους, ὡς μέλλειν αὐτὸν βασιλεύειν, δείρας καὶ κουρεύσας ἐν τῷ πραιτωρίῳ ἀπέθετο. τῷ δὲ Ἰουλίῳ μηνὶ ἐπεστράτευσε κατὰ Βουλγάρων καὶ ἔκτισε τὸ κάστρον Μαρκέλλων· καὶ τῇ εἰκάδι τοῦ Ἰουλίου μηνὸς ἐξῆλθε Κάρδαμος, ὁ κῦρις Βουλγαρίας μετὰ πάσης τῆς δυνάμεως αὐτοῦ καὶ ἔστη ἐν τοῖς ὀχυρώμασιν. θερμοπνοήσας δὲ ὁ βασιλεὺς καὶ ὑπὸ ψευδοπροφητῶν πεισθείς, ὡς αὐτοῦ ἔσται ἡ νίκη, ἀσκόπως καὶ ἀτάκτως συνέβαλε πόλεμον καὶ ἡττᾶται σφοδρῶς. ἐπανέρχεται δὲ φυγὰς ἐν τῇ πόλει πολλοὺς ἀποβαλών, οὐ μόνον τοῦ 468 κοινοῦ λαοῦ, ἀλλὰ καὶ τῶν ἐν τέλει, ἐν οἷς καὶ Μιχαὴλ μάγιστρον τὸν Λαχανοδράκοντα, καὶ Βάρδαν πατρίκιον, καὶ Στέφανον πρωτοσπαθάριον, τὸν Χαμέα, Νικήταν τε καὶ Θεόγνωστον στρατηγοὺς γεγονότας, καὶ ἀνθρώπους βασιλικοὺς οὐκ ὀλίγους, καὶ Παγκράτιον τὸν ψευδοπροφήτην καὶ ἀστρονόμον, ὅστις καὶ νικᾷν αὐτὸν προεφήτευσεν. ἐπῆραν δὲ καὶ τὸ τοῦλδον χρήματά τε καὶ ἵππους καὶ τὴν κόρτην μετὰ πάσης τῆς βασιλικῆς ὑπουργίας. τῶν δὲ ταγμάτων ἐπισυναχθέντων ἐν τῇ πόλει, ἐβουλεύσαντο ἐξαγαγεῖν Νικηφόρον, τὸν ἀπὸ καισάρων, καὶ στῆσαι εἰς βασιλέα. τοῦτο γνοὺς Κωνσταντῖνος, ἀποστείλας ἐξήγαγεν ἀμφοτέρους τοὺς υἱοὺς Κωνσταντίνου, τοῦ πάππου αὐτοῦ, ἐν τῷ ἁγίῳ Μάμαντι· καὶ τὸν μὲν Νικηφόρον ἐτύφλωσεν, Χριστοφόρον δὲ καὶ Νικήταν, Ἄνθιμόν τε καὶ Εὐδόκιμον ἐγλωσσοκόπησεν· σὺν αὐτοῖς δὲ καὶ Ἀλέξιον, τὸν προλεχθέντα πατρίκιον, ἐξετύφλωσε πεισθεὶς ταῖς μητρικαῖς εἰσηγήσεσι καὶ Σταυρακίου, τοῦ προρρηθέντος πατρικίου, ὡς, εἰ μὴ τοῦτον ἐκτυφλώσειεν, εἰς βασιλέα αὐτὸν ψηφίζονται. ἐγένετο δὲ ἡ τούτων ποινὴ μηνὶ Αὐγούστῳ, ἡμέρᾳ σαββάτῳ, ἰνδικτιῶνι ιεʹ, ὥρᾳ θʹ. ἀλλ' οὐκ εἰς μακρὰν ἡ τοῦ θεοῦ δίκη ἀνεκδίκητον εἴασε τὴν ἄδικον ταύτην πρᾶξιν. μετὰ γὰρ πενταετῆ χρόνον, τῷ αὐτῷ μηνί, καὶ τῇ αὐτῇ ἡμέρᾳ τοῦ σαββάτου, τυφλοῦται ὑπὸ τῆς ἰδίας μητρὸς ὁ αὐτὸς Κωνσταντῖνος. γʹ. ηʹ. κδʹ. θʹ. Τούτῳ τῷ ἔτει ἀκούσαντες οἱ Ἀρμενιάκοι περὶ τοῦ πατρικίου Ἀλεξίου, ὅτι ἐτυφλώθη, ἐφυλάκισαν τὸν στρατηγὸν αὐτῶν Θεόδωρον καὶ πατρίκιον, τὸν Καμουλιανόν. καὶ μαθὼν ὁ βασιλεὺς ἀπέλυσε τὸν πρωτοσπαθάριον Κωνσταντῖνον, τὸν Ἀρτασήρ, καὶ τὸν Χρυσοχέρην, στρατηγὸν τῶν Βουκελλαρίων, μετὰ λαοῦ τῶν λοιπῶν θεμάτων, τοῦ πιάσαι αὐτούς. οἱ δὲ κροτήσαντες πόλεμον πρὸς αὐτοὺς ἐπίασαν ἀμφοτέρους καὶ ἐτύφλωσαν, καὶ ἐσφάγησαν πολλοὶ 469 ἐξ ἀμφοτέρων τῶν μερῶν μηνὶ Νοεμβρίῳ τῆς αʹ ἰνδικτιῶνος· τῷ δὲ ∆εκεμβρίῳ μηνὶ κεʹ, ὥρᾳ δευτέρᾳ,