225
καταλειφθεὶς, ἐβουλεύοντο ἅμα βασιλίδι περὶ ὧν ἀναγκαῖον ἦν. ιδʹ. Λόγου δὲ καὶ περὶ Ἀποκαύκου τοῦ παρακοιμωμένου ἐμπεσόντος καὶ σκεπτομένων καθότι δέοι χρήσασθαι αὐτῷ, μηδεμίαν ἄλλην, ἔφασκεν ἡ βασιλὶς, τῶν τετολμημένων παρ' 2.88 ἐκείνου δίκην ἀπαιτεῖν, ἢ ἣν αὐτὸς ἐτιμήσατο αὐτῷ, ὥστε οἴκοι καθῆσθαι, μὴ ἐξιόντα, μήτε τῶν κοινῶν τι διοικοῦντα. ὁ δ' ἔφασκε καὶ αὐτὸς τὴν δίκην πρέπουσαν ἡγεῖσθαι τῷ τολμήματι. μὴ μέντοι γε αὐτῷ κατὰ γνώμην εἶναι πρὸς ὑπερόριον ἀπιόντι στρατείαν τὴν πρὸς τὴν ἑσπέραν, τῶν δεομένων διορθώσεως ὀπίσω τι καταλιπεῖν. οὗ δὴ ἕνεκα πρός τε τοὺς περιοίκους Πέρσας θέσθαι σπονδὰς καὶ πρὸς Ἀλέξανδρον τὸν Μυσῶν βασιλέα, ἵνα μὴ ἀπόντος ταράττοιτο αὐτὴ ὑπὸ πολέμων ὀχλουμένη. καὶ διὰ τοῦτο καὶ παρακοιμώμενον ἡγεῖσθαι προσήκειν ἀξιώσαντας συγγνώμης, πάλιν χρῆσθαι, ὅπῃ ἂν δοκῇ συμφέρειν. ἡ δ' ἀνένευεν, οὐχ ἑαυτῇ καὶ τέκνοις μόνον, ἀλλὰ καὶ αὐτῷ δύσνουν ἐκ πολλῶν ἀποδεικνῦσα· μάλιστα δὲ ἐξ ὧν ἐπ' αὐτῆς ὀλίγῳ πρότερον αὐθαδῶς ἐκεῖνος καὶ τραχέως προσηνέχθη πρὸς αὐτόν. εἰ δὴ ἀμφοτέροις ἐκεῖνος ἐπιβουλεύων σαφέστατα ἠλέγχθη, τίνι χρὴ θαῤῥήσαντα, ἄνθρωπον πανουργίας καὶ ἐπιβουλῆς μεστὸν ἀποδημοῦντα αὐτὸν ὀπίσω ἔφασκε καταλιπεῖν;» ἄξιον δὲ καὶ τῶν πρὸς τὸν μέγαν δομέστικον Ἀποκαύκῳ εἰρημένων ἐπὶ τῆς βασιλίδος μνημονεῦσαι καὶ ἔτι παλαιοτέρων κακουργημάτων, οἷς ἐχρήσατο κατὰ μεγάλου δομεστίκου, μεγάλα εὐηργετηκότος, ἵν' ἐκ τῶν διηγημάτων κατάδηλος γένηται ἡμῖν ἥ τε τούτου πρὸς τὰς εὐεργεσίας φιλοτιμία καὶ ἑτοιμότης πρὸς τὸ παρέχειν τοῖς εἰς αὐτὸν ἁμαρτάνουσι συγγνώμην, καὶ ἡ παρακοιμωμένου πρὸς τὰ καλὰ ἀχαριστία 2.89 καὶ τῶν τρόπων ἡ σκαιότης. οὗτος γὰρ δὴ ὁ παρακοιμώμενος ἐκ Βιθυνίας ὡρμημένος καὶ ἄσημος ἐκ φαύλων φὺς, τὰ πρῶτα μὲν ὑπεγραμμάτευσε πολλοῖς τῶν τὰ δημόσια χρήματα εἰσπραττόντων ὀλίγου ἕνεκα μισθοῦ, ἔπειτα τῷ τοῦ βασιλέως ἐμισθοφόρησε θείῳ Ἀσάνῃ τῷ Ἀνδρονίκῳ. εἶτ' ἐκείνου ἀποστὰς, προσεχώρησε στρατηγῷ τῷ τῶν ἑσπερίων θεμάτων δομεστίκῳ, τοὺς δημοσίους ἅλας τότε ἐφορεύοντι. εὐφυὴς δὲ φανεὶς καὶ πρόθυμος πρὸς τὴν ὑπηρεσίαν, χρήματα ἐπιστεύθη παρ' ἐκείνου, ἵν' ἐλθὼν πρὸς βασιλέα, Ἀνδρόνικος δὲ ὁ πρῶτος ἦν, πείσῃ στρατηγῷ καὶ εἰς τοὐπιὸν ἔτος τὴν διάθεσιν ἐγχειρίζειν τῶν ἁλῶν. ὁ δὲ τὰ μὲν χρήματα ὡς ἴδια βασιλεῖ παρεσχηκὼς, ἐπαγγειλάμενος δὲ καὶ διπλασίω τῶν ὑπὸ στρατηγοῦ παρεχομένων τῷ βασιλικῷ αὐτὸς εἰσφέρειν ταμιείῳ, πείθει βασιλέα ἐκείνου προελέσθαι καὶ τῶν ἁλῶν παρέχειν τὴν ἀρχήν. καὶ οὕτω τοῖς ἰδίοις χρήμασι τῆς ἀρχῆς ἐκεῖνον ἐκβαλὼν, ἤδη λαμπρὸς ἦν καὶ τὰ πρῶτα φέρων τελωνῶν. εἶτ' ἐπειδὴ πολλὰ τῷ δημοσίῳ χρήματα ὀφείλων, προσδόκιμος ἦν δεσμωτήριον οἰκεῖν καὶ σωφρονίζεσθαι μὴ τοιαῦτα κακουργεῖν, πρὸς ἀποστασίαν εἶδε βασιλέως. οὐ γὰρ ἦν ἑτέρως τὸ κακῶς παθεῖν διαφυγεῖν. συνιδὼν δὲ ἐκ τῶν πραγμάτων, ὡς βασιλεῖ τῷ νέῳ Ἀνδρονίκῳ πρὸς τὸν πάππον ἀναγκαίως ἔσται διαφορὰ, Συργιάννη ἐδεήθη, τῶν ἐπιτηδειοτάτων ὢν αὐτῷ, τῷ νέῳ βασιλεῖ προσ 2.90 αγαγεῖν. ὁ δὲ καὶ γὰρ ἤδη ὁ τῶν βασιλέων πρὸς ἀλλήλους ἐκινεῖτο πόλεμος, ἐδεῖτο τοῦ μεγάλου δομεστίκου, καὶ τὸν Ἀπόκαυκον προσλαμβάνειν, οὐ μόνον εὐφυῶς πρὸς τῶν δημοσίων τὴν εἴσπραξιν ἐσχηκότα φέρων, ἀλλὰ καὶ χρημάτων εὐποροῦντα, οἷς χρήσιμος πρὸς τὸν πόλεμον ὀφθήσεται αὐτοῖς· ὧν καὶ κατὰ τὰς ἀρχὰς τῆς ἱστορίας μάλιστα ἐπεμνήσθημεν συντόμως. ὁ δὲ βασιλεῖ τῷ νέῳ δι' ἐκείνου προσοικειωθεὶς, ἐπεὶ ὁ τῶν βασιλέων πόλεμος ἀνεῤῥήγνυτο, τοῦ μὲν πρεσβυτέρου βασιλέως εὐθὺς ἀπέστη πρὸς τὸν νέον, οὐ μᾶλλον δι' εὔνοιαν, ἢ τὸν ὑφορώμενον κίνδυνον διὰ τὰ ὀφειλόμενα χρήματα ἀποδιδράσκων. ταμίας δὲ τῶν βασιλικῶν ἀπεδείκνυτο χρημάτων παρὰ τοῦ μεγάλου δομεστίκου. ἐπεὶ δὲ ἡ νίκη πρὸς τὸν νέον ἀπεῖδε βασιλέα καὶ ὑπ' αὐτῷ πᾶσα ἡ τῶν Ῥωμαίων ἡγεμονία ἦν, πάλιν ὑπ' ἐκείνου, σχεδὸν οὐχ ἑκόντος βασιλέως, οὐδὲ προσήκειν αὐτῷ τὴν ὑπηρεσίαν κρίνοντος, εἰς τὸ μεσάζειν τοῖς πράγμασι κατέστη. πλὴν οὐ παντάπασιν