225
̓Αντιοχείας ̓Ιουδαίων τοῦ πρώτου, εἰς τὸν δῆμον τῶν ̓Αντιοχέων παρελθὼν κατηγόρει μὲν τοῦ πατρός, κατηγόρει δὲ καὶ τῶν λοιπῶν ̓Ιουδαίων, οτι καταπρῆσαι τὴν πόλιν απασαν ἐβουλεύσαντο, καὶ παρεδίδου ξένους ̓Ιουδαίους τινὰς ὡς τοῦ βουλεύματος κοινωνούς. τὸ δὲ τῶν ̓Αντιοχέων δημοτικὸν τοὺς μὲν παραδοθέντας αὐτίκα κατέκαυσαν, κατὰ δὲ τῶν αὐθιγενῶν ̓Ιουδαίων ωρμηντο κἀκείνους τιμωρησόμενοι. ὁ δὲ τῶν ὁμοφύλων κατήγορος ̓Αντίοχος, ἀποστῆναι τῆς πατρίου λέγων θρησκείας, εθυεν ὡς νόμος τοῖς Ελλησι, παρῄνει δὲ καὶ τοὺς αλλους ποιεῖν ὁμοίως βιάζεσθαι· εσεσθαι γὰρ φανεροὺς τοὺς ἐπιβουλεύσαντας τῷ μὴ τὴν σφετέραν θρησκείαν ἀπόμνυσθαι. χρωμένων δὲ τῇ πείρᾳ τῶν ̓Αντιοχέων, ὀλίγοι μὲν ὑπέκυψαν, οἱ δὲ μὴ ἑλληνί2.76 σαι ἀνασχόμενοι διεφθάρησαν. ὁ δ' εἰρημένος ̓Αντίοχος καὶ στρατιώτας παρὰ τοῦ ̔Ρωμαίων ἡγεμόνος λαβών, χαλεπὸς ην τοῖς ὁμοφύλοις, ἀργεῖν τὴν ἑβδόμην οὐκ ἐπιτρέπων· ουτω τε τὴν ἀνάγκην εθετο ἰσχυρὰν ὡς μὴ μόνον ἐπ' ̓Αντιοχείας τὴν τοῦ σαββάτου ἀργίαν καταλελύσθαι, ἀλλὰ κἀν ταῖς αλλαις πόλεσιν ἐπί τινα χρόνον τοῦτο ἐπικρατῆσαι. Οὐ ταῦτα δὲ μόνα τοῖς ἐν ̓Αντιοχείᾳ συμβέβηκεν ̓Ιουδαίοις, ἀλλὰ καὶ δευτέρα προσεγένετο συμφορά. συνέβη μὲν γὰρ καταπρησθῆναι τὴν τῆς πόλεως τετράγωνον ἀγοράν, ἀρχεῖά τε καὶ χαρτοφυλάκια. ὁ δ' εἰρημένος ̓Αντίοχος τοῖς ̓Ιουδαίοις προσῆπτε τὸν ἐμπρησμόν, καὶ τοὺς ̓Αντιοχεῖς ὑπόπτους εχοντας ηδη αὐτοὺς ἠρέθισε κατ' αὐτῶν· καὶ ωσπερ ἐμμανεῖς πρὸς τοὺς διαβεβλημένους απαντες ωρμηντο. μόλις δ' αὐτοὺς κατέσχον τινές, συμβουλεύσαντες Τίτῳ τὴν ὑπόθεσιν ἀναθεῖναι. ἐν τῷ μέσῳ δέ τινες ποιούμενοι ἐπιμελῆ τοῦ πράγματος ζήτησιν ευρον τὸ μὲν τῶν ̓Ιουδαίων γένος ἀναίτιον, πονηροὺς δ' ἀνθρώπους τὸ εργον τολμήσαντας διὰ χρεῶν ἀνάγκας, οἰηθέντας, εἰ τὴν ἀγορὰν καὶ τὰ δημόσια γραμματεῖα ἐμπρήσειαν, εξειν ἀπαλλαγὴν τῆς εἰσπράξεως. ̓Εν τούτοις δὲ καὶ ὁ Τίτος ἀφικνεῖτο εἰς ̓Αντιόχειαν. καὶ ὁ τῶν ̓Αντιοχέων δῆμος προϋπήντα αὐτῷ καὶ εὐφήμει, ταῖς δ' εὐφημίαις συνεῖρε καὶ δέησιν ἐκβαλεῖν ἀξιοῦσαν τοὺς ̓Ιουδαίους τῆς πόλεως. ὁ δὲ τότε τῶν λεγομένων ἡσυχῇ κατακούων παρῄει, υστερον δ' αυθις σφόδρα λιπαρῶς ἐγκειμένων τῶν ̓Αντιοχέων ἐξελαθῆναι τοὺς ̓Ιουδαίους τῆς πόλεως, "ἀλλ' η γε πατρὶς αὐτῶν" εφη, "εἰς ην ἀναχωρεῖν αὐτοὺς ἐχρῆν, ἀνῄρηται, καὶ δέξαιτ' αν αὐτοὺς οὐδεὶς ετι τόπος." ἀποτυχόντες ουν τῆς αἰτήσεως ταύτης, ἐπὶ 2.77 δευτέραν ἐτράποντο, καὶ τὰς χαλκᾶς ἠξίουν δέλτους ἀναιρεθῆναι, αις τὰ δίκαια τῶν ̓Ιουδαίων ἐγέγραπτο. ἀλλ' οὐδὲ πρὸς τοῦτο Τίτος ἐπένευσε, πάντα δὲ τοῖς ἐπ' ̓Αντιοχείας ̓Ιουδαίοις ειασεν ὡς πρότερον ειχον αὐτά. αὐτὸς δ' εἰς ̓Αλεξάνδρειαν ἀπιών, καὶ κατὰ τὴν πορείαν τὰ ̔Ιεροσόλυμα θεασάμενος, ῳκτειρε τὸν τῆς πόλεως ολεθρον, ἐπαρώμενος τοῖς αἰτίοις τῆς ἀποστάσεως, ὡς αἰτίοις τῆς τῆς πόλεως ἐρημώσεως, πόλεως ἀρχαίας τε καὶ εὐδαίμονος. εὑρίσκοντο δ' ετι κἀν τοῖς ἐρειπίοις αὐτοῖς μέρη τοῦ βαθυτάτου πλούτου αὐτῆς. πολλὰ μὲν γὰρ οἱ ̔Ρωμαῖοι ἀνέσκαπτον, τὰ πλείω δὲ οἱ αἰχμάλωτοι ὑπεδείκνυον, απερ οἱ κεκτημένοι πρὸς τὰς ἀδήλους τοῦ πολέμου ῥοπὰς κατὰ γῆς ἐθησαύριζον. Τίτος δ' ἐπ' Αιγυπτον πορευθεὶς καὶ καταντήσας εἰς ̓Αλεξάνδρειαν, κἀκεῖθεν πλεῖν ἐπὶ τὴν ̓Ιταλίαν μέλλων, τῶν αἰχμαλώτων τοὺς ἡγεμόνας ̓Ιωάννην καὶ Σίμωνα, καὶ αλλους ανδρας ἑπτακοσίους μεγέθει τε καὶ κάλλει σώματος διαπρέποντας εἰς τὴν ̓Ιταλίαν αὐτίκα μάλα ἐκέλευσεν αγεσθαι, ιν' ἐν τῷ θριάμβῳ πληρώσωσι τὴν πομπήν. Μετὰ δὲ τὴν εἰς ̔Ρώμην τοῦ Τίτου αφιξιν πεμφθεὶς στρατηγὸς εἰς ̓Ιουδαίαν Λούκιος Βάσσος τὸ μὲν ἐν τῷ ̔Ηρωδίῳ φρούριον μετὰ τῶν κατεχόντων αὐτὸ προσηγάγετο· ειτα πᾶν οσον ην ἐκεῖ στρατιωτικὸν συναγαγὼν ἐπὶ Μαχαιροῦντα στρατεύει. ην δὲ τὸ φρούριον τοῦτο λίαν δυσάλωτον, πετρώδης ων οχθος τετειχισμένος· ουτω δ' ὑπὸ τῆς φύσεως κατεσκεύαστο ὡς μηδὲ προσιτὸς ειναι· φάραγξι γὰρ πάντοθεν βαθείαις ἐτετάφρευτο. ουτω δ' ὀχυρότητος 2.78 εχον καὶ βασίλειον ειχεν ἐντὸς μεγέθει τε καὶ κάλλει τῶν οἰκήσεων θαυμαστόν, πολλὰς