225
πολλῶν.» «Ὁ ταράσσων ὑμᾶς, βαστάσει τὸ κρῖμα, ὅς τις ἐὰν ᾖ.» «Ὅπου ζῆλος καὶ ἐρίθεια, ἐκεῖ ἀκαταστασία, καὶ πᾶν φαῦλον πρᾶγμα.» «Ἐκλέλοιπεν ἡ ἀγάπη ἡ ῥίζα τῶν ἐντολῶν.» -Ἐν ἁμίλλαις πονηραῖς ἀθλιώτερος ὁ νικήσας, διότι ἀπέρχεται τὸ πλέον ἔχων τῆς ἁμαρτίας. Κρεῖττον ἡττᾶσθαι καλῶς, ἡ νικᾷν ἐπισφαλῶς καὶ ἀθέσμως. -Ἔχθρας ὅρους γίνωσκε, εὐνοίας δὲ μή.
ΤΙΤΛ. Ηʹ. -Περὶ μεταμελείας Θεοῦ· καὶ ἐν τίσιν ὁ ∆ημιουργὸς μετεμελήθη.
«Ἰδὼν Κύριος, ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας, καὶ ἐνεθυμήθη ὁ Θεὸς, ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς. Καὶ εἶπεν ὁ Θεός· Ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους· ὅτι ἐνεθυμήθην, ὅτι ἐποίησα τὸν ἄνθρωπον.» «Ἐγενήθη ῥῆμα Κυρίου πρὸς Σαμουὴλ, λέγων· Μεταμεμέλημαι, ὅτι ἔχρισα τὸν Σαοὺλ εἰς βασιλέα· καὶ ἀπέστρεψεν ἀπὸ ὀπίσω μου, καὶ τοὺς λόγους μου οὐκ ἐτήρησεν. Καὶ ἠθύμησε Σαμουὴλ, καὶ ἐβόησε πρὸς Κύριον τὴν νύκτα ὅλην. Οὐ προσέθετο ἔτι Σαμουὴλ ἰδεῖν τὸν Σαοὺλ ἕως ἡμέρας θανάτου αὐτοῦ, καὶ Κύριος μετεμελήθη, ὅτι ἐβασίλευσεν Σαοὺλ ἐπὶ τὸν Ἰσραήλ.» «Εἶδε Κύριος ἐν τῷ θλίβεσθαι αὐτούς.» «Περιεβάλλοντο σάκκους οἱ ἄνθρωποι καὶ τὰ κτήνη, καὶ ἀνεβόησαν πρὸς τὸν Θεὸν ἐκτενῶς· καὶ ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν, λέγοντες· Τίς οἶδεν, εἰ μετανοήσει ὁ Θεὸς, καὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ, καὶ μὴ ἀπολώμεθα· Καὶ εἶδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψεν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ μετενόησεν ὁ Θεὸς ἀπὸ τῆς κακίας, ἧς ἐλάλησεν τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν.» «Πέρας λαλήσω ἐπ' ἔθνος, ἢ ἐπὶ βασιλείαν, τοῦ ἐξᾶραι αὐτοὺς, καὶ τοῦ ἀπολλύειν· καὶ ἐὰν ἐπιστρέψῃ τὸ ἔθνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν αὐτῶν, καὶ μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς. Καὶ πέρας λαλήσω ἐπὶ ἔθνος 96.173 καὶ βασιλείαν τοῦ ἀνοικοδομεῖσθαι, καὶ τοῦ καταφυτεύεσθαι· καὶ ἐὰν ποιήσωσι τὰ πονηρὰ ἐναντίον μου, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς.»
ΤΙΤΛ. Θʹ. -Περὶ μισαδελφίας. «Ἰδόντες οἱ ἀδελφοὶ, ὅτι αὐτὸν ἐφίλει ὁ πατὴρ ἐκ πάντων τῶν υἱῶν αὐτοῦ,
ἐμίσησαν αὐτὸν, καὶ οὐδὲν εἰρηνικὸν ἐλάλουν αὐτῷ. Καὶ εἶπεν ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ· Ἰδοὺ ὁ ἐνυπνιασθεὶς ἐκεῖνος ἔρχεται. ∆εῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ ῥίψωμεν εἰς ἔνα τῶν λάκκων, καὶ εἴπωμεν ὅτι θηρίον πονηρὸν κατέφαγεν αὐτόν· καὶ ὀψόμεθα τί ἔσται τὰ ἐνύπνια αὐτοῦ.» «Ἐμισθώσατο ὁ Ἀβιμέλεχ ἄνδρας κενοὺς καὶ δειλοὺς, καὶ ἐπορεύθησαν ὀπίσω αὐτοῦ, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ εἰς Ἐφραθᾶ, καὶ ἀπέκτεινεν τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἱεροβαὰλ, ἐβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα· καὶ κατελείφθη Ἰωαθὰμ υἱὸς Ἱεροβαὰλ νεώτερος, καὶ ἐκρύβη.» «Ἰεφθάε ὁ Γαλααδίτης ἐπηρμένος δυνάμει, καὶ αὐτὸς υἱὸς γυναικὸς πόρνης, τῷ ἐγέννησεν ἡ Γαλαὰδ τὸν Ἰεφθάε· καὶ ἔτεκεν ἡ γυνὴ Γαλαὰδ αὐτῷ υἱοὺς, καὶ ἡδρύνθησαν οἱ υἱοὶ τῆς γυναικὸς, καὶ ἐξέβαλον τὸν Ἰεφθάε, καὶ εἶπον αὐτῷ· Οὐ κληρονομήσεις ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν, ὅτι υἱὸς γυναικὸς ἑτέρας εἶ. Καὶ ἀπέδρα Ἰεφθάε ἐκ προσώπου τῶν ἀδελφῶν αὐτοῦ, καὶ κατῴκησεν ἐν γῇ Τώβ· καὶ συνελέγοντο πρὸς Ἰεφθάε ἄνδρες λιτοὶ, καὶ συνεπορεύοντο μετ' αὐτοῦ.» «Οὐχὶ Θεὸς εἷς ἔκτισεν ὑμᾶς; οὐχὶ πατὴρ εἷς πάντων ἡμῶν; Τί ὅτι ἐγκαταλείπετε ἕκαστος τὸν ἀδελφὸν ὑμῶν; «Πᾶς ὁ ἀδελφὸν πτωχὸν μισῶν, τῆς φιλίας μακράν ἐστιν.» «Ἦν ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤκουσε