1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

 309

 310

 311

 312

 313

 314

 315

 316

 317

 318

 319

 320

 321

 322

 323

 324

 325

 326

 327

 328

 329

 330

225

ἐπιστέλλων, καὶ διαῤῥήδην λέγων· Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Ἐπειδὴ τοίνυν καὶ μία ἡ τοῦ Σωτῆρος Ἐκκλησία· εἰς σῶμα γὰρ ἓν ἅπαντες τελοῦσιν οἱ πιστεύσαντες· καὶ αὖ πά λιν πολλαί· πολλὰ γὰρ τὰ μέλη τοῦ σώματος· διὰ μὲν τῆς Σιὼν τὸ κοινὸν ἐκάλεσε σύστημα τῶν εὐ σεβῶν· διὰ δὲ τῶν θυγατέρων τῆς Ἰουδαίας, τοὺς ἐν πόλεσι καὶ κώμαις, καὶ ἀγροῖς, καὶ ἐσχατιαῖς τῶν πεπιστευκότων συλλόγους. Λέγει δὲ καὶ τούτους κἀκείνους εὐφροσύνης ἀναπεπλῆσθαι τὰ δίκαια κρίματα τοῦ κριτοῦ. θʹ. "Ὅτι σὺ Κύριος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν σφόδρα ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς." Χαίρουσι δὲ ἅπαντες καὶ ἀγάλλονται, τοῦ ἀλη θοῦς Θεοῦ καὶ βασιλέως δεξάμενοι τὴν ἐπίγνω σιν, καὶ τῶν οὐκ ὄντων Θεῶν τὸν ἔλεγχον θεα σάμενοι. Τῶν μὲν γὰρ ἐλέγχθη τὸ μάταιον, σοῦ δὲ 80.1657 τὸ ὕψος ἐδείχθη. Ἐπειδὴ δὲ οὐ μόνης ἡμῖν δεῖ πί στεως, ἀλλὰ καὶ πράξεως ἀγαθῆς, ἀναγκαίως καὶ ταύτην ὁ προφήτης προσφέρει τὴν συμβου λήν. ιʹ. "Οἱ ἀγαπῶντες τὸν Κύριον μισεῖτε πονηρά." Εἰ τὸ ἀγαθὸν ὑμῖν ἐπέραστον, τὸ ἐναντίον βδελύξα σθε. "Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;" ∆ιὰ μέντοι τῆς πονηρίας ἀπηγόρευσε ἅπαντα τῆς κακίας τὰ εἴδη. Φυλάσσει Κύριος τὰς ψυχὰς τῶν ὁσίων αὑ τοῦ, ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσεται αὐτούς." Ἀποστρεφόμενοι τὴν πονηρίαν, καὶ τῆς ὀρθῆς καὶ δικαίας ἐπιμελούμενοι πολιτείας, ἕξετε κηδεμόνα, καὶ φύλακα, τῶν ὅλων τὸν Κύριον, καὶ κρείττους τῶν ἐπανισταμένων ὑμῖν γενήσεσθε δυσμενῶν. ιαʹ. "Φῶς ἀνέτειλε τῷ δικαίῳ· καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη." Οὐ γὰρ πάντες ἠβουλήθησαν ἄνθρωποι τοῦ φωτὸς ἀπολαῦσαι, οὐδὲ πάντες τὴν ἀπὸ τῆς πίστεως εὐφροσύνην ἐδέξαντο. Αὐτὸς γὰρ ὁ τῆς δικαιοσύνης Ἥλιος πᾶσι τῆς σωτηρίας τὰς ἀκτῖνας κατέπεμψεν· ἀλλ' εἰσὶν οἳ τοὺς ὀφθαλ μοὺς ἔμυσαν, καὶ τὸ φῶς ἰδεῖν οὐκ ἠβουλήθη σαν. ιβʹ. "Εὐφράνθητε, δίκαιοι, ἐν τῷ Κυρίῳ· καὶ ἐξ ομολογεῖσθε τὴν μνήμην τῆς ἁγιωσύνης αὐτοῦ." Ἅπαντες τοίνυν οἱ τοῦ φωτὸς ἀπολαύσαντες, καὶ τὸν τῆς ἀρετῆς ἀσπασάμενοι κλῆρον, ἀγαλλιᾶσθε, καὶ τὸν Θεὸν ἀνυμνεῖτε, τὸ τῶν εὐεργεσιῶν ἐξηγού μενοι πλῆθος. Ἐξομολόγησιν γὰρ ἐνταῦθα τὴν εὐ χαριστίαν ἐκάλεσεν.

ΕΡΜΗΝ. ΤΟΥ Ζʹ ΨΑΛΜΟΥ. αʹ. "Ψαλμὸς τῷ ∆αβίδ." Καὶ οὗτος ὁ ψαλμὸς τὴν αὐτὴν ἔχει διάνοιαν·

ἑκατέραν γὰρ τοῦ Σωτῆρος ἐπιφάνειαν προθεσπίζει· ἀλλὰ τὰ πλείονα περὶ τῆς προτέρας διέξεισιν. "Ἄσατε τῷ Κυρίῳ ᾆσμα και νόν." Ἐπειδὴ τῶν παλαιῶν πραγμάτων κηρύττει μεταβολὴν, καὶ καινήν τινα πολιτείαν προαγορεύει, εἰκότως καὶ ᾆσμα καινὸν κελεύει προσενεγκεῖν τῷ Θεῷ. "Ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος." Ὑπερφυᾶ γὰρ καὶ παράδοξα τὰ ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων γινόμενα. "Ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων αὐτοῦ ὁ ἅγιος." Πολλάκις εἰρήκαμεν, ὅτι χεῖρα τὴν ἐνέργειαν λέγει, δεξιὰν δὲ τὴν ἀγα θὴν ἐνέργειαν. Λέγει δὲ, ὅτι τῆς αὐτοῦ δυνάμεως ἔργον, τῶν ἀνθρώπων ἡ σωτηρία. Ἀμέτρῳ δὲ φιλ ανθρωπίᾳ χρώμενος, οἰκεῖον ἡγεῖται κέρδος τὴν τῶν ἀνθρώπων ζωήν. ∆ιά τοι τοῦτο οὐκ εἶπεν· Ἔσω 80.1660 σεν αὐτοὺς ἡ δεξιὰ αὐτοῦ, ἀλλ' "Ἔσωσεν αὐτῷ." Τῆς γὰρ τῶν εἰδώλων αὐτοὺς πλάνης ἐλευθερώσας, καὶ τῆς αὐτοῦ βασιλείας τὸ ὑψηλὸν ὑποδείξας, τῆς σωτηρίας μετέδωκε. Καὶ τοῦτο σαφέστερον διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν. βʹ. "Ἐγνώρισε Κύριος τὸ σωτήριον αὑτοῦ ἐναν τίον τῶν ἐθνῶν, ἀπεκάλυψε τὴν δικαιοσύνην αὑτοῦ." Πᾶσιν ἀνθρώποις τὰ σωτήρια προσενήνοχε νά ματα, καὶ τὴν δικαίαν αὑτοῦ βασιλείαν τοῖς ἔθνεσιν ἔδειξεν. γʹ. "Ἐμνήσθη τοῦ ἐλέου αὑτοῦ τῷ Ἰακὼβ, καὶ τῆς ἀληθείας αὑτοῦ τῷ οἴκῳ Ἰσραήλ· εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν." Κομιδῆ ταῦτα ἔοικε τοῖς Ἡσαΐου τοῦ προ φήτου θεσπίσμασι. ∆ι' ἐκείνου γὰρ ὁ τῶν ὅλων Θεὸς πρὸς τὸν ∆εσπότην ἔφη Χριστόν· "Ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς." Ἐπειδὴ γὰρ