225
ἑκάτερον ἐν ἑκατέρῳ κατὰ τὸν θεῖον ∆ιονύσιον· οὗ τί ἂν γένοιτο ὠφελιμώτερόν τε καὶ ἀναγωγικώτερον; ἔμφασις γάρ ἐστιν τῆς αὐτοψίας καὶ σεληνιαῖόν τι φῶς, ἵνα καὶ οἰκείῳ παραδείγματι χρήσωμαι, πρὸς ἡλιακὸν φάος ἡ εἰκών· ἐπεὶ εἰ μὴ τοῦτο, τί ὀνίνησι τοὺς πάλαι ἡ σκηνὴ τοῦ μαρτυρίου, μίμημα οὖσα τῶν ἐπουρανίων; κἀκεῖ γὰρ μετὰ τῶν ἄλλων χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον, τουτέστιν εἰκόνες ἀνθρωπομόρφῳ εἴδει διατυπούμεναι, ἀναγωγικὰ πάντα καὶ τῆς ἐν πνεύματι λατρείας θεωρήματα. μάτην δὲ ἡμῖν ὅσον ἐπὶ τῇ τοιᾷδε προτάσει καὶ ἡ σταυροειδὴς εἰκών, μάτην καὶ ἡ λογχοειδής, μάτην καὶ ἡ σπογγοειδὴς (ἐπείπερ καὶ ταῦτα μιμήματα, κἂν οὐκ ἀνθρωπόμορφα), μάτην καὶ ὅσα ἄλλα αἰσθηταῖς εἰκόσι, ∆ιονυσαϊκῶς εἰπεῖν, παραδέδοται ἡμῖν, δι' ὧν ἐπὶ τὰς νοητὰς κατὰ τὸ δυνατόν, φησίν, ἀναγόμεθα θεωρίας. ἔπειτα καὶ ἡ μία τῶν πέντε τῆς ψυχῆς δυνάμεων ἡ φαντασία, φαντασία δὲ δόξειέν τις εἰκών· ἰνδάλματα γὰρ ἀμφότερα. οὐκ ἀνωφελὴς ἄρα ἡ εἰκών, τῇ φαντασίᾳ ἐοικυῖα. εἰ δὲ ἀνωφελὴς ἡ προὐργιαιτέρα, πολλῷ οὖν μᾶλλον ἡ ὑφειμενεστέρα, μάτην συνυπάρχουσα τῇ φύσει· καὶ εἰ μάτην, καὶ αἱ σύστοιχοι αὐτῆς, αἴσθησις, δόξα, διάνοια, νοῦς. οὕτω φυσιολογῶν ὁ λόγος ἄνουν ὑπαγορεύει διὰ θεωρίας ἐπαγωγικωτέρας τὸν τῆς εἰκόνος ἤτοι φαντασίας ἐξουδενωτήν. ἐγὼ δὲ καὶ ἄλλως ἄγαμαι τὴν φαντασίαν· φασὶ γάρ τινες γυναῖκα κατὰ τὸν τῆς συλλήψεως καιρὸν Αἰθίοπα φαντασθεῖσαν Αἰθίοπα ἀποτεκεῖν. τοιοῦτον καὶ τὸ κατὰ τὸν πατριάρχην Ἰακὼβ ἐπὶ τῷ τῶν ῥάβδων λεπισμῷ, ἐξ ἧς φαντασίας ἐποικίλλοντο τὰ ἐν τοῖς θρέμμασι τικτόμενα. καὶ ὢ τοῦ θαύματος, ὅτι πραγματικῆς ἐνεργείας ἡ εἰκονοειδὴς φαντασία ὦπται ἀποτέλεσμα. Ἀλλ' ἐπὶ τὸ προκείμενον ὁ λόγος· "4εἰπάτωσαν οἱ τὰς τοιάσδε ἀναστηλοῦντες μορφάς, ποίας ἐκ τούτων ἆρα καταπολαύοιεν ὠφελείας ἢ ἐν ποίᾳ διὰ τῆς τούτων ἀναμνήσεως ἀνάγονται θεωρίᾳ"5. καὶ τίς, ὦ τᾶν, οὐκ ἐκ τῆς εἰκονικῆς εἰδέας, εἴπερ ἐναργῶς ἀτενίσειεν, δεξιᾶς τε ἢ ἀριστερᾶς ἰνδάλματα λαβὼν ἐν νῷ ἄπεισιν; ἀλλ' εἰ μὲν ἐξ ἀρίστης, ἄριστα, εἰ δὲ ἐξ αἰσχίστης, αἴσχιστα, ὥστε πολλάκις καὶ οἴκοι μένων τῇ μὲν κατανύττεσθαι, τῇ δὲ παθαίνεσθαι. ἢ οὐχὶ καί τις ἐνίοτε ἀφυπνώσας τοῖς νυκτερινοῖς φαντάσμασι περιχαρῶς ἢ λυπηρῶς διανίσταται; εἰ δὲ ἐκεῖ οὕτως, πολλῷ οὖν μᾶλλον ἐν τοῖς καθ' ὕπαρ εἰκονίσμασι διατίθεσθαι ἔστι πρὸς ἑκάτερα τὸν βλέποντα. οὐ δήπου ἀνέγνως, ὦ βέλτιστε, ὡς οἱ πάλαι ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων; τί ἑκάτερον; οὐκ εἰκών; οὐκ ἐν εἰκόνι ἀνήγοντο πρὸς τὴν τῶν ἐπουρανίων θεωρίαν; οὐκ ἐν εἰκόνι διαπορεύεται πᾶς ἄνθρωπος, ∆αυιτικῶς εἰπεῖν; οὐκ αὐτὸς σὺ ὁ εἰκονο μαχῶν εἰκὼν θεοῦ καὶ κατὰ εἰδέαν πατρῴαν γεννηθεὶς καὶ εἰκονικῶς ἐν πίνακι ἐγγραφόμενος; ἢ μόνος σὺ ἀνεξεικόνιστος ὡς οὐκ ἄνθρωπος ἀλλὰ ἀμβλωθρίδιος, καὶ διὰ τοῦτο καὶ τοὺς ἁγίους οὕτως οἰόμενος; Ἀλλ' ἵνα μᾶλλον ὁ περὶ τοῦδε λόγος πίστωσιν δέξοιτο, παρεὶς τὸ οἴκοθεν δογματίζειν αὐτοὺς προστήσεται τοὺς τῆς οἰκουμένης λαμπτῆρας, ἀποκρινομένους σοι πρὸς τὴν ἐρώτησιν. Γρηγόριος ὁ Νυσσαεύς· εἶδον πολλάκις ἐπὶ γραφῆς εἰκόνα τοῦ πάθους καὶ οὐκ ἀδακρυτὶ τὴν θέαν παρῆλθον, ἐναργῶς τῆς τέχνης ὑπ' ὄψιν ἀγούσης τὴν ἱστορίαν. ὁ Χρυσόστομος· ἐγὼ καὶ τὴν κηρόχυτον ἠγάπησα γραφὴν εὐσεβείας ἕνεκεν πεπληρωμένην· εἶδον γὰρ ἄγγελον ἐν εἰκόνι ἐλαύνοντα βαρβάρων στίφη, εἶδον πατούμενα βαρβάρων φῦλα καὶ τὸν ∆αυὶδ ἀληθεύοντα· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. Κυρίλλου Ἀλεξανδρείας· εἶδον ἐγὼ κατὰ τοίχου γραφῆς ἐναθλοῦσαν τοῖς σκάμμασι κόρην καὶ οὐκ ἀδακρυτὶ τὴν θέαν κατώπτευσα. Γρηγόριος ὁ Θεολόγος· τῆς δὲ ἦν ὑπερκύπτων Πολέμων ἐν εἰκόνι· ἑταιρὶς ταύτην ἰδοῦσα (καὶ γὰρ ἦν σεβασμία) ἀπῆλθεν εὐθὺς καὶ θέας ἡττημένη, ὡς ζῶντα αἰσχυνθεῖσα τὸν γεγραμμένον. Βασίλειος ὁ Μέγας· ἀνάστητέ μοι νῦν, ὦ λαμπροὶ τῶν ἀθλητικῶν κατορθωμάτων ζωγράφοι, τὴν τοῦ στρατηγοῦ κολοβωθεῖσαν εἰκόνα ταῖς