225
νυκτερινῆς βροντῆς καὶ ἀστραπῆς γενομένης, ἀνήφθη μέρος τοῦ βασιλικοῦ ἐργοδοσίου τῶν χρυσοκλαβαρίων κατὰ τὸν χρυσίωνα. μετὰ δὲ τὸ ἅγιον πάσχα ἐπεστράτευσεν ὁ βασιλεὺς κατὰ τῶν Ἀρμενιάκων μετὰ καὶ πάντων τῶν λοιπῶν θεμάτων. καὶ τῇ κʹ τοῦ Μαΐου μηνὸς τῆς αʹ ἰνδικτιῶνος, ἡμέρᾳ κυριακῇ τῆς πεντηκοστῆς, πολεμήσας αὐτούς, δόλῳ τῶν σὺν αὐτοῖς Ἀρμενίων προδεδωκότων νικήσας συλλαμβάνει αὐτοὺς καὶ ἀναιρεῖ Ἀνδρόνικον, σπαθάριον καὶ τουρμάρχην αὐτῶν, καὶ Θεόφιλον τουρμάρχην καὶ Γρηγόριον, ἐπίσκοπον Σινώπης, τοὺς δὲ λοιποὺς ζημίαις καὶ δημεύσεσι καθυπέβαλεν. χιλίους δὲ ἐκ τοῦ κάστρου αὐτῶν δεσμήσας ἐν τῇ πόλει εἰσήγαγε διὰ τῆς πόρτης Βλαχερνῶν, μηνὶ Ἰουνίῳ κδʹ, ἡμέρᾳ βʹ, ὧν ἐπιγράψας τὰ πρόσωπα μέλανι κεντητῷ, "Ἀρμενιάκος ἐπίβουλος," διέσπειρεν αὐτοὺς ἔν τε Σικελίᾳ καὶ ταῖς λοιπαῖς νήσοις. οἱ δὲ προδόται αὐτῶν Ἀρμένιοι μηδὲν φιλοτιμηθέντες παρὰ τοῦ βασιλέως τὸ κάστρον Κάμαχον παρέδωκαν τοῖς Ἄραψιν. δʹ. θʹ. κεʹ. ιʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ, ἰνδικτιῶνος βʹ, παρέλαβον οἱ Ἄραβες τὸ κάστρον Θήβασαν ὑπὸ λόγον· διὸ καὶ τοὺς ἄρχοντας αὐτοῦ ἀπέλυσαν πορευθῆναι εἰς τὰ ἴδια. εʹ. ιʹ. κʹ. ιαʹ. Τούτῳ τῷ ἔτει μισήσας ὁ βασιλεὺς τὴν ἑαυτοῦ γυναῖκα Μαρίαν ὑποβολῇ τῆς ἑαυτοῦ μητρὸς ἐφιεμένης τῆς ἀρχῆς πρὸς τὸ καταγνωσθῆναι αὐτὸν ὑπὸ πάντων, ἐξεβιάσατο αὐτὴν τοῦ γενέσθαι μονάστριαν, καὶ πείσας αὐτὴν ἀπέκειρε μηνὶ Ἰαννουαρίῳ, ἰνδικτιῶνος γʹ. καὶ τῷ Ἀπριλλίῳ μηνὶ ἐπεστράτευσε κατὰ Ἀράβων· καὶ τῇ ηʹ τοῦ Μαΐου μηνὸς πολεμήσας μεθ' ἑνὸς κούρσου αὐτῶν ἐν τόπῳ ἐπιλεγομένῳ Ἀνοῦσαν, νικήσας καὶ τρέψας ἤλασεν ἕως τοῦ ποταμοῦ. καὶ κατελθὼν εἰς Ἔφεσον καὶ εἰς τὸν Θεολόγον εὐξάμενος τὸ κωμέρκιν τοῦ πανηγυρίου, ρʹ λιτρῶν χρυσίου ὄν, ἐκούφισε πρὸς θερα4 πείαν τοῦ ἁγίου ἀποστόλου καὶ εὐαγγελιστοῦ Ἰωάννου. τῷ δὲ Αὐγούστῳ μηνὶ ἔστεψεν ὁ βασιλεὺς Θεοδότην τὴν κουβικουλαρέαν εἰς ἀυγούσταν καὶ ἐμνηστεύθη αὐτὴν παρανόμως. ʹ. ιαʹ. κζʹ. ιβʹ. Τούτῳ τῷ ἔτει, μηνὶ Σεπτεμβρίῳ, ἰνδικτιῶνος δʹ, ἐποίησε τὸν γάμον ὁ βασιλεὺς μετὰ Θεοδότης ἐν τῷ παλατίῳ τοῦ ἁγίου Μάμαντος ἡμέρας μʹ. τῷ δὲ Ἀπριλλίῳ μηνὶ τῆς αὐτῆς δʹ ἰνδικτιῶνος, ἡμέρᾳ ζʹ, ὥρᾳ νυκτερινῇ, γέγονε σεισμὸς ἐν τῇ νήσῳ Κρήτῃ φοβερώτατος. ἐγένετο δὲ καὶ ἐν Κωνσταντινουπόλει μηνὶ Μαΐῳ δʹ πάνυ φοβερός. Κάρδαμος δέ, ὁ κῦρις Βουλγαρίας, ἐδήλωσε τῷ βασιλεῖ, ὅτι "ἢ τέλεσόν μοι πάκτα, ἢ ἔρχομαι ἕως τῆς Χρυσῆς πόρτης καὶ ἐρημῶν τὴν Θρᾴκην." ὁ δὲ βασιλεὺς βαλὼν καβαλλίνας ἀλόγου εἰς μανδῆλιν ἔπεμψεν αὐτῷ εἰπών, ὅτι "οἷα μέν σοι πρέπει πάκτα, ἀπέστειλά σοι. γέρων δὲ εἶ· καὶ οὐ θέλω ἵνα κοπιάσῃς ἕως τῶν ὧδε· ἀλλ' ἐγὼ ἔρχομαι ἕως Μαρκέλλων, καὶ ἔξελθε. καὶ εἴ τι κρίνει ὁ θεός." καὶ ἀποστείλας ὁ βασιλεὺς εἰς τὰ περατικὰ θέματα ἐσώρευσε τὸν λαὸν αὐτοῦ καὶ ἦλθεν ἕως Βερσινικίας, καὶ ὁ Κάρδαμος ἦλθεν ἕως τοῦ δασέος Ἀβρολέβα καὶ δειλιάσας ἔμεινεν ἐν τῷ ἄλσει. ὁ δὲ βασιλεὺς παραθαρρύνας τὸν λαὸν αὐτοῦ ἀπῆλθεν ἕως τοῦ γυμνοῦ Ἀβρολέβα, προσκαλούμενος αὐτὸν ἐπὶ ἡμέρας ιζʹ. ὁ δὲ οὐκ ἐτόλμησεν, ἀλλ' ἐπανῆλθε φυγὰς εἰς τὰ ἴδια. τῷ δ' αὐτῷ χρόνῳ καὶ οἱ Ἄραβες ἦλθον ἕως τοῦ Ἀμωρίου, καὶ μηδὲν ἀνύσαντες ὑπέστρεψαν αἰχμαλωσίαν εἰς τὰ περίχωρα ποιήσαντες. Τῷ δ' αὐτῷ ἔτει Πλάτων, ὁ τοῦ Σακκουδίωνος ἡγούμενος, ἀπέσχισε τῆς κοινωνίας Ταρασίου τοῦ πατριάρχου, ὡς δεξαμένου τὸν βασιλέα εἰς κοινωνίαν καὶ ἐπιτρέψαντος τῷ τε κατηχητῇ τοῦ κουρεῦσαι τὴν γυναῖκα αὐτοῦ Μαρίαν, καὶ τῷ ἀββᾷ Ἰωσήφ, τῷ ἡγουμένῳ τῶν Καθαρῶν, τοῦ στεφανῶσαι αὐτὸν μετὰ τῆς Θεοδότης. καὶ τοῦτο γνοὺς ὁ βασιλεὺς ἀπέστειλε Βαρδάνιον, τὸν πατρίκιον καὶ δομέστικον τῶν σχολῶν, καὶ Ἰωάννην, τὸν κόμητα τοῦ Ὀψικίου, 471 καὶ εἰσήγαγε τὸν Πλάτωνα ἐν τῇ πόλει καὶ ἀπέκλεισεν εἰς ἐγκλείστραν ἐν τῷ ναῷ τοῦ ἀρχιστρατήγου ἐν τῷ παλατίῳ· τοὺς δὲ λοιποὺς μοναχοὺς σὺν τοῖς ἀνεψιοῖς αὐτοῦ τύψαντες ἐξώρισαν ἐν Θεσσαλονίκῃ, οὓς ὑπερασπίζετο ἡ μήτηρ τοῦ βασιλέως, ὡς τῷ