226
ἐπετράπη τὴν διοίκησιν τῶν κοινῶν, ἀλλ' ὅσα τῶν ἀναγκαιοτέρων ἦν πρὸς τὸν μέγαν δομέστικον ἀνάγων, αὐτὸς τῶν ταπεινοτέρων εἴχετο, ἐξ ὧν οὐδεμία τοῖς κοινοῖς προσεδοκᾶτο βλάβη, εὖ ἢ κακῶς διῳκημένοις. ὅμως δὲ ὑπὸ πολλῶν ἐθεραπεύετο. μεταξὺ δὲ καὶ πολλάκις βασιλεῖ προσκεκρουκὼς διὰ τὴν φίλην πανουργίαν καὶ μέλλων διδόναι δίκας, ὑπὸ τοῦ μεγάλου δομεστίκου τὴν βασιλέως ὀρ 2.91 γὴν ἐῤῥύσθη παραιτουμένου. εἰς τοιαύτην δὲ περιφάνειαν ἐξ ἀφανείας πολλῆς ἐλθὼν, ἐσκέψατο, εἰ δύναιτο τὸν εὐεργέτην ἀμείψασθαι τοῖς ἐναντιωτάτοις. ὡς γὰρ βασιλεὺς ὁ νέος Ἀνδρόνικος τὴν νόσον ἐνόσησεν ἐκείνην τὴν σφοδρὰν καὶ τελευτῆς ἐγένετο ἐγγὺς, βασιλίδι μὲν τῇ γαμετῇ κατελίμπανε τὴν ἀρχὴν, οὔπω μὲν παιδὸς μητρὶ γεγενημένῃ, ὠδινούσῃ δέ· τῷ μεγάλῳ δὲ δομεστίκῳ τὴν διοίκησιν τῶν κοινῶν καὶ τὸ πάντας αὐτῷ ὑπείκειν καὶ μηδένα ἀντιλέγειν πρὸς μηδέν. ὁ δ' ὥσπερ ἔθος ἐπὶ τελευτῶσι τοῖς βασιλεῦσι τοῖς ὑπολειπομένοις τὴν εὔνοιαν καὶ τὴν πίστιν βεβαίαν παρὰ τῶν ὑπηκόων βουλόμενος ποιεῖν, ὅρκους ἐκθεὶς, πάντας δι' αὐτῶν ἐκέλευε τὴν πίστιν ἐμπεδοῦν. οἱ ὅρκοι δὲ Ἄννῃ τε τῇ βασιλίδι Ῥωμαίους διελάμβανον τὴν πίστιν ἀκραιφνῆ φυλάξειν καὶ παιδὶ βασιλέως τῷ γεννησομένῳ ἐξ αὐτῆς, καὶ τῷ μεγάλῳ δομεστίκῳ τὴν εὐπείθειαν. Ξένης δὲ βασιλίδος τῆς βασιλέως μητρὸς ἐμέμνηντο οὐδ' ὁτιοῦν· οὕτω καὶ βασιλεῖ κεκρικότι δεῖν, μὴ δύνασθαι δύο καὶ ταύτας γυναῖκας μίαν διοικεῖν ἀρχήν. τότε μὲν οὖν ἐκείνη τε ἤνεγκε βαρέως καὶ οἷς πρὸς ἐκείνην εὔνοιά τις ἦν, καίπερ οὐδ' ἐκείνην ἀθεράπευτον καταλιπόντος τοῦ μεγάλου δομεστίκου. ὡς γὰρ καὶ αὐτὸς τὸ πρᾶγμα ὑπενόει θόρυβον δυνάμενον τῇ βασιλίδι ἐμποιεῖν, Γλαβᾶν τὸν μέγαν διοικητὴν πέμψας κατὰ τάχος πρὸς αὐτὴν, ἅμα δὲ καὶ σταυρὸν ἐκ τῶν πολυτιμήτων λίθων ἀξιοπιστίας ἕνεκα τῶν λόγων, τὴν μὲν νόσον ἐδήλου βασι 2.92 λέως ὡς εἴη χαλεπή· ἐδεῖτό τε θεοῦ μὴ περιιδεῖν αὐτοὺς 2.92 τοιούτου βασιλέως ἀποστερηθέντας. εἰ δ' ἄρα τι συμβαίη τῶν προσδοκωμένων, οὕτω τοῦ πάντα δικαίως καὶ συμφερόντως ταλαντεύοντος οἰκονομοῦντος, μηδὲν αὐτὴν ὑποπτεύειν ἀηδὲς ἐκ τῶν πραγμάτων τῆς μεταβολῆς, ὡς οὐδὲν ἧττον εὐνοϊκῶς αὐτοῦ διακειμένου πρὸς αὐτὴν, ἢ εἰ καὶ αὐτὸς γεγέννητο ἐξ αὐτῆς. οὕτω δὲ ἐκείνης πρὸς ὀργὴν κεκινημένης, οἱ πάλαι τε ὑπὸ φθόνου πρὸς τὴν εὔκλειαν δακνόμενοι τοῦ μεγάλου δομεστίκου καὶ τότε μᾶλλον πρὸς τὸ πάθος ἐξαφθέντες, σαφῶς ἰδόντες κύριον γεγενημένον τῶν πραγμάτων· ἐν οἷς ἄλλοι τε πολλοὶ καὶ ὁ παρακοιμώμενος Ἀπόκαυκος ἐξητασμένος ἦν, Συργιάννη πρὸς τὴν πρᾶξιν ἡγουμένου· τὴν βασιλίδος ὀργὴν νομίσαντες ἂν αὐτοῖς τὰ μέγιστα συμβαλέσθαι πρὸς τὸ τοῦ μεγάλου δομεστίκου περιγενέσθαι καὶ καταλῦσαι τὴν ἀρχὴν, πολλοὶ πρὸς βασιλίδα ἀφιγμένοι, ἐπεὶ ῥᾴων ἦν ὁ βασιλεὺς καὶ ἀπήλλακτο τῆς νόσου, ἀγανακτεῖν ὑπὲρ αὐτῆς προσεποιοῦντο καὶ πολλὴν ἀγνωμοσύνην τοῦ μεγάλου δομεστίκου κατεγίνωσκον, ὅτι βασιλέως τελευτῶντος, ὅτ' αὐτὸν, εἰ μέτρια διενοεῖτο, ταῖς βασιλίσιν ἀμφοτέραις ἔδει τὴν ἀρχὴν συνδιασώζειν καὶ μάλιστα ἐκείνῃ, ὅτι ἀμφοτέρωθεν ἔκ τε παιδὸς καὶ τοῦ συνοίκου βασιλέως ἡ Ῥωμαίων προσῆκε βασιλεία, ὅδ' ὀλίγον καὶ τοῦ δικαίου καὶ τοῦ προσήκοντος φροντίσας, πᾶσαν τὴν ἀρχὴν περιήγαγεν εἰς ἑαυτὸν, ὥσπερ τι παραπέτασμα τῆς κακουργίας Ἄνναν τὴν 2.93 βασιλίδα προσθεὶς τοῖς ὅρκοις, ἣ ἐξ ἀλλοδαπῆς ὀλίγῳ πρότερον ἀφιγμένη καὶ ὀλίγους ἔχουσα Ῥωμαίων τοὺς ὑπὲρ αὐτῆς βουλησομένους διακινδυνεύειν, ῥᾳδίως ἔμελλεν αὐτῷ παραχωρήσειν τῆς ἀρχῆς. συνεβούλευόν τε, μὴ τοιαῦτα γινόμενα περιορᾷν, ἀλλὰ σπουδῇ πολλῇ καὶ προθυμίᾳ τὴν ἐκείνου καταλύειν δύναμιν, διδάσκουσαν βασιλέα τὸν υἱὸν, ὡς ἐπιβούλως καὶ κακούργως διανοηθείη περὶ τῆς ἀρχῆς ἐκείνου τελευτῶντος, καὶ νῦν οὐδὲν ἧττον πάντας πείσειε Ῥωμαίους αὐτῷ προσέχειν, ὡς συμβαίνειν, βασιλεῖ μὲν προσηγορίαν μόνην εἶναι πραγμάτων ἔρημον, ἔργῳ δὲ ἐκεῖνον βασιλεύειν. ἃ αὐτὸν σκοπεῖν προσήκει μὴ εἰς ἀνήκεστα ἐκβῇ, ἀλλὰ τὴν ὁρμὴν προαναστέλλειν καθαιροῦντα τὸν ὄγκον τὸν πολὺν καὶ εὐκαταφρόνητον