226
δὲ καὶ δεξαμενὰς εἰς ὑποδοχὴν υδατος ἐν τοῖς ἐπιτηδειοτάτοις τῶν τόπων ἐκέκτητο. πρὸς δὲ τοῖς αλλοις ἐν τοῖς βασιλείοις καὶ πήγανον ην αξιον διὰ τὸ μέγεθος θαύματος· συκῆς γὰρ οὐδεμιᾶς υψους καὶ πάχους ἐλείπετο· λόγος δ' ην ἀπὸ τῶν ̔Ηρώδου χρόνων αὐτὸ διαρκέσαι, καὶ ἐπὶ πλεῖστον ισως εμεινεν αν, εἰ μὴ ὑπὸ τῶν παραλαβόντων τὸν τόπον ̓Ιουδαίων ἐκκέκοπτο. ἐν δὲ τῇ κατὰ τὴν αρκτον τοῦ φρουρίου φάραγγι ὀνομάζεταί τις τόπος Βαάρ, καὶ φύει ῥίζαν ὁμωνύμως καλουμένην αὐτῷ. αυτη φλογὶ μὲν εοικε τὴν χροιάν, περὶ δὲ τὰς ἑσπέρας σέλας ἀπαστράπτει· τοῖς δὲ βουλομένοις λαβεῖν αὐτὴν οὐκ εστιν εὐχείρωτος, ἀλλ' ὑποφεύγει καὶ οὐ πρότερον ισταται πρὶν αν τις ουρον γυναικὸς η τὸ εμμηνον αιμα καταχέῃ αὐτῆς. καὶ τότε δὲ τοῖς ἁψαμένοις θάνατός ἐστι προφανής, εἰ μὴ τύχῃ τις αὐτὴν ἐκείνην ἀπενεγκάμενος τὴν ῥίζαν ἀπηρτημένην ἐκ τῆς χειρός. ἁλίσκεται δὲ καὶ καθ' ετερον τρόπον ἀκινδύνως. κύκλῳ γὰρ αὐτὴν περιορύσσουσιν, ὡς ειναι τὸ τῇ γῇ κρυπτόμενον τῆς ῥίζης βραχύτατον, ειτ' ἐξ αὐτῆς ἀποδοῦσι κύνα, κἀκείνου τῷ δήσαντι συνακολουθεῖν ὁρμήσαντος, ἡ μὲν ἀνασπᾶται ῥᾳδίως, θνήσκει δ' εὐθὺς ὁ κύων· φόβος δ' οὐδεὶς τοῖς μετὰ ταῦτα λαμβάνουσιν. εστι δὲ διὰ μίαν ἰσχὺν περισπούδαστος. τὰ γὰρ καλούμενα δαιμόνια καί τισιν εἰσδυόμενα αυτη ταχέως ἐξελαύνει, καν μόνον τοῖς νοσοῦσι προσενεχθῇ. Τοῦτο τὸ φρούριον ὁ Βάσσος παραστήσασθαι θέλων, τὴν πρὸς ἀνατολὰς αὐτοῦ φάραγγα χῶσαι ἀπεπειρᾶτο. οἱ δ' ἐναπειλημμένοι τῶν ̓Ιουδαίων ενδον ἀπὸ τῶν ξένων διακριθέντες ἐκείνους μὲν ἠνάγκασαν 2.79 ἐν τῇ κάτω πόλει παραμένειν, τὸ δ' ανω φρούριον ειχον αὐτοί. ἐποιοῦντο μέντοι τὰς ἐξόδους προθύμως ἀνὰ πᾶσαν ἡμέραν, καὶ τοῖς τυχοῦσι συμπλεκόμενοι πολλοὶ μὲν εθνησκον, πολλοὺς δὲ τῶν ̔Ρωμαίων ἀνῄρουν πονοῦντας ἐπὶ τοῖς χώμασιν. ̓Εκ δέ τινος συντυχίας ἡ τοῦ φρουρίου παράδοσις γέγονε καὶ τῶν χωμάτων χωρίς. νεανίας τις ην ἐν τοῖς πολιορκουμένοις τόλμῃ θρασὺς καὶ κατὰ χεῖρα δραστήριος ̓Ελεάζαρ καλούμενος, ος ἐξιέναι καὶ κωλύειν τὴν χῶσιν παρακαλῶν τοὺς πολλούς, ἐν ταῖς μάχαις ἐπιφανέστατος γέγονε, πολλὰ δεινὰ τοὺς ̔Ρωμαίους διατιθείς. καί ποτε τῆς μάχης διακριθείσης αὐτὸς μείνας εξω τῶν πυλῶν τοῖς ἐπὶ τοῦ τείχους ὡμίλει. ̔Ροῦφος δέ τις τοῦ ̔Ρωμαϊκοῦ στρατοπέδου, τὸ γένος Αἰγύπτιος, ἐξαίφνης ἐπιδραμών, σὺν οπλοις αὐτοῖς τὸν ̓Ελεάζαρ ἀράμενος φθάνει μεταθεὶς εἰς τὸ ̔Ρωμαίων στρατόπεδον. τοῦ δὲ στρατηγοῦ γυμνωθῆναι κελεύσαντος αὐτὸν καὶ μαστίζεσθαι βλεπόντων τῶν ἐκ τῆς πόλεως, ἀθρόα ἡ πόλις ἀνῴμωξε. τοῦτο κατὰ τῶν πολεμίων ὁ Βάσσος στρατήγημα ἐποιήσατο, καὶ σταυρὸν προσέταξε καταπήγνυσθαι, ὡς αὐτίκα κρεμάσων τὸν ̓Ελεάζαρον. οἱ δ' ἀπὸ τοῦ φρουρίου ὁρῶντες ὠδυνῶντο μᾶλλον καὶ ἀνῴμωζον διωλύγιον. καὶ ὁ ̓Ελεάζαρ ἱκέτευε σφᾶς μήτ' αὐτὸν περιιδεῖν ουτω θνήσκοντα καὶ ἑαυτοῖς τὴν σωτηρίαν προμηθεύσασθαι, ειξασι τῇ ̔Ρωμαίων ἰσχύϊ καὶ τύχῃ. οἱ δὲ καὶ πρὸς τοὺς ἐκείνου κατακλώμενοι λόγους, καὶ πολλῶν ενδον ὑπὲρ αὐτοῦ δεομένων, ην γὰρ ἐκ μεγάλης καὶ σφόδρα πολυανθρώπου συγγενείας, εἰς οικτον ἐνέδωκαν. καὶ στείλαντες τὴν τοῦ φρουρίου παράδοσιν ἐπηγγέλλοντο, ινα ἀδεεῖς ἀπαλλάττωνται, τὸν ̓Ελεάζαρ λαβόντες. 2.80 ∆εξαμένου δὲ τοῦ στρατηγοῦ ταῦτα, οἱ ἐν τῇ κάτω πόλει τὴν γινομένην ἰδίᾳ τοῖς ̓Ιουδαίοις πυθόμενοι σύμβασιν, ἀποδρᾶναι νυκτὸς αὐτοὶ ἐβουλεύσαντο. καὶ τὰς πύλας αὐτῶν ἀνοιξάντων, παρὰ τῶν τὴν ὁμολογίαν πεποιημένων πρὸς τὸν Βάσσον ηκε μήνυσις. οἱ μὲν ουν τῶν ἐξιόντων ἐρρωμενέστατοι εφθασαν διεκπεσεῖν, τῶν δ' ενδον καταληφθέντων ανδρες μὲν ἀνῃρέθησαν ἐπὶ χιλίοις ἑπτακόσιοι, γύναια δὲ καὶ παῖδες ἠνδραποδίσθησαν. τὰς δὲ πρὸς τοὺς παραδόντας τὸ φρούριον ὁμολογίας φυλάσσων ὁ Βάσσος αὐτούς τε ἀφῆκε καὶ τὸν ̓Ελεάζαρ ἀπέδωκε. Ταῦτα διαπραξάμενος ἠπείγετο ἐπὶ τὸν λεγόμενον ̓Ιάρδην δρυμόν· πολλοὶ γὰρ πρὸς αὐτὸν ησαν τῶν κατὰ τὰς πολιορκίας πρότερον ἀποδράντων. ἐλθὼν ουν ἐπὶ τὸν τόπον, κυκλοῦται αὐτὸν τοῖς ἱππεῦσιν απαντα,