226
ἀρχή· τὸ πρῶτον φῶς. η αστρον ἡμεροφαὲς λαμπρότατον, τῇ τετάρτῃ σφαίρᾳ συμπεριφερόμενον. Ηλοσ. παρὰ τὸ ιημι, τὸ πέμπω, ὁ μέλλων ησω, καὶ ἐξ αὐτοῦ ηλος. ̓Ηλίασ. κύριον. (Θηλυκόν.) ̓Ηλακάτη. ἐργαλεῖον γυναικῶν. ἡ λεγομένη ἀνέμη. καὶ τὸ βέλος· ὡς τό· Ηρη δ' ἀνέστη χρυσηλάκατος. ̓Ηλέκτρα. ονομα κύριον. καὶ πόλις Θηβῶν. eta.986 ̓Ηλίβατοι πέτραι. ὑψηλαί. ἀπὸ τοῦ βαίνειν ἐκεῖσε τὸν ηλιον. ̓Ηλιτενὴς πέτρα. ὑψηλή. ̔Ηλιούπολις· Ηλις, Ηλιδοσ. ὀνόματα πόλεων. ̔Ηλίασισ. ἡ τοῦ ἡλίου θέρμη. ̓Ηλία. χώρα. ̔Ηλιαία. ἡ ἐκ τῶν πολλῶν συναγωγή. ἡ μεταφορὰ ἀπὸ τῆς θαλάσσης, οτι ἐκ πολλῶν συνάγεται. παρὰ τὸ ἁλὸς, γενικὴ, γίνεται αλις ἐπίῤῥημα, ἐξ ου γίνεται κτητικὸν ἁλιαία καὶ ἡλιαία. ἀφ' ης καὶ ἡλιαστικὸς ορκος, ὁ ἐκ συναγωγῆς γενόμενος. η παρὰ τὸ ἁλίζεσθαι, τὸ συναθροίζεσθαι, ἁλιαία καὶ ἡλιαία. εστι δὲ τὸ μέγιστον δικαστήριον ̓Αθήνῃσιν, ἐν ῳ τὰ δημόσια τῶν πραγμάτων ἐκρίνετο. η βουλὴ συνεστῶσα ἐξ ἀνδρῶν χιλίων. η ελη ἡ τάξις. ̓Ηλύγη. τὸ σκότος. καὶ ἠλυγισμένον, τὸ ἐσκιασμένον. (Οὐδέτερον.) Ηλεκτρον. χάλκωμα καθαρὸν, η ἀλλότυπον χρυσίον μεμιγμένον ὑέλῳ καὶ λιθείᾳ, οιας ην κατασκευῆς ἡ τῆς ἁγίας Σοφίας τράπεζα, ὁ πανeta.987 εξαίρετος τοῦ θεοῦ ναός. παρὰ τὸν ηλιον, ος ἠλέκτωρ ὀνομάζεται. η παρὰ τὸ ἑλεῖν τὰ ἐκτὸς ηλεκτον καὶ ηλεκτρον· τριβόμενον γὰρ ἁρπάζει τὰ πελάζοντα φρύγανα. ̔Ηλίκον. μέγα. ̓Ηλιτόμηνον. τὸ γεννηθὲν παρὰ μῆνα, η τὸ ἁμαρτάνον τῆς γεννήσεως τοῦ ἐνδεχομένου καιροῦ. ἀλιταίνειν γὰρ τὸ ἁμαρτάνειν. ̔Ηλιοτρόπιον. *ὡρογεῖον*, ὡρολόγιον. ̓Ηλύσιον πεδίον. τερπνὸν, θαυμαστὸν, αφθαρτον, ἀκήρατον, θεῖον, ο καὶ παράδεισον λέγουσιν οἱ Ελληνες. ἠλύσιον δὲ ἀπὸ τοῦ λύσιν μὴ εχειν. ̓Ηλίβατον. τὸ ὑψηλόν. ( ̔Ρῆμα.) ̓Ηλασκάζων. πλανώμενος· περιερχόμενος. καὶ ἠλασκάζω καὶ ἠλάσκω τὸ περὶ αὐτὸ πλανᾶσθαι καὶ διατρίβειν. εστιν ἀλῶ τὸ πλανῶ. παρὰ τούτου ἀλάσκω, ὡς γηρῶ γηράσκω, καὶ ἠλάσκω, ὡς ἀλέκτωρ ἠλέκτωρ, ἀπεδανὸς ἠδανός. ἐκ δὲ τοῦ ἠλάσκω ἠλασκάζω, ὡς ῥίπτω ῥιπτάζω. αι τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσι. καί· -ἐμὸν μένος ἠλάσκουσι. ̓Ηλαζονεύετο. ἀντὶ τοῦ ἐψεύδετο. ̓Αριστοφάνης· eta.988 ἠλαζονεύεθ', ινα φοβηθείην ἐγώ- Ηλατο. ἐπήδησεν. ἠλᾶτο δὲ ἀντὶ τοῦ ἐπλανᾶτο. καὶ ὁ μὲν τῶν νόμων ἡττώμενος ἠλᾶτο. ̓Ηλάσκοντο. ἐπλανῶντο. Ηλασεν. ἀντὶ τοῦ ἀπήλασεν. η εσκαψεν. η επληξεν. ̓Ηλάστρεον. ἐδεινοπάθουν. Ηλαλκον. ἀπεσόβουν. εστι ῥῆμα αλκω, ὁ μέλλων αλξω, ἐξ ου ῥῆμα ονομα αλξ, ου ἡ γενικὴ ἀλκὸς, ἡ δοτικὴ ἀλκί. ἐκ τοῦ αλκω ῥήματος ὁ δεύτερος ἀόριστος αλκον καὶ ἡ μετοχὴ ἀλκὼν, καὶ κατὰ ἀναδιπλασιασμὸν αλαλκον καὶ ἀλαλκὼν, καὶ ηλαλκον. καλλίον δέ ἐστιν ἀπὸ τοῦ περισπωμένου θέματος λέγειν αὐτὸ, ἀπὸ τοῦ ἀλκῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν ἀλαλκῶ, ἀλαλκήσω, καὶ τὸ ἀπαρέμφατον ἀλαλκεῖν, καὶ ὁ δεύτερος ἀόριστος ηλαλκον. Ηλεγχον. ἐφανεροποίουν. η ἀνέκρινον. ὡς Ξενοφῶν· οἱ δὲ τοὺς αἰχμαλώτους συναγαγόντες ηλεγχον τὴν πᾶσαν κύκλῳ χώραν, τίς ἑκάστῳ ειη. ̓Ηλεύατο. ἐξέκλινεν. ̓Ηλήλατο. ἐνεπάγη. ̓Ηληλίμμην. ἐχριόμην. ̓Ηλιθιάζω. ἀναισθητῶ, μωραίνω. ἑκουσίως μωρὸν ὑποκρίνομαι. νοῦς οὐκ ενι ταῖς κόμαις, eta.989 οτε μ' οὐ φρονεῖν νομίζετ', ἐγὼ δ' ἑκὼν ταῦτ' ἠλιθιάζω. ̓Ηλισγημένοσ. μεμιασμένος, μεμολυσμένος. ̓Ηλυγισμένον. τὸ ἐσκιασμένον, η τὸ ἐσκοτισμένον. ἀπὸ τοῦ ἠλύγη, ἡ νύξ. ̓Ηλισκάζειν. ἐκκλίνειν. ̓Ηλαίνω. τὸ μωραίνω. τοῦ Ψελλοῦ· κορωνὶς τὸ κεφάλαιον, ἠλαίνω τὸ μωραίνω. Τὸ Η μετὰ τοῦ Μ. ( ̓Αρσενικόν.) ̓Ημαθίωνοσ. κύριον. ̓Ημαθόεις, ἠμαθόεντοσ. ητοι ἀμμώδους. ̔Ημεροδρόμοσ. ὁ ηλιος. καὶ ὁ πεζοδρόμος. ̔Ημεδαπῶν. ἐγχωρίων. ̔Ημερόκοιτοσ. ὁ κλέπτης. ̔Ημεροσκόποι. οἱ ἐν ἡμέρᾳ φρουροῦντες. ̔Ημεροβαπτισταί. οι τὰ αὐτὰ φρονοῦσι τοῖς γραμματεῦσι καὶ φαρισαίοις. τοῦτο δὲ περιττὸν κέκτηνται, τὸ καθ' ἡμέραν βαπτίζεσθαι. λέγουσι γὰρ μὴ ειναι ζωὴν ἀνθρώπῳ, εἰ μήτι αρα καθ' ἑκάστην βαπτίζοιτό τις ἐν υδατι, eta.990 ἀπολουόμενος καὶ ἁγνιζόμενος ἀπὸ πάσης αἰτίας. ̔Ημετέρειοσ. εστι κτητικὸν, σημαίνει δὲ τὸν τοῦ ἡμετέρου. διὰ τῆς ει διφθόγγου