226
καὶ τοῖς θαυμασίοις πατριάρχαις, τῷ Ἀβραὰμ, καὶ τῷ Ἰσαὰκ, καὶ τῷ Ἰακὼβ, καὶ τῷ θεσπεσίῳ ∆αβὶδ ὑπέσχετο ὁ τῶν ὅλων Θεὸς, ἐκ τοῦ σπέρ ματος αὐτῶν κατὰ σάρκα τὸν Χριστὸν ἀναστήσειν, καὶ σωτηρίαν δι' αὐτοῦ πᾶσιν ἀνθρώποις παρ έξειν. ∆ιαθήκην ἐκάλεσε τὴν πρὸς τοὺς πατέρας γεγενημένην ἐπαγγελίαν. Τὴν γὰρ διαθήκην οἱ ἄλ λοι ἑρμηνευταὶ συνθήκην εἰρήκασι. Γένος δὲ αὐ τοῦ, τὸν Ἰσραὴλ κέκληκεν, ἐπειδὴ ἐξ Ἰουδαίων ὁ Χριστὸς κατὰ σάρκα, ᾗ φησιν ὁ Ἀπόστολος. ∆έδωκά σε τοίνυν [ἔφη] εἰς διαθήκην γένους· τουτέστιν ὥστε πληρῶσαι τὰς πρὸς Ἰουδαίους γεγενημένας συνθήκας· ἀλλ' εἰς φῶς, οὐκ ἔτι Ἰουδαίων, ἀλλ' ἐθνῶν. Οὗτοι γὰρ διὰ τῆς πίστεως τῆς σωτηρίας μετέλαχον· [ὁμολογήσαντες αὐτὸν καὶ ὁμολογοῦν τες Θεὸν ἐκ Θεοῦ.] Ἐκεῖνοι δὲ τὸν ζόφον τῆς ἀπι στίας ἠγάπησαν. Τοῦτο καὶ ἐνταῦθα ὁ μακάριος ἔφη ∆αβίδ· "Ἐμνήσθη τοῦ ἐλέους αὑτοῦ τῷ Ἰακὼβ, καὶ τῆς ἀληθείας αὑτοῦ τῷ οἴκῳ Ἰσραὴλ·" τὰς γὰρ πρὸς ἐκείνους γεγενημένας ἐπαγγελίας ἐπλήρωσεν. Εἶδον μέντοι πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Οὐ γὰρ Ἰουδαίοις μόνοις ἀνέτειλεν, ἀλλὰ πᾶσιν ἀνθρώποις τῆς ἀληθείας τὸ φῶς. δʹ. "Ἀλαλάξατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ, ᾄσατε, καὶ ἀγαλλιᾶσθε, καὶ ψάλατε." Ἐπειδὴ τοίνυν ἅπαν τες τῆς πικρᾶς τοῦ διαβόλου τυραννίδος ἠλευθερώ θητε, τὸν ἐπινίκιον ὕμνον τῷ σεσωκότι Θεῷ προσενέγκατε. Ὁ γὰρ ἀλαλαγμὸς νικώντων φωνή. ∆ιὸ πληροῦμεν τὸ κελευσθέν. Τοῦτον γὰρ τὸν ὕμνον ἀλαλάζοντες καὶ βοῶντες κατὰ τὸν μυ 80.1661 στικὸν καιρὸν προσφέρειν εἰώθαμεν τῷ Θεῷ, ᾄδοντες, καὶ ψάλλοντες, καὶ μετὰ πάσης εὐθυμίας χορεύοντες. εʹ. "Ψάλατε τῷ Κυρίῳ ἐν κιθάρᾳ, καὶ φωνῇ ψαλμοῦ." Καὶ τοῦτον δὲ τὸν νόμον ἔστιν ἰδεῖν δι ηνεκῶς ἐν ταῖς ἐκκλησίαις πληρούμενον. Τῇ γὰρ πνευματικῇ κιθάρᾳ τὴν θείαν ἀνακρουόμεθα μελ ωδίαν. Ποιοῦμεν δὲ καὶ ἡμεῖς λογικὰς κιθάρας τὰ ἡμέτερα σώματα, καὶ χρώμεθα, ἀντὶ μὲν χορδῶν τοῖς ὀδοῦσιν, ἀντὶ δὲ χαλκοῦ τοῖς χείλεσι, πλήκτρου δὲ παντὸς ὀξύτερον ἡ γλῶττα κινουμένη τὴν ἐναρ μόνιον ἀποτελεῖ τῶν κρουσμάτων ἠχήν. Κινεῖ δὲ τὴν γλῶτταν ὁ νοῦς, οἷόν τις μουσικὸς μετ' ἐπιστήμης ποιούμενος τὴν ταύτης μετάβασιν· αὕτη τῷ Θεῷ ἡ κιθάρα τῆς ἀψύχου θυμηρεστέρα Καὶ μάρτυς αὐτὸς διὰ τοῦ προφήτου πρὸς Ἰουδαίους βοῶν· "Ἀπόστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ φωνὴν ὀργά νων σου οὐκ ἀκούσομαι." ʹ. "Ἐν σάλπιγξιν ἐλαταῖς, καὶ φωνῇ σάλπιγγος κερατίνης." Σάλπιγγα πολλάκις τὴν βοὴν ἡ θεία καλεῖ Γραφή. Οὕτως ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις φησίν· "Ὅτ' ἂν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν· ἀντὶ τοῦ, Μὴ κηρύξῃς, μηδὲ δήλην ἅπασι καταστήσῃς· ἵνα μὴ τῇ κενῇ δόξῃ τὸν τῆς φιλανθρωπίας λυμήνῃ καρπόν. Καὶ ἐνταῦθα τοίνυν σάλπιγγα τὴν διδα σκαλίαν καλεῖ, δι' ἧς καὶ τὰς εἰς ἡμᾶς γεγενημέ νας εὐεργεσίας μανθάνομεν, καὶ τοὺς ὀνησιφόρους παιδευόμεθα νόμους. Ἐλατὰς δὲ σάλπιγγας τὰς χαλκᾶς λέγει· κερατίνας δὲ, τὰς ἐκ κεράτων γε γενημένας. Ταύταις δὲ Ἰουδαίους χρῆσθαι σύν ηθες ἦν. Σκιὰ δὲ τῶν ἡμετέρων παρ' ἐκείνοις ἐπολι τεύετο. Ὥσπερ τοίνυν ἐκεῖνοι τὸν ἄλογον ἔθυον ἀμνὸν, ἡμεῖς δὲ τὸν σωτήριον, [τὸν ἐκ Θεοῦ Θεὸν,] τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου· οὕτως ἐκεῖνοι ταῖς ἀψύχοις ἐκέχρηντο σάλπιγξιν, ἡμεῖς δὲ ταῖς ἐμψύχοις καὶ λογικαῖς. Σάλπιγγες τοίνυν ἡμῶν οἱ θεῖοι ἀπόστολοι, καὶ οἱ θεσπέσιοι προφῆται, καὶ οἱ μετ' ἐκείνους τοῦ διδασκαλικοῦ τετυχηκότες χαρίσμα τος. "Ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως Κυρίου." Τὸν ἐπινίκιον ὕμνον προσενέγκατε τῷ βασιλεῖ καὶ δεσπότῃ τῶν ὅλων. ζʹ. "Σαλευθήτω ἡ θάλασσα, καὶ τὸ πλήρωμα αὐ τῆς, ἡ οἰκουμένη, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ." Ὁ δὲ Σύμμαχος οὕτως· Ἠχείτω ἡ θάλασσα σὺν πληρώματι αὐτῆς· ἡ οἰκουμένη, καὶ οἱ κατοικοῦντες αὐτήν. ∆ιαφερόντως δὲ ἐν ταῖς πολυανθρώποις πόλεσιν ἔστιν ἰδεῖν τῆς προφητείας τὸ τέλος. Θάλατταν γὰρ κυμαίνουσαν τῶν εὐσεβῶν λαῶν ἐν ταῖς ἐκκλησίαις μιμεῖται τὸ πλῆθος. Τοι αύτη δὲ καὶ ἡ τῶν ψαλλόντων ἠχή. Κατὰ δὲ τοὺς 80.1664 Ἑβδομήκοντα, τῶν τὴν θάλασσαν καὶ γῆν οἰκούντων ὁ προφητικὸς λόγος τὴν