226
ὑμετέραις μεγαλύνατε τέχναις· ἀμαυρότερον παρ' ἐμοῦ τὸν στεφανίτην γραφέντα τοῖς τῆς ὑμετέρας σοφίας περιλάμψατε χρώμασιν. ἀπέλθω τῇ τῶν ἀριστευμάτων τοῦ μάρτυρος νενικημένος γραφῇ. χαίρω τῇ τοιαύτῃ τῆς ὑμετέρας ἰσχύος σήμερον νίκῃ ἡττώμενος· ἴδω τῆς χειρὸς πρὸς τὸ πῦρ ἀκριβέστερον παρ' ὑμῶν γραφομένην τὴν πάλην, ἴδω φαιδρότερον ἐπὶ τῆς ὑμετέρας τὸν παλαιστὴν γεγραμ μένον εἰκόνος. κλαυσάτωσαν δαίμονες καὶ νῦν ταῖς τοῦ μάρτυρος ἐν ὑμῖν ἀριστείαις πληττόμενοι· φλεγομένη πάλιν αὐτοῖς ἡ χεὶρ καὶ νικῶσα δεικνύσθω. ὁρᾷς ὅπως ὁ μὲν προτίθησι τῆς λογογραφίας τὴν ζωγραφίαν, ἐν ᾗ ἡλίκη ἡ ἐκθείασις, ὡς καὶ κλαίειν τοὺς δαίμονας, ὁ δὲ πηλίκως πως σεβαστὴν τὴν εἰκονουργίαν κέκληκεν, ὡς ἑταιρίδος σωφρονισμὸν ὑπάρξασαν; εἶτα πάλιν πῶς ὁ ἕτερος οὐκ ἄδακρυς ἐκ τῆς γραφικῆς θέας ἄπεισιν, ἐν τῇ γραφῇ ἀθλοῦσαν βλέπων τὴν μάρτυρα; πάλιν πῶς ὁ ἄλλος ἠγαπημένην καλεῖ τὴν κηρόχυτον γραφήν, ὡς ἐν αὐτῇ ἰδὼν τὰ πρωτότυπα; ἔπειτα καὶ ὁ μετ' αὐτούς, πῶς οὐδ' αὐτὸς ἐκ τῆς γραφῆς τῆσδε ἄδακρυς ἄπεισιν, ὡς αὐτὴν ὑπολαβὼν τὴν αὐτοψίαν; ἴδε ὅσα τὰ ὀνησιφόρα, σκόπησον πηλίκα τὰ ὠφέλιμα. καὶ ἐπειδὴ ἐρωτήσας ἤκουσας οὐ παρὰ τοῦδε καὶ τοῦδε σμικρῶν ἀνθρώπων καὶ οὐδαμινῶν, πρὸς αὐτῶν δὲ τῶν πνεύματι θεοῦ φθεγξαμένων καὶ βροντώντων τὴν ὑπ' οὐρανόν, φράσον καὶ τὸ συμπέρασμα τοῦ λόγου, ὦ δογματιστά. "4ἀλλ' εὔδηλον ὡς ματαία ἡ τοιαύτη ἐπίνοια καὶ διαβολικῆς μεθοδείας εὕρεμα"5. εὔκαιρον ἐνταῦθα ἐκβοῆσαι μέγα· ἔκστηθι, οὐρανέ, ἐπὶ τούτῳ, ὅτι ματαίαν ἐπίνοιαν καὶ εὕρεμα μεθοδείας διαβόλου τὰ παρὰ τῶν θεοφόρων ἱερὰ δόγματα ἐκπέφασται. ἀλλ' οὐχ οὕτως, ὦ πλάνων μέγιστε, τοὐναντίον δὲ ἐπὶ σοὶ ἀναθετέον τὰ τῆς γλώσσης σου ἀμαρύγματα. Ἐπεὶ οὖν τέλος ἔχει τὸ ὕφος, ἐκεῖνο βούλομαί σε, ἀδελφέ, εἰδέναι, ὅτι, ἅσπερ προφέρουσι χρήσεις οἱ εἰκονομάχοι, αἱ μὲν προδήλως αἱρετικῶν (οὐ γὰρ ἔστιν, οὐκ ἔστι μὴ οὐχὶ παρυφίστασθαι τῇ ἀληθείᾳ τὸ ψεῦδος, ὡς καὶ τῷ σίτῳ τὰ ζιζάνια), αἱ δὲ πατέρων ἁγίων, στρεβλῶς ὑπὸ τῆς ἐσκοτισμένης αὐτῶν διανοίας ἐκλαμβανόμεναι, αἱ δὲ παντάπασιν ἀλλόκοτοι, τὰ κατὰ εἰδώλων τῇ εἰκόνι Χριστοῦ ἀνάπτουσαι· ὧν οὐ δεῖ ὡς ἔτυχεν προσίεσθαι φωνὴν οὔτε μὴν συναίρειν λόγον αἱρετικοῖς παρὰ τὴν ἀποστολικὴν νομοθεσίαν. Τὸ λοιπὸν σῴζοιο, τέκνον, καί με σῴζεσθαι προσεύχου. τ381-429 {1ΤΟΥ ΑΥΤΟΥ ΒΙΒΛΙΟΝ ˉˉΒ 381 Θεόδωρος ταῖς πανταχοῦ διεσπαρμέναις ἀδελφότησιν. κατηχητική}1 Χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη· δίκαιον γὰρ ἀπὸ φωνῶν ἀποστολικῶν τοῖς διὰ Χριστὸν δεδιωγμένοις ἐπιφθέγγεσθαι. εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ἀνοίξας ἡμῖν τοῖς ταπεινοῖς θύραν, καίπερ τηρουμένοις ἀσφαλῶς, τῇ διὰ τοῦ γράμματος ὁμιλίᾳ συναφθῆναι ὑμῖν τοῖς ἠγαπημένοις ἀδελφοῖς ἡμῶν. ὄντως ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται, κἂν δεσμεῖν οἱ κρατοῦντες οἴωνται· ὄντως μέγα ὀφείλομεν χαίρειν, ὅτι ὁρῶμεν ἐν ἡμῖν αὐτοῖς τοῖς ἁμαρτωλοῖς τὰς ἐκβάσεις τῶν θείων προρρήσεων. δεῦτε, εἴπωμεν, ἀδελφοί, μετὰ τοῦ ἀποστόλου· τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ; θλῖψις ἢ στενοχωρία ἢ λιμὸς ἢ διωγμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; μὴ γὰρ δι' ἑαυτὸν μόνον ταῦτα εἴρηκεν, ἀλλ' οὐχὶ καὶ ὑπὲρ ἡμῶν, ἵνα καὶ ἡμεῖς τοιαύτῃ διαθέσει τὰ πρὸς θεὸν ἔχωμεν; ὥστε μὴ ἐκκακῶμεν ἐν οἷς ἐσμεν θλιβεροῖς, ἀλλ' ἀγαπῶμεν καὶ τὰ ἐλλείποντα παθήματα ὑποῖσαι μετὰ χαρᾶς· χαρὰ γάρ ἐστιν ἀνεκλάλητος ὑπὲρ Χριστοῦ καὶ μετὰ Χριστοῦ πάσχειν, καθὼς ἔδειξαν οἱ ἅγιοι πάντες μέχρι Θαδδαίου τοῦ ἡμετέρου μάρτυρος καὶ οὗτινος ἄλλου ὁμολογητοῦ μετόπισθεν ἀπάραντος ἢ ἐκ φυλακῆς ἢ καὶ ἔκ τινος ἄλλου φυγαδείας τόπου καλῇ προθυμίᾳ καὶ ἀξιοδιώκτῳ πράξει. Γενοίμεθα, ἀδελφοί μου, καὶ ἡμεῖς μάρτυρες τοιουτοτρόπως ἐν τῷ ἀεὶ παρεσκευάσθαι συλληφθῆναι, ὁμολογῆσαι, φραγελλωθῆναι, ἀποθανεῖν. τοῦτό ἐστι καθ' ἡμέραν μαρτυρεῖν, τοῦτο καθ' ἡμέραν ἀποθνήσκειν, ἐξ οὗ καθαίρεσθαι συμβαίνει τὴν ψυχήν, ἀναχωρεῖν τῶν παθῶν,