1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

226

υἱῷ αὐτῆς ἀντιταττομένους καὶ καταισχύνοντας αὐτόν. Ῥώμης ἐπίσκοπος Λέων ἔτη ηʹ. ζʹ. ιβʹ. αʹ. ιγʹ. Τούτῳ τῷ ἔτει, μηνὶ Σεπτεμβρίῳ, ἐξῆλθεν ὁ βασιλεὺς σὺν τῇ μητρὶ αὐτοῦ ἐν τῇ Προύσῃ θερμίσαι· καὶ τῇ ζʹ τοῦ Ὀκτωβρίου μηνὸς τῆς εʹ ἰνδικτιῶνος ἐτέχθη τῷ βασιλεῖ υἱός, ὃν ἐπωνόμασε Λέοντα· καὶ μαθὼν ὁ βασιλεύς, καταλιπὼν τὴν μητέρα αὐτοῦ ἐν τοῖς θερμοῖς σὺν πάσῃ τῇ βασιλικῇ τάξει καὶ τοῖς ἄρχουσι δρομαῖος ἐπὶ τὴν πόλιν ὑπέστρεψεν. εὑροῦσα δὲ διωρίαν ἡ τούτου μήτηρ προσελάλησε καὶ ὑπέσυρε δωρεαῖς καὶ ὑποσχέσεσι τοὺς τῶν ταγμάτων ἄρχοντας πρὸς τὸ καθελεῖν τὸν υἱὸν αὐτῆς καὶ μονοκρατορῆσαι αὐτήν, τοὺς μὲν δι' ἑαυτῆς θωπεύσασα, τοὺς δὲ διὰ τῶν ἀνθρώπων αὐτῆς, καὶ εἵλκυσε πάντας πρὸς ἑαυτὴν καὶ ἐξεδέχετο ἡμέραν εὑρεῖν ἐπιτήδειον. ἐν δὲ τῇ Ῥώμῃ τελευτήσαντος τοῦ πάπα Ἀδριανοῦ, χειροτονεῖται Λέων, ἀνὴρ τιμιώτατος καὶ κατὰ πάντα αἰδέσιμος. τῷ δὲ Μαρτίῳ μηνὶ ἐξῆλθεν ὁ βασιλεὺς κατὰ Ἀράβων ἔχων μεθ' ἑαυτοῦ Σταυράκιον τὸν πατρίκιον καὶ λοιποὺς φίλους τῆς μητρὸς αὐτοῦ καὶ ἐκλογὴν μονοζώνων στρατιωτῶν ἐξ ἀμφοτέρων θεμάτων χιλιάδας κʹ. ἰδόντες δὲ οἱ περὶ Σταυράκιον τὴν προθυμίαν τοῦ λαοῦ καὶ τοῦ βασιλέως ἐφοβήθησαν, μήπως πολεμήσας νικήσῃ, καὶ ἀστοχήσωσι τῆς κατ' αὐτοῦ βουλῆς. καὶ δωροδοκήσαντες τοὺς τῆς βίγλας ἔπεισαν αὐτοὺς ψεύσασθαι, ὅτι ἔφυγον οἱ Σαρακηνοί. ὁ γοῦν βασιλεὺς πολλὰ λυπηθεὶς ἄπρακτος εἰς τὴν πόλιν εἰσῆλθεν. καὶ τῇ αʹ τοῦ Μαΐου μηνὸς τέθνηκεν ὁ υἱὸς αὐτοῦ Λέων, καὶ ἐθρήνησεν αὐτὸν σφόδρα. τῇ δὲ ιζʹ τοῦ Ἰουλίου μηνός, ἰνδικτιῶνος εʹ, ἡμέρᾳ εʹ, ἐξ ἱππικοῦ ἀγῶνος περάσαντος τοῦ βασιλέως ἐν τῷ ἁγίῳ Μάμαντι ἐπέρασαν κατ' αὐτοῦ οἱ τῶν ταγμάτων προλαλημένοι, ὥστε πιάσαι αὐτόν. ὁ δὲ τοῦτο μαθὼν εἰσῆλθεν εἰς τὸ χελάνδιν αὐτοῦ 472 καὶ ἐπέρασεν εἰς Πύλας βουλόμενος εἰς τὸ θέμα τῶν ἀνατολικῶν προσφυγεῖν. συνῆσαν δὲ αὐτῷ καὶ οἱ τῆς μητρὸς αὐτοῦ φίλοι ἀγνοούμενοι παρ' αὐτοῦ. ἐξῆλθε δὲ καὶ ἡ γυνὴ αὐτοῦ ἕως τοῦ Τρίτωνος. συμβουλευσάμενοι δὲ οἱ συνόντες αὐτῷ φίλοι τῆς μητρὸς αὐτοῦ εἶπον πρὸς ἑαυτούς· "ἐὰν ἐπισωρευθῇ αὐτῷ λαός, οὐκέτι κυριεύεται, καὶ οὐ λανθάνομεν αὐτόν, καὶ ἀπολεῖ ἡμᾶς." καὶ ἡ μήτηρ δὲ αὐτοῦ ἐπισωρεύσασα ἐν τοῖς Ἐλευθερίου τοὺς τῶν ταγμάτων προλαληθέντας αὐτῇ εἰσῆλθεν ἐν τῷ παλατίῳ, καὶ μαθοῦσα τὴν τοῦ λαοῦ πρὸς τὸν βασιλέα συνδρομὴν ἐφοβήθη λίαν, καὶ ἐσκέπτετο ἀπολῦσαι ἐπισκόπους πρὸς αὐτὸν καὶ λαβεῖν λόγον καὶ καθίσαι εἰς γωνίαν. ἔγραψε δὲ λάθρα πρὸς τοὺς συνόντας αὐτῷ φίλους αὐτῆς, ὅτι "εἰ μὴ ποιήσητέ τινα τρόπον καὶ παραδώσητε αὐτόν, τοὺς λόγους, οὓς ἔχετε μετ' ἐμοῦ, μηνῦσαι ἔχω τῷ βασιλεῖ." οἱ δὲ φοβηθέντες ἐκράτησαν αὐτὸν εἰς παράκλησιν, καὶ εἰσενέγκαντες εἰς τὸ χελάνδιν τῷ σαββάτῳ πρωῒ κατέλαβον ἐν τῇ πόλει, τῇ ιεʹ τοῦ Αὐγούστου μηνός, καὶ ἀπέκλεισαν αὐτὸν ἐν τῇ Πορφυρᾷ, ἔνθα καὶ ἐγεννήθη. καὶ περὶ ὥραν θʹ ἐκτυφλοῦσιν αὐτὸν δεινῶς καὶ ἀνιάτως πρὸς τὸ ἀποθανεῖν αὐτόν, γνώμῃ τῆς μητρὸς αὐτοῦ καὶ τῶν συμβούλων αὐτῆς. ἐσκοτίσθη δὲ ὁ ἥλιος ἐπὶ ἡμέρας ιζʹ καὶ οὐκ ἔδωκε τὰς ἀκτῖνας αὐτοῦ, ὥστε πλανᾶσθαι τὰ πλοῖα καὶ φέρεσθαι, καὶ πάντας λέγειν καὶ ὁμολογεῖν, ὅτι διὰ τὴν τοῦ βασιλέως τύφλωσιν ὁ ἥλιος τὰς ἀκτῖνας ἀπέθετο· καὶ οὕτω κρατεῖ Εἰρήνη, ἡ μήτηρ αὐτοῦ. Τῷ δ' αὐτῷ ἔτει καὶ οἱ τῆς Ῥώμης, συγγενεῖς τοῦ μακαρίου πάπα Ἀδριανοῦ, συγκινήσαντες τὸν λαὸν ἐστασίασαν κατὰ Λέοντος τοῦ πάπα, καὶ κρατήσαντες ἐτύφλωσαν αὐτόν· οὐ μέντοι ἠδυνήθησαν τελέως σβέσαι τὸ φῶς αὐτοῦ, τῶν τυφλωσάντων αὐτὸν φιλανθρώπων ὄντων καὶ φεισαμένων αὐτοῦ. ὁ δὲ προσφυγὼν τῷ ῥηγὶ τῶν Φράγγων Καρούλῳ, ἠμύνατο τοὺς ἐχθροὺς αὐτοῦ πικρῶς καὶ πάλιν ἀπεκατέστησεν αὐτὸν εἰς τὸν ἴδιον θρόνον, γενομένης τῆς Ῥώμης ἀπ' ἐκείνου καιροῦ ὑπὸ τὴν ἐξουσίαν τῶν Φράγγων. ὁ δὲ 473 τὸν Κάρουλον ἀμειβόμενος ἔστεψεν αὐτὸν εἰς βασιλέα Ῥωμαίων ἐν τῷ ναῷ τοῦ ἁγίου ἀποστόλου Πέτρου, χρίσας ἐλαίῳ ἀπὸ κεφαλῆς ἕως ποδῶν καὶ περιβαλὼν βασιλικὴν ἐσθῆτα καὶ στέφος,