227
ποιοῦντα. ἡ μὲν οὖν βασιλὶς οἴκοθέν τε ὑπ' ὀργῆς πρὸς τὸ ἀμύνασθαι τὸν μέγαν, εἰ δύναιτο, δομέστικον ὡρμημένη καὶ ὑπ' ἐκείνων ἐπιπλέον ἐξαφθεῖσα, ὡς εἶχε τάχους, πρὸς βασιλέα γενομένη τὸν υἱὸν, κατηγόρει τοῦ μεγάλου δομεστίκου, ὡς βασιλειῶντος, καὶ συνεβούλευε φυλάττεσθαι τὸν ἄνδρα, ὡς τὴν εὔνοιαν ὑποκρινόμενον, ἀγνωμονήσοντα δὲ, ἢν λάβηται καιροῦ. βασιλεὺς δὲ πρὸς μὲν βασιλίδα τὴν μητέρα πολὺν ὑπὲρ μεγάλου δομεστίκου ἐποιήσατο τὸν λόγον, συκοφάντας καὶ ψευδομένους ἀποφαίνων τοὺς τὰ τοιαῦτα κατηγορηκότας. ὥσπερ δὲ καὶ ἔργοις ἐθέλων κατάδηλον ποιεῖν, ὅτι πλάσματα ἡγοῖτο τὰ τοιαῦτα, μᾶλλον 2.94 ἢ πρότερον εὐμενὴς καὶ πλείονα παρέχων τὴν ῥοπὴν καὶ ἀκριβέστερον προσέχων ἑωρᾶτο τῷ μεγάλῳ δομεστίκῳ, ὃ καὶ μᾶλλον βασιλίδα τὴν μητέρα παρεσκεύαζεν ἀνιᾶσθαι. τοὺς μὲν οὖν συκοφάντας οὕτως ἀπεσκεύαστο ὁ βασιλεὺς, ἐκείνῳ δ' ἅπαντα, περὶ ὧν ἡ βασιλὶς ἥκει, ἐξειπὼν, αὖθις βασιλικὴν ἐσθῆτα, εἰ μή του ἄλλου, τῆς γοῦν τῶν πολλῶν δόξης ἕνεκα, συνεβούλευεν ἀναλαβεῖν, ἵν' ἐκείνους τε ἀποδείξῃ ὑποπτεύοντας ἀληθῆ καὶ αὐτὸν πολλῶν πραγμάτων ἀπαλλάξῃ. ἐκεῖνος δὲ βασιλεῖ μὲν πολλὰς τῆς εἰς αὐτὸν εὐμενείας χάριτας ὡμολόγει καὶ τῆς καλοκἀγαθίας· τὸ δ' εἰς βασιλέως σχῆμα μεταμείβειν οὐ μᾶλλον ἑτέρων αἰτιῶν, ἢ τῶν συκοφαντῶν ἕνεκα οὐκ ἐθελήσειν, ἵν' αὐτῷ τούτῳ τῆς κακουργίας λαμβάνῃ δίκας παρ' αὐτῶν, ἔργοις αὐτοῖς συκυφάντας ἀποφαίνων. αὐτὸς δὲ καὶ πρὶν βασιλίδα ἥκειν, περὶ ὧν ἀφίξεται, ἔφασκεν εἰδέναι. καὶ γὰρ τῶν τὰ ἀπόῤῥητα συνειδότων αὐτῇ τινες πρότεροι ἐλθόντες τήν τε ἄφιξιν αὐτῆς περὶ ὧν γένοιτο νυνὶ, ἔνδηλον ἐποίουν τῷ μεγάλῳ δομεστίκῳ καὶ τοὺς συνεσκευακότας τὴν ἐπιβουλήν. συνεβούλευόν τε πρὸς βασιλέα συγκρούειν ἐκείνην τὸν υἱὸν φθάσαντα τὴν ἔφοδον καὶ λόγοις πεπλασμένοις τὴν βασιλέως ἐκταράττειν ψυχὴν, ἵν' ἐκείνη μηδὲν ἀνύειν ᾖ τῶν βεβουλευμένων δυνατή. ὁ δ' ἀπεπέμψατο πρὸς ὀργὴν, ὡς οὐδὲν ἄμεινον πολεμίων πρὸς αὐτὸν διακειμένους, καὶ ταῦτα φίλων περικειμένους προσωπεῖον. 2.95 οὐ γὰρ αὐτῷ προσήκειν τὰ τοιαῦτα, ἀλλὰ τοὐναντίον πᾶν, εἴ τις πρὸς μητέρα βασιλεῖ συνέβαινε διαφορὰ, πάντα ποιεῖν καὶ πραγματεύεσθαι, ἐξ ὧν ἂν διαλλάττειν ἦν. τοῦτο γὰρ γνώρισμα φιλίας ἀληθοῦς, ἃ δὲ ἐκεῖνοι συμβουλεύουσιν, ἐχθροτάτου καὶ τοὺς τρόπους διεφθαρμένου καὶ τοῦ μηδενὸς ἀξίου. αὐτὸς δὲ οὐ τὴν βασιλέως θεραπεύων δύναμιν, τὸν φιλοῦντα ὑποκρίνεσθαι, ἀλλ' ἐκ πρώτης ἡλικίας ἄχρι νῦν, θεῷ δὲ θαῤῥεῖν, ὡς καὶ μέχρι παντὸς, ἀληθὴς καὶ βέβαιος εἶναι φίλος βασιλεῖ προῃρημένος. ἡ μὲν οὖν κατὰ τοῦ μεγάλου δομεστίκου ἐνέδρα τοῦτον τὸν τρόπον διελύθη. ιεʹ. Οἱ συνεσκευακότες δὲ ὁρῶντες ἤδη ἐκείνῳ μὲν οὐδὲν δεινὸν ἐκ τῆς ἐπιβουλῆς γεγενημένον, αὐτῶν δὲ τὴν μοχθηρίαν ἐγνωσμένην, καὶ δείσαντες, μή τι διὰ ταῦτα πείσωνται δεινὸν, οἵ τε ἄλλοι τρόποις δή τισιν ἑτέροις ἐπειρῶντο τὸν μέγαν δομέστικον καταλλάττειν ἑαυτοῖς, καίτοι πρὸς ἄμυναν ὡρμημένον οὐδαμῶς· καὶ ὁ παρακοιμώμενος τήν τε πρὶν ἀδοξίαν ἐννοῶν καὶ τὴν νῦν εἰς ἣν ἐληλάκει εὐδοξίαν δι' ἐκείνου, καὶ ὡς αὐτὸς οὐδὲν εὔγνωμον, οὐδ' ἐπιεικὲς διενοήθη, ἀλλ' ἤδη καθαρῶς τῶν δυσμενεστάτων ἐξελήλεγκται ὢν καὶ δείσας, μὴ εἰς τὴν προτέραν τύχην ὑπ' ἐκείνου ὠργισμένου καταστῇ, ἐσκέψατο, μὴ μεσίταις χρήσασθαι πρὸς ἐκεῖνον καὶ διαλλακταῖς, ὡς ὁλίγα ἢ οὐδὲν δυνησομένοις, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ παραιτεῖσθαι, ἀντίῤῥοπον τῆς πανουργίας ἐπιδειξάμενος τὴν μεταβολήν. καὶ γράμμασι τὰς πρὸς ἐκεῖνον ἐξ 2.96 αρχῆς εὐθὺς εὐεργεσίας τοῦ μεγάλου δομεστίκου, εἶτα καὶ τὰ τότε ἐκθέμενος συνεσκευασμένα κατ' αὐτοῦ, καὶ κατήγορος γινόμενος ἑαυτοῦ καὶ τὰς ἐσχάτας ὁμολογῶν ὀφείλειν δίκας, ἔπειτα ἐδεῖτο τυχεῖν συγγνώμης, εἰ μὴ πρότερον, ἀλλὰ νῦν γοῦν ἐπαγγελλόμενος ἄξιος φανεῖσθαι τῆς εὐεργεσίας, καὶ τὸν πάντα χρόνον διατηρήσειν ἑαυτὸν οὐκ εὐγνώμονα μόνον καὶ τῶν εὐεργεσιῶν τῶν εἰς ἐκεῖνον μεμνημένον, ἀλλὰ καὶ πάσῃ προθυμίᾳ καὶ σπουδῇ τὰ προστεταγμένα ποιοῦντα ὑπ' ἐκείνου, καὶ σαφῆ καὶ καθαρὰν ἐπιδεικνύμενον τὴν εὐπείθειαν ἐν