227
τοὺς δὲ πεζοὺς δενδροτομεῖν τὴν υλην ἐκέλευσεν. οἱ δ' ἐκεῖ προσπεφευγότες ̓Ιουδαῖοι ἀθρόοι μετὰ βοῆς ᾳξαντες ἐνέπιπτον τοῖς κυκλωσαμένοις αὐτούς. ὡς δὲ καρτερῶς αὐτοὺς ἐκεῖνοι ἐδέχοντο, χρόνος μὲν οὐ βραχὺς τῇ μάχῃ ἐτρίβη, τέλος δὲ αὐτῇ οὐχ ομοιον τοῖς ἐναντίοις ἀπέβη μέρεσι. ̔Ρωμαίων μὲν γὰρ επεσον δώδεκα, ὀλίγοι δ' ἐτρώθησαν, τῶν δὲ ̓Ιουδαίων ἐκ τῆς μάχης ταύτης οὐδεὶς διέφυγεν, ἁλόντες δὲ καὶ τρισχιλίων οὐχ ηττους πάντες ἀπέθανον. Βάσσος μέντοι καὶ Λεβέριος Μάξιμος, ος ην ἐπίτροπος, πᾶσαν τὴν γῆν ἀποδόσθαι τῶν ̓Ιουδαίων παρὰ Καίσαρος ἐκελεύσθησαν. ὀκτακοσίοις δὲ μόνοις ἀπὸ τῆς στρατείας διαφειμένοις χωρίον εδωκεν εἰς κατοίκησιν, ο καλεῖται μὲν ̓Αμαοῦς, ἀπέχει δὲ τῶν ̔Ιεροσολύμων σταδίους τριάκοντα. φόρον δὲ τοῖς 2.81 ὁπουδήποτε ουσιν ̓Ιουδαίοις ἐπέταξε δύο δραχμὰς εκαστον ἐτησίως εἰσφέρειν εἰς τὸ Καπιτώλιον, ωσπερ πρότερον εἰς τὸν ἐν ̔Ιεροσολύμοις ναὸν συνετέλουν. Βάσσου δὲ τελευτήσαντος Φλάβιος Σίλβας διαδέχεται τὴν ἡγεμονίαν. ος ἐπὶ Μασάδαν τὸ φρούριον ἐστράτευσε, μόνον ετι τῶν ἀφεστηκότων περιλειφθέν. κατεῖχον δὲ τοῦτο σικάριοι, ων προειστήκει δυνατὸς ἀνὴρ ̓Ελεάζαρ, ἀπόγονος ̓Ιούδα τοῦ πείσαντος πολλοὺς ̓Ιουδαίων μὴ πείθεσθαι ταῖς ἀπογραφαῖς ἐπὶ Κυρηνίου. καὶ τῆς μὲν χώρας εὐθὺς ἐκράτει, τὸ δὲ φρούριον τείχει περιεκύκλωσε, τὴν εἰς φυγὴν εξοδον τοῖς ενδον ἀποφραγνύς. ειτα πρὸς πολιορκίαν ἐτράπετο, καὶ χῶμα χώσας ενθα δυνατὸν ην, ἐπὶ πέτρας γὰρ ὑψηλῆς τὸ φρούριον ᾠκοδόμητο, φάραγξι βάθος ἐχούσαις απειρον ἐστεφανωμένης, ἐπήγαγε τὴν ἑλέπολιν καὶ διέρρηξε μέρος τοῦ τείχους. ωφθη δ' ετερον ἐντὸς ὑπὸ τῶν σικαρίων ἀντοικοδομηθὲν τοιοῦτον οιον μηδὲ ταῖς ἐμβολαῖς ειξειν μέλλον τῶν ἑλεπόλεων. ἐκ ξύλων γὰρ ην δύο στίχους παραλλήλους ἐχόντων, ων μέσον συνεφόρουν τὸν χοῦν. αἱ γοῦν τῶν μηχανημάτων ἐμβολαὶ οὐ μόνον οὐ διερρήγνυον τοῦτο, ἀλλὰ καὶ στερρότερον τῷ σάλῳ συνιζάνον εἰργάζοντο· διὸ τοῖς στρατιώταις ὁ Σίλβας λαμπάδας καιομένας ἀκοντίζειν ἀθρόους παρεκελεύσατο. τὸ δὲ πεποιημένον ἐκ ξύλων τοῦ πυρὸς ἀντελάβετο καὶ φλόγα πολλὴν ἀνῆκε. τὸ μὲν ουν πρῶτον πνέων βορρᾶς ανωθεν εἰς τοὺς ̔Ρωμαίους τὴν φλόγα ἐπήλαυνε, καὶ μικροῦ τῶν μηχανημάτων ηψατο αν· επειτα νότος ἀντιπνεύσας πολὺς τῷ τείχει 2.82 ταύτην προσέβαλε, καὶ απαν ηδη κατέφλεκτο. ἐπὶ 2.82 τούτοις οἱ μὲν ̔Ρωμαῖοι κατὰ τὴν ἐπιοῦσαν τοῖς πολεμίοις ἐπιχειρεῖν εμελλον, ̓Ελεάζαρ δὲ τοῖς ἐν τῷ φρουρίῳ διαλεχθεὶς επεισε πάντας τάς τε γυναῖκας ἑαυτῶν καὶ τὰ τέκνα ἀνῃρηκότας ἐκείνοις ἐπαπελθεῖν εκαστον. καὶ δὴ τούτου δόξαντος, ὁμοῦ τε τὰς γυναῖκας ἠσπάζοντο καὶ τὰ τέκνα προσηγκαλίζοντο, τοῖς φιλήμασιν ἐμφυόμενοι καὶ δακρύοντες, καὶ διεχειρίζοντο τὰ φίλτατα ταῖς χερσίν, ὡς μή τι σφίσι προσήκοντα. ειτα τὴν κτῆσιν απασαν συναθροίσαντες πῦρ ἐνέβαλλον εἰς αὐτήν. κλήρῳ δ' ἑλόμενοι δέκα τοὺς ἐσομένους σφαγεῖς ἁπάντων, ὑπ' αὐτῶν εκαστος ἐπὶ τοῖς φιλτάτοις ἐκτίννυτο. ειτ' αυθις ὁ κλήρῳ λαχὼν τοὺς ἐννέα διαχειρισάμενος, καὶ κύκλῳ περιαθρήσας μήπου τις ζωὸς περιλέλειπται, ὡς εγνω πάντας ἀνῃρημένους, πῦρ μὲν τοῖς βασιλείοις ἐνίησιν, ολον δὲ τὸ ξίφος ἐλάσας δι' ἑαυτοῦ πλησίον τῶν οἰκείων κατέπεσε. καὶ οἱ μὲν ἐτεθνήκεσαν ὑπειληφότες μή τινα ζῶντα καταλειφθῆναι, ελαθεν δὲ γυνὴ πρεσβῦτις καί τις ἑτέρα καὶ πέντε παιδία τοῖς ὑπονόμοις κατακρυφθέντα. ην δὲ τὸ τῶν σφαγέντων πλῆθος σὺν γυναιξὶ καὶ παισὶ διακόσιοι πρὸς ἑξήκοντα. Οἱ δὲ ̔Ρωμαῖοι προσβολὴν εωθεν ἐποιοῦντο· βλέποντες δ' οὐδένα τῶν πολεμίων, πολλὴν δ' ενδον ἠρεμίαν καὶ πῦρ ἀναπτόμενον, διηπόρουν. καὶ τέλος ἠλάλαξαν, ει τινα τῶν ἐντὸς προσκαλέσαιντο. τῆς δὲ βοῆς αισθησις τοῖς γυναίοις ἐγένετο, κἀκ τῶν ὑπονόμων ἀναδῦσαι τὰ πραχθέντα τοῖς ̔Ρωμαίοις ἐμήνυον· οἱ δ' ἠπίστουν. ὡς δὲ τῶν βασιλείων παρῆλθον ενδον καὶ τοῖς ἀνῃρημένοις ἐνέτυχον, ἐθαύμαζον τὴν γενναιότητα τῶν ἀνδρῶν καὶ τοῦ θανάτου τὴν καταφρόνησιν. 2.83 Τοιαύτη μὲν ουν ἡ τῆς Μασάδας ἐγένετο αλωσις· καὶ κατὰ τὴν ἐν Αἰγύπτῳ ̓Αλεξάνδρειαν πολλοὺς