227
γράφεται· ὡς γὰρ ἀπὸ τοῦ ̓Αρίσταρχος ̓Αριστάρχειος, ουτως ἀπὸ τοῦ ἡμέτερος ἡμετέρειος. ἐχρήσατο δὲ τῇ λέξει ̓Ανακρέων· ουτε γὰρ ἡμετέρειον, ουτε καλόν. ὑπάγεται δὲ κανόνι τοιούτῳ. τὰ διὰ τοῦ ˉρˉεˉιˉοˉς ἀπὸ τῶν εἰς ˉρˉοˉς ἐχόντων τὸ ˉτ, τῆς προηγουμένης συλλαβῆς ἐχούσης τὸ ˉε, διὰ τῆς ˉεˉι διφθόγγου γράφεται, οιον ἀβέλτερος ἀβελτέρειος, ετερος ἑτέρειος. ουτως ουν ἡμέτερος ἡμετέρειος. εχει γὰρ τὸ ˉτ, τῆς προηγουμένης συλλαβῆς ἐχούσης τὸ ˉε. τὸ νέρτερος νερτέριος οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ εχει φύσιν ἐν τῇ προηγουμένῃ τοῦ ˉτ συλλαβῇ. ἐνέρτερον γὰρ ην, παρὰ τὴν εραν, ο σημαίνει τὴν γῆν· κατὰ συγκοπὴν τοῦ ˉο καὶ ἀφαιρέσει τοῦ ἐν τῇ ἀρχούσῃ ˉε γέγονε νέρτερος. καὶ λοιπὸν ὡς μὴ εχον ἐν τῇ προηγουμένῃ τοῦ ˉτ συλλαβῇ τὸ ˉε οὐκ ἠκολούθησε τῷ ˉτ, καὶ οὐκ ἐγράφη διὰ τῆς ˉεˉι διφθόγγου, ἀλλὰ διὰ τοῦ ἰῶτα. ουτως ὁ Χοιροβοσκός. eta.991 ̔Ημιμόχθηροι. οἱ κακίζοντες δῆθεν τὴν ἁμαρτίαν, πράττοντες δὲ αὐτήν. ̔Ημιδαήσ. ἡμίκαυστος. ̔Ημιδαπήσ. ὁ ἡμιτελής. ̔Ημιφλεγήσ. ὁ ἡμίκαυστος. Ημισυσ. παρὰ τὸ αμα καὶ τὸ ισον γέγονεν ἁμάϊσος, ὁ αμα ισος τινί. ̔Ημίοτοσ. τοῦ Ψελλοῦ· ἡμίοτος μικρὸς αὐλός· ητρον ὀμφαλοῦ μέρος. (Θηλυκόν.) ̓Ημαθία. ἡ τὸ πρὶν Παιονία προσαγορευομένη. ̔Ημέρα. πορεία ἡλίου ἀπὸ ἀνατολῶν ἐπὶ δυσμάς. τοὐναντίον τῇ νυκτί. καὶ ἡμέρα ἐν τῷ τὸν ηλιον ὑπὲρ γῆν ειναι. καὶ ἡμέρα διάστημά ἐστιν, ὁ ἀπὸ ἀνατολῆς μέχρι δύσεως ὑπὲρ γῆν τοῦ ἡλίου δρόμος. παρὰ τὸ ημερος ἡμέρα, πρὸς ἀντιδιαστολὴν τῆς νυκτὸς φοβερᾶς ουσης. ̔Ημέρα δυνάμεωσ. ἡ δευτέρα τοῦ Χριστοῦ ἐπιφάνεια. ∆αβίδ· μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. ̔Ημέραι πλήρεισ. τὸ γῆρας. ̔Ημέρα ἐπαγωγῆσ. τὰ αξια τῶν βεβιωμένων. eta.992 ̔Ημέρα πονηρά. ἡ τῆς κρίσεως, ἡ αἰωνία κόλασις. ̔Ημερίσ. ἡ αμπελος. ἀπὸ τοῦ ἡμεροῦν ἡμᾶς. η ἡ κνίδη. τινὲς δὲ ἀναδενδράδα καὶ ἐλαίαν. η ἡ ημερος υλη. η ἡ λεπτόφυλλος δρῦς. η οἰνάνθη. (Οὐδέτερον.) Ηματα. ἡμέραι. Ημαρ. ἡ ἡμέρα. Ημα. τὸ ἀκόντιον. ̓Ημαντήριον. τινὲς τὸ ἀγυροκοπεῖον καλοῦσιν, ἐν ῳ κόπτεται τὸ νόμισμα. ̔Ημερήσιον. τὸ καθ' ἡμέραν διδόμενον. ἡμερήσιος αρτος. ̔Ημικύκλιον. τὸ ἡμισφαίριον. ̔Ημιόλιον. τὸ ημισυ τοῦ ολου. ̔Ημιούσιον. τινὲς εἰρήκασι τὴν σάρκα νεκρὴν ζωῆς κεχωρισμένην. ̔Ημίεκτον. τὸ ημισυ τοῦ εκτου. ̔Ημιτύμβιον. ὁ μικρὸς τάφος. ̔Ημιτύμβιον δίκορσον. ̓Αριστοφάνης· επειτα καθαρὸν ἡμιτύμβιον λαβών. eta.993 ̔Ημιφάριον. τὸ ημισυ τοῦ ἱματίου. φάρος γὰρ τὸ ἱμάτιον. ̔Ημεροκαλλέσ. ειδος ανθους. ̔Ημιδιπλοΐδιον. εσθημα γυναικεῖον. τοῦ Ψελλοῦ· τὸ δίκροσσον ἐξύφασμα ἡμιτύμβιον λέγε· τὸ δ' ἡμιδιπλοΐδιον εσθημα γυναικεῖον. ( ̔Ρῆμα.) ̓Ημακτέων. δυσφορῶν. καὶ ἠμάκτεον. ̓Ημάλαψεν. εβλαψε. παρὰ τὸ αμα βλάπτειν. Ημαι. κάθημαι. ̔Ημερωρεῖν. τὸ ἡμεροφυλακεῖν. ὠρῶ γὰρ τὸ φυλάσσω. Ηιμεν. ἐπορευόμεθα. ἀπὸ τοῦ ιω. διὸ καὶ τὸ ι προσεγράφη. Ημενοσ. καθήμενος, καθεζόμενος. ἀπὸ τοῦ ἐῶ, τὸ καθέζομαι. εημι, ὁ παθητικὸς εημαι, ημαι. ἡ μετοχὴ ημμενος. ἡμμένος δὲ ὁ ἐξημμένος καὶ ἀνηρτημένος. καὶ συνημμένος. eta.994 Ημην. οτε δασύνεται, σημαίνει τὸ ἐκαθεζόμην, ἀπὸ τοῦ εω, εημι, εεμαι, καὶ κατὰ κρᾶσιν ημαι, καὶ ὁ ὑπερσυντέλικος ημην· οθεν καὶ τὸ ἐκαθήμην. οτε δὲ τὸ ὑπῆρχον, ψιλοῦται, ἀπὸ τοῦ εἰμὶ, ὁ παρατατικὸς ην, ὁ παθητικὸς ἐνεστὼς εμαι, ὁ ὑπερσυντέλικος ημην. ̓Ημί. ἀντὶ τοῦ φημί. Ημβλω. παραλόγως εἰς πέρας ηχθη. οἱ δὲ σπασάμενοι τὰ ἐγχειρίδια τοῦτον ἀπέσφαξαν· καὶ ἐξήμβλω μὲν ἡ εννοια τῆς θεοσυλίας τῶν ἀνοσίων, ἐπαύσαντο δὲ τοῦ δέους οἱ ∆ελφοί. Ημβροτεν. ἀπέτυχεν. κυρίως τοῦ βροτοῦ ἀποτυχεῖν, ὡς ἐν πολέμῳ. ̓Ημπίσχετο. ἐνεδύετο. καὶ ἠμπέσχετο. ἠμπείχετο δὲ δίφθογγον. ̓Ημπόληκασ. ἐπώλησας, ἐκέρδανας. Ημπλακεσ. ἀπέτυχες, ημαρτες. ̓Ημύω. τὸ ἐκκλίνω. μύω καὶ πλεονασμῷ τοῦ eta.995 η, ἠμύω. ὡς τὸ σταφὶς ἀσταφίς. λέγεται καὶ ὁ ἀσταφίς. ̓Ημύσσετο. ἐταράσσετο. η καὶ ἐσπαράσσετο. ἠμύσσετο τὴν καρδίαν. ̔Ημερολεκτεῖν. ἀριθμεῖν καθ' ἑκάστην. τοῦ Ψελλοῦ· τὸ καθ' ἑκάστην ἀριθμεῖν ἡμερολεκτεῖν κάλει. * ̔Ημωνιᾷν. ἀκοντίζειν. καὶ ημων ὁ ἀκοντιστής.* Τὸ Η μετὰ τοῦ Ν. ( ̓Αρσενικόν.)