θάτερον ἔφασκον ἐξ ἀνάγκης ἕψεσθαι· ἢ γὰρ εὐφημήσαντες αὐτὸν ὡς βασιλέα ἐπιορκήσουσιν, ἢ ὡς ἐνυβρίσαντες εἰς βασιλέα κολασθήσονται. ὁ δὲ πρῶτον μὲν ἀνελάμβανεν αὐτούς, καὶ πληρώσειν τὸ αἴτημα τούτων κατεπηγγέλλετο. εἶτα μικροῦ διαλιπόντος καιροῦ, πάντων ἀφέμενοι αὐτοκράτορα βασιλέα ἀναγορεύουσι τὸν Κομνηνόν, καὶ τοὺς ὅσοι μὴ τοῦτο βούλονται ἐχθροὺς Ῥωμαίων καὶ ἀποστάτας ὠνόμαζον, καὶ διαρπάζεσθαι τὰς οἰκίας αὐτῶν ὑπὸ τοῦ πλήθους ἐδοκίμαζον, αὐτοῦ τοῦ πατριάρχου πρώτου διὰ τοῦ τῆς ἐκκλησίας δευτερεύοντος Στεφάνου συμπαρόντος καὶ συνευδοκοῦντος, καὶ Θεοδώρου τοῦ τῆς Ἀντιοχείας πατριάρχου τὴν ἀνάρρησιν τῆς εὐφημίας βοήσαντος, καὶ τοὺς οἴκους τῶν ἐν ὑπεροχαῖς, ὅσοι μὴ ἠρέσκοντο τοῖς γινομένοις, ἀνασκάπτειν καὶ διαρπάζειν προτρέποντος. καὶ ταῦτα μὲν ἔπραττεν ἔσωθεν τοῦ θείου καὶ περιωνύμου ναοῦ. ἄγγελον δὲ πρὸς τὸν Κομνηνὸν πέμψας, καὶ πρὸς τὸν γέροντα ἄλλους, ἐκείνῳ μὲν μηνύει σπεύδειν καὶ μὴ βραδύνειν, καὶ μισθοὺς ἀπῄτει τῆς συνεργείας, ὡς ἤδη τέλος ἐχούσης τῆς αὐτοῦ ἐφέσεως, τούτῳ δὲ κατιέναι τῶν ἀνακτόρων κατ' οὐδὲν αὐτῷ προσηκόντων. κἀκ τούτου τοῖς πᾶσιν ἀπροφάσιστος ἐφάνη ὁ πατριάρχης μὴ μόνον μέτοχος ὤν, ἀλλὰ καὶ πρωταίτιος τῆς ἀποστασίας. τοῦ δὲ τοὺς πεμφθέντας ἐς αὐτὸν μητροπολίτας ἐρωτήσαντος· καὶ τί μοι ἀντὶ τῆς βασιλείας ὁ πατριάρχης παρέχεται; ἐκείνων δὲ ἀποκριναμένων· τὴν οὐράνιον βασιλείαν, ἅμα τῷ λόγῳ τὴν πορφυρίδα ἀποβαλὼν καὶ τὰ κοκκοβαφῆ πέδιλα, καὶ ἰδιωτικὴν ἐσθῆτα ἀμφιασάμενος, κάτεισι. τοῦτο δὲ πάντως ἐγένετο ἄν, ὡς ἐκεῖνός τε ἐβουλεύετο καὶ οἱ μητροπολῖται ὑπέσχοντο, εἰ ἅμα τῇ ἀποστασίᾳ ᾤχετο λιπὼν τὰ βασίλεια· ἐγκαρτερήσας δ' ἄχρι πολέμου καὶ ἀνασχόμενος τοσαύτην πτῶσιν ἰδεῖν ἀνδρῶν ὁμοφύλων, εἶτα θραυσθεὶς καὶ κατασεισθεὶς ὑπὸ τῶν πολιτῶν καὶ ἄκων τῆς βασιλείας ὑπεξερχόμενος, οὐκ οἶδα, εἰ ἀντιμισθίαν κομιεῖται τῆς ἐπιγείου βασιλείας τὴν ἐπουράνιον. ἀλλὰ τοῦτο μέν, ὥς πῃ τῷ θεῷ φίλον, γενήσεται. τοῦ δὲ κατὰ τὴν ἐν ἀκροπόλει οἰκίαν αὐτοῦ γενομένου ἡμέρᾳ τετράδι, τριακοστὴν πρώτην ἄγοντος τοῦ Αὐγούστου μηνός, τῆς δεκάτης ἰνδικτιῶνος, στέλλεται ὁ Κεκαυμένος κουροπαλάτης ὑπὸ τοῦ Κομνηνοῦ τιμηθεὶς μετά τινων οὐκ ὀλίγων εὐπατριδῶν τῇ πέμπτῃ πρωΐας διὰ δρόμωνος, καὶ εἰσελθὼν κρατεῖ τὰ ἀνάκτορα. ἔρχεται δὲ περὶ δείλην ὀψίαν καὶ ὁ Κομνηνός, καὶ εἴσεισιν ἐν αὐτοῖς, καὶ τῇ ἐπαύριον, πρώτην ἄγοντος τοῦ Σεπτεμβρίου μηνός, δημοσίαν ποιησάμενος πρόοδον ἄπεισιν εἰς τὴν μεγάλην ἐκκλησίαν, κἀκεῖσε ἄνωθεν τοῦ ἄμβωνος διὰ τῶν χειρῶν τοῦ πατριάρχου τῷ βασιλικῷ ταινιοῦται διαδήματι καὶ βασιλεὺς αὐτοκράτωρ Ῥωμαίων ἀναγορεύεται.