15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
γεγονότες καθηγιάσθημεν. ἢ ἀνθρώπινον νοήσεις θεοῦ τὸ τοπικῶς ὁμοῦ καὶ χρονικῶς πρὸς τὴν ἡμετέραν ἀνεληλυθέναι φύσιν καὶ διὰ τῶν αὐτῶν ἡμῖν ἰδιωμάτων τὸν ὅλον οἰκειώσασθαι ἄνθρωπον. «διὰ» γὰρ «τὴν οἰκονομίαν» φησί «καὶ τὸ χρῆναι ἁγιασθῆναι <τῷ ἀνθρωπίνῳ> τοῦ θεοῦ τὸν ἄνθρωπον, ἵνα αὐτὸς ἐξέληται τοῦ τυράννου, βίᾳ κρατήσας». τοῦτο δὲ βαθύτερόν τινα λόγον καὶ ἀπορρητότερον ἔχει. ἀλλὰ τοῖς λεγο μένοις προσέχετε· ἐνταῦθα γὰρ ὁ πατὴρ τῷ μεγάλῳ πατρὶ καὶ θεῷ τὸ κατὰ τοῦ ἐχθροῦ νῖκος δίδωσιν· «ἵνα» γὰρ «αὐτός» φησίν «ἡμᾶς ἐξέληται τοῦ τυράννου, βίᾳ κρατήσας». ἀλλὰ πῶς, ὦ θεολόγων ἀκρότης; ὁ γὰρ πρὸς τὸν ἐχθρὸν τὴν μάχην ἀναδεξάμενος ὁ υἱός ἐστιν, ἀλλ' οὐχ ὁ πατήρ. πῶς οὖν τῷ πατρὶ δίδως τὸ τοῦ τυράννου ἡμᾶς ἐξελέσθαι καὶ βίᾳ κρατῆ σαι; ναί, φησίν, ὅτι ἀδιαίρετος ἡ τῶν προσώπων θεότης καὶ μία ἐν τοῖς τρισίν. ἐπεὶ οὖν τῷ τῆς θεότητος κράτει ὁ υἱὸς νενίκηκε τὸν ἐχθρόν, ἡ αὐτὴ δὲ καὶ τοῦ πατρὸς ἦν, ἐκεῖνός ἐστιν ὁ τὸν πολέμιον τροπωσάμενος καὶ ἡμᾶς ἐκεῖθεν ῥυσάμενος. Ἀλλὰ τοῦτο μέν, γενναιότατε πάτερ, εἴποι τις ἂν πρὸς αὐτόν, τὸ ἄπορον λέλυκας. εἰ δὲ ἐν ἀμφοῖν ἡ αὐτὴ θεότης, πῶς μὴ μᾶλλον τῷ υἱῷ δίδως τὴν νίκην τῷ τὴν μάχην ἀναδεξαμένῳ; ὅτι, φησί, καὶ τὸν υἱὸν πάντα ὁρῶ τῶν οἰκείων κατορθωμάτων παραχωροῦντα τῷ πατρί. «πάτερ», γάρ φησι, «δόξασόν σου τὸν υἱόν», καὶ ἀλλαχοῦ· «θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» καὶ ἐν ἄλλοις· «εἰ μὲν δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, εἰ δὲ μή, γενηθήτω τὸ θέλημά σου»· καὶ ὅτε δὲ τὸν τε τραήμερον ἀνιστᾶν ἔμελλε Λάζαρον, τῆς ἐπὶ τούτῳ δόξης τῷ πατρὶ παρεχώρησεν. εἰ οὖν τὰς ἐπὶ μέρους νίκας τῷ γεννήτορι παρεᾷ, πῶς οὐχὶ καὶ τῆς τελευταίας καὶ πάντα περιειληφυίας τὰ τρόπαια ἐκείνῳ συμπαρα χωρήσει; «ἵνα» γὰρ «αὐτός» φησί «ἡμᾶς ἐξέληται τοῦ τυράννου, βίᾳ κρα τήσας, καὶ πρὸς ἑαυτὸν ἐπαναγάγῃ διὰ τοῦ υἱοῦ μεσιτεύσαντος καὶ πρὸς τιμὴν τοῦ πατρὸς τοῦτο οἰκονομήσαντος, ᾧ τὰ πάντα παραχωρῶν φαίνε ται». ἴσως μὲν οὖν ἔχει τι βαθύτερον ἡ ἐπίλυσις τοῦ πατρός, ἀλλ' ἡμεῖς ἣν κατελάβομεν διηρμηνεύκαμεν πρὸς ὑμᾶς.
101 Εἰς τὸ εὐαγγελικὸν ῥητὸν τὸ «γρηγορεῖτε, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ κύριος ἔρχεται» καὶ τὰ ἑξῆσ «Γρηγορεῖτε» ὡς ἀληθῶς, μᾶλλον δὲ γρηγορήσωμεν, «ὅτι οὐκ
οἴδατε ποίᾳ ὥρᾳ ὁ κύριος ἔρχεται». καὶ «ἐὰν εἴπῃ ὁ κακὸς δοῦλος, χρονίζει ὁ κύριός μου ἐλθεῖν, καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν
μεθυόντων, ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ
ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων».
Τοιοῦτον μὲν τὸ εὐαγγελικὸν τουτὶ λόγιον· ἔσται δὲ καὶ ὁ περὶ τούτου λόγος σαφής, εἴ τις ἄχρι τοῦ φαινομένου θέλει ὁρᾶν, καὶ βαθὺς οὐχ ἥκιστα, οἷς ἡ τῶν νοερῶν ὀμμάτων ἀκτὶς διικνεῖται πρὸς τὸ κρυπτόμενον, ἀκτῖνι θείᾳ καταλαμπομένη. καὶ ὁ μὲν σαφὴς οὗτος. ἐγρηγορέναι ὀφείλο μεν τὸν ἅπαντα χρόνον καὶ ἀνεῳγόσι τοῖς ὄμμασι τὴν τοῦ κυρίου παρουσίαν προσδέχεσθαι, φημὶ δὴ τὴν δευτέραν, ἐν ᾗ καθιεῖται ἐπὶ δικαστικοῦ βήματος δικάσων τοῖς ὅσοι πάλαι τεθνήκασι καὶ τοῖς ἐναλλαγεῖσι, κατὰ τὴν τοῦ ἀποστόλου φωνήν, ἐν τῇ ἀχρόνῳ τῆς παρουσίας στιγμῇ. «πάντες» γάρ φησιν «οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα», οἱ γὰρ τηνι καῦτα βιοῦντες τὸν θάνατον ὡς ἐναλλαγὴν ὑποστήσονται· οὐ γὰρ πεσοῦν ται οὐδὲ φθαρήσονται, καὶ τοῦτό ἐστι τὸ «κρῖναι ζῶντας καὶ νεκροὺς» παρὰ τῷ θείῳ κείμενον δόγματι. «οὐκ» οἴδαμεν γὰρ οὔτε