227
κίνησιν ἐδήλωσε, καὶ με ταβολήν. Σαλεύεται γὰρ τὸ κινούμενον· κινεῖται δὲ τὸ μεταβαλλόμενον. ηʹ. "Ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό." Πάλιν ποταμοὺς τοὺς τῆς διδασκαλικῆς μεταλαγχά νοντας ὠνόμασε χάριτος, καὶ ποταμῶν δίκην τὰ θεῖα προχέοντας νάματα· οὓς κροτεῖν ἔφη, καὶ τὸν Θεὸν ἀνυμνεῖν. Νενικηκότων γὰρ πάλιν ὁ κρότος. "Τὰ ὄρη ἀγαλλιάσονται [θʹ] Ἀπὸ προσ ώπου Κυρίου, ὅτι ἔρχεται· ὅτι ἥκει κρῖναι τὴν γῆν." Ἐνταῦθα ὄρη προσηγόρευσε τοὺς ὑψηλὸν καὶ μετ άρσιον ἔχοντας φρόνημα, ἐφ' ὧν ἡ τοῦ Θεοῦ ᾠκο δόμηται πόλις. "Οὐ δύναται γὰρ, φησὶ πόλις κρυ βῆναι ἐπάνω ὄρους κειμένη." Καί· "Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις." Τούτους ἔφη ἀγάλ λεσθαι καὶ εὐφραίνεσθαι, τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν μανθάνοντας ἐπιφάνειαν. Προσμένοντες γὰρ τῶν πόνων τὰς ἀντιδόσεις, ἀγάλλονται τοῦ κριτοῦ τὸ δίκαιον ἐπιστάμενοι. "Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν εὐθύτητι." Προτέρα μὲν γὰρ ἐπιφάνεια πολὺν ἔσχε τὸν ἔλεον· ἡ δὲ δευτέρα ἕξει τὸ δίκαιον. "Πάντες γὰρ, φησὶν, παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομί σηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν." Τοῦτο δὲ καὶ ὁ προφήτης ἔφη· "Ἅπαξ ἐλάλησεν ὁ Θεὸς, δύο ταῦτα ἤκουσα, ὅτι τὸ κράτος τοῦ Θεοῦ, καὶ σοῦ, Κύριε, τὸ ἔλεος, ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ." ΕΡΜΗΝ. ΤΟΥ Ηʹ ΨΑΛΜΟΥ. αʹ. "Ψαλμὸς τῷ ∆αβὶδ, ἀνεπίγραφος παρ' Ἑ βραίοις." Οὗτος ὁ ψαλμὸς προθεσπίζει μὲν καὶ τὴν ἀπὸ Βαβυλῶνος Ἰουδαίων ἐπάνοδον, προαγορεύει δὲ καὶ τοῦ Σωτῆρος ἡμῶν τὴν ἐπιφάνειαν, καὶ τῶν Ἰουδαίων τὴν ἀπιστίαν. "Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί." Καὶ Ἰουδαῖοι γὰρ, καὶ Ἕλληνες, μεμήνασι καὶ λυττῶσι τοῦ ∆εσπότου Χριστοῦ τὴν βασιλείαν ἀκούοντες. Καὶ ἡνίκα δὲ τῆς ἐλευθε ρίας ἀπήλαυσαν Ἰουδαῖοι, πάντες οἱ πλησιόχωροι διεπρίοντο, τὴν παράδοξον αὐτῶν ἐπάνοδον θεασά μενοι. Ἐδήλου δὲ τοῦτο τοῦ ὑπ' αὐτῶν προσ κυνουμένου τὴν δύναμιν. "Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, σαλευθήτω ἡ γῆ." Οὗτος δὲ, φησὶν, ὁ παρ' ἡμῶν κηρυττόμενος, καὶ τῶν ἄνω δυνάμεων Θεὸς ὑπάρχει καὶ Κύριος· τὸ δὲ, καθήμενος, ὡς πρὸς ἀνθρώπους διαλεγόμενος εἴρηκεν. Ἡ γὰρ ἀσώ 80.1665 ματος φύσις, ἡ ἀπερίληπτος, καὶ ἀπερίγραπτος, κατέχουσα τὸν γύρον τῆς γῆς, καὶ τοὺς ἐνοικοῦν τας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας, ποίας δεῖται καθέδρας; Σχηματίζει δὲ ὅμως τῷ λόγῳ τὸν τῶν ὅλων Θεὸν, βασιλικῶς τοῖς Χερουβὶμ ἐποχούμενον, καταπλήτ τοντα καὶ δεδιττόμενον τοὺς ἀκούοντας. βʹ. "Κύριος ἐν Σιὼν μέγας, καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς." Καὶ τῶν Ἰουδαίων ἐπανελ θόντων, καὶ τὸν θεῖον δειμαμένων νεὼν, ἡ τοῦ Θεοῦ δύναμις ἅπασιν ἀπεδείχθη. ∆ιαφερόντως γὰρ ὁ τὸν σταυρὸν ὑπομείνας οἰκουμένης ἁπάσης ἀπ εφάνθη ∆εσπότης, τῶν ἱερῶν ἀποστόλων τὸ σωτή ριον κήρυγμα προσενεγκάντων τοῖς ἔθνεσιν. γʹ. "Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι φοβερὸν καὶ ἅγιόν ἐστι." Χρὴ τοίνυν ἅπαντας ἀνυμνεῖν σε, καὶ τὰς σὰς εὐεργεσίας διεξιέ ναι, καὶ τὴν ἄῤῥητόν σου μὴ περιεργάζεσθαι φύ σιν, τῷ δὲ ὀνόματί σου προσφέρειν τὸ σέβας, καὶ φοβερῷ ὄντι, καὶ παναγίῳ. Ἁγιάζει μὲν γὰρ τοὺς πιστεύοντας, ἐκδειματοῖ δὲ τοὺς ἀπιστοῦντας. δʹ. "Καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ." Προσ ήκει δὲ ἡμᾶς δεδιέναι ὡς βασιλέα, καὶ δικαιοσύνῃ χρώμενον· ἴδιον γὰρ τῆς ἀληθοῦς βασιλείας τὸ δι καίως ἰθύνειν τοὺς ὑπηκόους. Τιμὴ γὰρ βασιλέως κρίσιν ἀγαπᾷ, τουτέστι τίμιον ποιεῖ βασιλέα τὸ στέρ γειν τὸ δίκαιον. Τοῦτο δὲ δηλοῖ καὶ τὸ ἐπαγόμενον· "Σὺ ἡτοίμασας εὐθύτητας· κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας." Ὡς γὰρ δίκαιος βασιλεὺς, ὀρθὴν καὶ δικαίαν τὴν ψῆφον ἐξήνεγκας, καὶ τὸν Ἰσραὴλ τῆς τῶν καταδουλωσαμένων ἠλευθέρωσας δυναστείας, [καὶ τὰ ἔθνη τῆς τοῦ διαβόλου δου λείας.] Κατὰ δὲ τὴν ἑτέραν προφητείαν οὕτω νοη τέον· Ἔδειξας τῆς ἐπαγγελίας σου τὴν ἀλήθειαν, τὰς πρὸς τοὺς προγόνους τοῦ Ἰσραὴλ γεγενημένας ὑποσχέσεις πληρώσας, καὶ τὴν διὰ τοῦ σπέρματος τοῦ Ἀβραὰμ δωρησάμενος σωτηρίαν. εʹ. "Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσ κυνεῖτε τῷ