227
ἐγγίζειν τῷ θεῷ, μισεῖν κόσμον, φαντάζεσθαι οὐρανόν, τὰ εἰς αἰῶνας ἀποκείμενα ἀγαθὰ ἀλλ' οὖν καὶ σκυθρωπά· οὐδὲ γὰρ ἂν ἡ τοιαύτη παρασκευὴ δίδωσι σχολὴν τῷ νῷ φιληδονεῖν καὶ διαχεῖσθαι προσπαθῶς ὧδε κἀκεῖσε, ἀλλὰ νευροῖ μᾶλλον τὴν καρδίαν, κατανύσσει δακρυρροεῖν τοὺς ὀφθαλμούς, ἐφίεσθαι τὴν ἀπὸ σώματος ἔξοδον ὡς ἔκ τινος δεσμωτηρίου ἐπαχθοῦς. σκοπῶμεν οὖν λοιπὸν ὁποῖοί ἐσμεν καί, εἰ οὕτως, εὖγε μάλα, εἰ δ' ἄλλως, ἐπαναγώμεθα, καθαιρώμεθα· φεύγωμεν τὸν ἀνήμερον δράκοντα διάβολον, τὰ πεπυρωμένα τῆς πικρᾶς καὶ θανασίμου ἐπιθυμίας βέλη. οὐκ ἔστιν ἡδονή, ἀλλ' ὀδύνη, οὐχ ἡδύτης, ἀλλὰ χολή, οὐκ εὐπάθεια, ἀλλὰ δυσμένεια, δουλεία, φθορά, δαιμονισμός, ἀλλοίωσις τῆς κατὰ φύσιν ἕξεως. ἐπεί, εἰ καλὴ καὶ ἡδεῖα, πῶς οὓς ἕλῃ εὐθὺς δείκνυσι μωρούς, κτηνώδεις, ᾐσχυμμένους, δουλοπρεπεῖς, δυσελπίστους, ἐκλελυμένους, ὑποδίκους θανάτου αἰωνίου· ὥστε φαρμακεύει ἐξιστῶσα καὶ ἀλλοιοῦσα, οὐκ οὖσα ὡς ὑποτίθεται ἡ ἀρχιφάρμακος, καθάπερ τοὺς δαιμονῶντας, οὐ συνιόντας ὃ ὑφίστανται, εἰ μὴ μετὰ τὴν ἀνάνηψιν. βλέπωμεν οὖν λοιπόν, ἀγαπητοί, τὰ καταγώγια ἡμῶν, τὰς ἀναστροφὰς ποῦ καὶ μεθ' οὗ· καὶ εἰ βλαβερὸν ἐκεῖ, μεταστατέον, καὶ εἰ μετὰ σκανδαλίζοντος, ἐκκοπτέον, καὶ εἰ οὐ μεθ' οὐδενός, προσληπτέον, ἐπείπερ ἀρατὸν τὸ μεμονωμένον, ἕως ἂν ἀναγκαῖος τρόπος οὐ πάρεστιν. τηρητέον τἆλλα, τὴν βρῶσιν, τὴν πόσιν, τὸν ὕπνον, τὴν ἐργασίαν, ὡς ἂν τὰ πάντα στάθμια, δυνατοῦντα τὸ σῶμα ὑπουργεῖν ταῖς ἐντολαῖς, ἀλλ' οὐκ ἐξαγριοῦντα κατεξαναστῆναι τῆς ψυχῆς. πῶλός ἐστιν· ἐὰν ὑπερμαζῇ, ἀτακτεῖ, φέρει κάτω τὸν ἀναβάτην νοῦν. ἀφ' ἡμῶν καὶ τὰ ὑμῶν ἐξηγοροῦμεν, ἐπεὶ πάντες ἄνθρωποι τὰς ἡνίας τοῦ αὐτεξουσίου ὁμοίως πρὸς θεοῦ εἰληφότες αὐτοκρατορικῶς, κἂν ἀεὶ πόλεμος ψυχῆς καὶ σώματος ἀντικαθεζομένων. Ὁ μὲν δὴ περὶ τούτου λόγος ἐχέτω ταῦτα· τί δὲ τὰ ἑξῆς; ἡ πίστις ἀκλινής, ἀπερίτρεπτος, καθὼς παρέδωκα ὑμῖν καὶ παρέλαβον παρὰ τῶν ἁγίων, μᾶλλον δὲ ἀμφότεροι ἀφ' ἑνὸς καὶ τοῦ αὐτοῦ πνεύματος. Χριστὸς οὐ Χριστός, εἰ μὴ ἐγγράφοιτο· ἅμα γὰρ εἰπεῖν Χριστὸν ἐννοεῖν ἐστι τὸ τῆς σωματώσεως αὐτοῦ μυστήριον· οὐ γὰρ ἂν Χριστὸς λέγοιτο γυμνὸς σώματος ὁ λόγος ἐννοούμενος. ἐπεὶ δὲ σὰρξ ὁ λόγος, σαρκὶ δῆλον ὅτι καὶ περιγράφοιτο καὶ τῷ "4Χριστὸς"5 ὀνόματι καὶ τὸ τῆς περιγραφῆς συνεισήνεκται καὶ συνεπινενόηται ἰδίωμα. ὥστε οἱ μὴ λέγοντες αὐτὸν γράφεσθαι, ἤγουν εἰκονίζεσθαι, ἄσαρκον αὐτὸν ὑπολαμβάνουσιν καὶ πόρρω τῆς αὐλῆς Χριστοῦ, κἂν Πέτρος εἶεν κἂν Παῦλος, ὡς αὐτὸς Πέτρος καὶ Παῦλος ἀπέφηνεν πρὸς ἀσφάλειαν ἡμετέραν· οὐχ ὅτι τις τῶν ἀποστόλων ἢ τῶν μετ' αὐτοὺς ἁγίων εἴρηκεν μὴ περιγραφόμενον σώματι Χριστὸν (ἄπαγε), ὡς οἱ δυσσεβεῖς τὰ νόθα προφέροντες λέγουσιν. Ταύτην τὴν εἰλικρινῆ πίστιν κατέχωμεν, ὦ ἀδελφοί, τήνδε τὴν καλὴν ὁμολογίαν ὁμολογῶμεν, μηδόλως παραφερόμενοι. ἀρνησίχριστοι οἱ μὴ οὕτως ἔχοντες· χριστομάρτυρες οἱ ἐνιστάμενοι μετὰ τῶν τεσσαράκοντα, μετὰ τῆς ἀπ' αἰῶνος ἀθλητικῆς ὁμηγύρεως. οὐά· ὑπὲρ τοῦ μὴ ἀπογεύσασθαι ὑείων κρεῶν τὸ τηνικαῦτα παρανόμως τοὺς Μακκαβαίους, μαρτύριον, καὶ σὺ ὑπὲρ τοῦ μὴ ἐξαρνήσασθαι Χριστὸν ἐγγεγραμμένον πανθάνων οὐ μάρτυς; Ἰωάννης ὁ Πρόδρομος ὑπὲρ ἐλεγμοῦ ἀληθείας τῆς πρὸς Ἡρώδην τυμπανισθεὶς μαρτύρων διάκοσμος, καὶ σὺ οὐκ ἐν μάρτυσι θνήσκων ὑπὲρ Χριστοῦ; μηδεὶς ὑμᾶς ἐξαπατάτω κενοῖς λόγοις, δι' οὓς ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. μάρτυς ἀπαράγραπτος ὁ ὁμολογῶν καὶ τοσοῦτον, ἐφ' ὅσον καὶ πλεονάζει τοῖς παθήμασιν. μὴ σαλευέτω ὑμᾶς ἡ ἐπικράτησις τοῦ διωγμοῦ· οὔπω ἐπολυετήσαμεν κατὰ τοὺς προλαβόντας ὁμολογητάς, οὔπω ἐπυρώθημεν τῷ διαρκεῖ πυρὶ τῆς δοκιμωτάτης πείρας· ἔτι μόλιβδος ἐμμιγής, ἔτι ῥυτὶς ἁμαρτητική. σὺ τίς εἶ, ὁ ἐμβατεύων ἐν τοῖς τῶν ἀθεωρήτων κριμάτων βάθεσιν; ἃ προσετάγη σοι, ταῦτα διανοοῦ. τὸ ἐπαγγελθὲν σπέρμα ἐν εὐλογίᾳ θεοῦ Ἀβραὰμ κληρονομεῖν τὴν ἁγίαν γῆν, τετρακόσια τριάκοντα ἔτη ὑπὸ χεῖρα Φαραὼ προδεδουλῶσθαι ᾠκονόμησε θεός.