1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

227

μηνὶ ∆εκεμβρίῳ κεʹ, ἰνδικτιῶνος θʹ. Ῥωμαίων βασίλισσα Εἰρήνη πάλιν ἔτη εʹ. αʹ. ιγʹ. βʹ. ιδʹ. Τούτῳ τῷ ἔτει κρατήσασα Εἰρήνη τὴν βασιλείαν παραυτίκα ἀποστέλλει ∆ωρόθεον, τὸν ἡγούμενον Χρυσοπόλεως, καὶ Κωνσταντῖνον, χαρτοφύλακα τῆς μεγάλης ἐκκλησίας, πρὸς Ἀβιμέλεχ ληϊζόμενον τὰ μέρη Καππαδοκίας καὶ Γαλατίας, πρεσβευομένη περὶ εἰρήνης· οὐ γέγονε δέ. καὶ τῷ Ὀκτωβρίῳ μηνί τινες νεωτερισταὶ φρουρουμένοις τοῖς υἱοῖς τοῦ θεομάχου Κωνσταντίνου ἐν τῷ παλατίῳ τῶν Θεραπείας, πείθουσιν αὐτοὺς προσφυγεῖν τῇ μεγάλῃ ἐκκλησίᾳ καὶ δῆθεν αἰτήσασθαι ἀσφάλειαν τῆς μετὰ ταῦτα ἀβλαβείας αὐτῶν, ὡς διὰ τῆς τοιαύτης προφάσεως ἀναγορεῦσαι ἐξ αὐτῶν βασιλέα. καὶ πολλοῦ λαοῦ ἐν τῇ ἐκκλησίᾳ προσδραμόντος, εἰσελθὼν Ἀέτιος ὁ εὐνοῦχος πατρίκιος ἐξήγαγεν αὐτοὺς λόγῳ, μηδενὸς αὐτοῖς προσχόντος, καὶ ἐξώρισεν αὐτοὺς εἰς Ἀθήνας. οἱ δὲ δύο πατρίκιοι, ὅ τε Σταυράκιος καὶ Ἀέτιος, ἐπιστήθιοι ὄντες τῆς βασιλείας, γεγόνασι κατ' ἀλλήλων, ὥστε φανερῶς τὴν ἔχθραν ἐπιδείκνυσθαι, ἀμφότεροι σκοπὸν ἔχοντες μετὰ θάνατον αὐτῆς τοῖς ἰδίοις συγγενεῦσι τὴν βασιλείαν περιποιήσασθαι. βʹ. ιδʹ. γʹ. ιεʹ. Τούτῳ τῷ ἔτει ἐξῆλθεν ὁ Ἀβιμέλεχ κατὰ Ῥωμανίας, καὶ ἀποστείλας κοῦρσον μονοζώνων κατῆλθεν ἕως τῶν Μαλαγίνων. καὶ ἐπιφθάσας ἐν τοῖς σταύλοις Σταυρακίου τοὺς ἵππους καὶ τὴν βασιλικὴν προμοσέλλαν λαβὼν ὑπέστρεψεν ἀβλαβῶς· καὶ οἱ λοιποὶ κατῆλθον ἕως Λυδίας καὶ πολλὴν αἰχμαλωσίαν ἔλαβον. κοῦρσον δὲ αὐτῶν ἕτερον ἐκδραμὸν καὶ ἐπιπεσὸν Παύλῳ, πατρικίῳ καὶ κόμητι τοῦ Ὀψικίου, σὺν ὅλῳ τῷ θέματι αὐτοῦ καὶ τοῖς ὀπτιμάτοις πολλὴν κοπὴν εἰς αὐτοὺς ἐποίησεν· ἐπάραν δὲ καὶ τὸ τοῦλδον αὐτῶν ὑπέστρεψε καὶ αὐτό. τῷ δὲ Μαρτίῳ μηνὶ τῆς ζʹ ἰνδικτιῶνος ἠβουλήθη Ἀκάμηρος, ὁ τῶν Σκλαυινῶν τῆς Βελζητίας ἄρχων, νυχθεὶς ὑπὸ 474 τῶν Ἑλλαδικῶν ἐξαγαγεῖν τοὺς υἱοὺς Κωνσταντίνου καὶ προχειρίσασθαι ἐξ αὐτῶν βασιλέα. γνοῦσα δὲ τοῦτο ἡ βασίλισσα Εἰρήνη ἀποστέλλει πρὸς τὸν πατρίκιον Κωνσταντῖνον τὸν Σεραντάπηχον Θεοφύλακτον, τὸν υἱὸν αὐτοῦ, σπαθάριον ὄντα καὶ ἀνεψιὸν αὐτῆς· καὶ πάντας ἐτύφλωσε καὶ διεσκέδασε τὴν κατ' αὐτῆς βουλὴν αὐτῶν. τοῦ δὲ ἁγίου πάσχα τῇ βʹ ἡμέρᾳ προῆλθεν ἡ βασίλισσα ἀπὸ τῶν ἁγίων ἀποστόλων ἐπὶ ὀχήματος χρυσοῦ ἐποχουμένη τέσσαρσιν ἵπποις λευκοῖς συρομένου καὶ ὑπὸ τεσσάρων πατρικίων κρατουμένου, φημὶ δὴ Βαρδάνου, στρατηγοῦ τῶν Θρᾳκησίων, καὶ Σισιννίου, στρατηγοῦ τῆς Θρᾴκης, καὶ Νικήτα, δομεστίκου τῶν σχολῶν, καὶ Κωνσταντίνου τοῦ Βοϊλᾶ, ῥίψασα ὑπατείαν ἀφθόνως. τῷ δὲ Μαΐῳ μηνὶ ἐνόσησεν ἡ βασίλισσα παραπλήσιον θανάτου· καὶ ἐπέτεινεν ἡ ἔρις τῶν εὐνούχων. Ἀέτιος δὲ προσελάβετο Νικήταν, τὸν πατρίκιον καὶ δομέστικον τῶν σχολῶν, καὶ ἀντέπιπτον δεινῶς τῷ Σταυρακίῳ, πείθοντες καὶ τὴν βασίλισσαν, ὅτι τοῦ κράτους ἐφίεται· καὶ θυμωθεῖσα δεινῶς αὐτῷ ἐπηνέχθη ἐν τῷ παλατίῳ τῶν Ἱερείου εἰποῦσα μούλτων καὶ στάσεων φροντιστὴν αὐτὸν εἶναι καὶ ἑαυτῷ προξενοῦντα ταχίστην ἀπώλειαν. ὁ δὲ προσαπολογησάμενος αὐτῇ ἠσφαλίζετο ἑαυτόν, ἐμαίνετο δὲ κατὰ Ἀετίου καὶ Νικήτα, τῶν προρρηθέντων πατρικίων. γʹ. ιεʹ. δʹ. ιʹ. Τούτῳ τῷ ἔτει, μηνὶ Φεβρουαρίῳ, ἰνδικτιῶνος ηʹ, Σταυράκιος ὁ προρρηθεὶς τυραννίδα καὶ στάσιν κατὰ τὴν βασιλεύουσαν πόλιν συνεσκεύαζε τοὺς ἐν αὐτῇ σχολαρίους καὶ ἐκσκουβίτορας ἅμα τοῖς ἄρχουσιν αὐτῶν δεξιούμενος χρήμασι καὶ δωρεαῖς. Εἰρήνη δὲ ἡ εὐσεβὴς σιλέντιον ποιήσασα ἐν τῷ Ἰουστινιανοῦ τρικλίνῳ πάντα στρατευόμενον ἐκώλυσε προσπελάζειν Σταυρακίῳ. καὶ οὕτως ἔτυχε μικρᾶς εὐταξίας τὰ πράγματα. Ἀέτιος δὲ ὁ προρρηθεὶς καὶ Νικήτας σὺν ἄλλοις τισὶ κατηγωνίζοντο Σταυρακίου. ὁ δὲ καρδιόπληκτος γενόμενος αἷμα διὰ στόματος ἀνῆξεν ἀφρῶδες ἐκ τῶν κατὰ θώρακα 475 καὶ πνεύμονα μορίων. τοῦτο οἱ ἰατροὶ θεασάμενοι θανάσιμον ἀπεφήναντο· οἱ δὲ λοιποὶ κόλακες καὶ ἀνόητοι, οὐ μόνον ἰατροί, ἀλλὰ καί τινες ἀμόναχοι μοναχοὶ καὶ γόητες, ἔπειθον ὅρκοις ἕως αὐτῆς ἡμέρας τῆς τελευτῆς αὐτοῦ, ἣ γέγονε κατὰ τὸν