228
πᾶσι. πίστεις δὲ παρείχετο ἐπὶ τοῖς λεγομένοις ἀσφαλεῖς, οὐχ ἑτέρους μόνον φρικώδεις ὅρκους καὶ ἀκοῦσαι φοβεροὺς, ἀλλὰ καὶ αὐτὸ τὸ νῦν ὑπὲρ τῆς κοινῆς τῶν ἀνθρώπων σωτηρίας ἱερουργούμενον ἁγιώτατον τοῦ σωτῆρος Ἰησοῦ σῶμα καὶ τὰ ὑπὲρ ἡμῶν πάθη τοῦ ἀπαθοῦς καὶ τὴν τριήμερον ταφὴν καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν, ἃ ἱκέτευεν αἰδεσθέντα, ὡς ὑπὲρ τῶν εἰς αὐτὸν πολλὰ ἐξυβρικότων ἀνθρώπων τῷ σωτῆρι εἰργασμένα, συγγνώμην καὶ αὐτὸν ἐκείνῳ παρασχέσθαι καὶ μὴ τῆς ἀγνωμοσύνης δίκας ἀπαιτεῖν. ἔπειτα καιρὸν φυλάξας, ἐν ᾧ τῆς μυστικῆς ἱερουργίας τελουμένης ἐν τοῦ μεγάλου δομεστίκου τῇ οἰκίᾳ καὶ αὐτὸς παρῆν, μάλιστα κατὰ τὴν τοῦ θείου καὶ ζωοποιοῦ τοῦ σωτῆρος λόγου τοῦ σώματος προέλευσιν ἐγγὺς γενόμενος, παρείχετο τὸ βιβλίον, εἰπὼν καὶ διὰ γλώττης, ὡς τῶν ἐγγεγραμμένων μάρτυρας παρέχοιτο αὐτό τε τὸ φρικτῶς ἱερουργούμενον σῶμα 2.97 τοῦ Χριστοῦ καὶ τούς τε ἀφανῶς προηγουμένους καὶ παρεπομένους ἀγγέλους καὶ τοὺς αἰσθητῶς καὶ φανερῶς ἡμῖν πρὸς τὴν διακονίαν αὐτοῖς συναιρομένους ἱερέας τουτουσί. τοῦ μεγάλου δὲ δομεστίκου τὰ γράμματα ἔχοντος ἐν ταῖν χεροῖν καὶ τὴν τῆς ἱερουργίας περιμένοντος τελευτὴν, ἵνα ἀναγνῶ, πάλιν ὁ παρακοιμώμενος γενόμενος ἐγγὺς, ἐδεῖτο τὸ νῦν ἔχον ἀναγνῶναι, ἵνα μὴ ἐκ τῶν ὅρκων μόνον, ἀλλὰ καὶ ἀπ' αὐτοῦ τοῦ χρόνου φοβερώτερα καὶ πιστότερα τὰ γεγραμμένα ᾖ. ἐπεὶ δὲ πειθόμενος ἀνέγνω, τότε μὲν ἐφθέγξατο οὐδὲν, ὕστερον δὲ μετὰ τὴν τελετὴν μόνον τὸν παρακοιμώμενον παραλαβὼν, «τὴν μὲν ἐξαρχῆς» ἔφη «κακοπραγίαν, ᾗ προσπαλαίων εἰς τοῦτο τύχης καὶ περιφανείας ἤχθης ὑπ' ἐμοῦ, πάντες μὲν συνειδοῖεν ἂν ἐμοὶ Ῥωμαῖοι· σὺ δ' ἂν εἴης πάντων μᾶλλον ἀξιόχρεως πιστεύεσθαι τἀληθῆ καὶ δίκαια περὶ σεαυτοῦ συμμαρτυρῶν ἐμοί. τῶν μὲν οὖν ὑπηργμένων παρά τε τῶν ἄλλων ἀρκοῦσαν ἔχω τὴν ἀπόδειξιν καὶ μάλιστα σοῦ. ὧν δὲ διενοούμην περὶ σοῦ μειζόνων καὶ θαυμασιωτέρων ἀγαθῶν αὐτός τε σύνοιδα ἐμαυτῷ καὶ ᾧ τὰ τῆς ψυχῆς ἑκάστου κινήματα καὶ διανοήματα φανερὰ, θεός. αὐτὸς δὲ μήθ' ὑπὲρ ὧν πολλάκις ὑπ' ἐμοῦ πέπονθας καλῶς μηδενὸς μνησθεὶς, μήθ' ὡς τοσαῦτα εὐεργετηθεὶς, οὐδὲ ἅπαξ πέπονθας κακῶς, ἀλλὰ δίκην σειρᾶς τινος ἀδιάλυτος ἡ τῶν εὐεργετημάτων ἀκολουθία μέχρι νῦν παρ' ἐμοῦ διετηρήθη, ἑτέ 2.98 ροις ὑπὸ βασκανίας μηδὲν ἀδικοῦντι πολεμοῦσιν ἐμοὶ προσνείμας ἑαυτὸν, τόγε εἰς ὑμᾶς ἧκον τὰ ἔσχατα διέθεσθε κακά. τί οὖν πρὸς ταῦτα κἀμὲ καὶ διανοεῖσθαι καὶ ποιεῖν ἐχρῆν, ἢ πειρᾶσθαι βλάπτειν, ἂν ἄρα τι δύνωμαι καὶ αὐτός; εἰ δ' ἐπὶ ταῦτα ἐτραπόμην, τί λοιπὸν ἦν, ἢ σὲ τὴν προτέραν θρηνεῖν εὐδαιμονίαν, ἄτιμον ἐξαίφνης καὶ ἄπορον περιόντα ἐκ μεγάλα δυναμένου; τοῦτο μὲν οὖν ἐμοί τε τῶν πάνυ ῥᾳδίων ἦν καὶ αὐτὸς ἂν δικάσαις σεαυτῷ ὡς τοιούτων ἦσθα καὶ πλειόνων ἄξιος τῆς πανουργίας ἀπολαύειν. ἐγὼ δ' ἐμαυτῷ πολλῆς παρὰ θεοῦ τῆς συγγνώμης δεομένῳ συνειδὼς, οὔτε ἀριθμῷ τοσαῦτα, οὔτε τηλικαῦτα καθ' ἡμέραν ἁμαρτάνοντι τὸ μέγεθος, ἀλλὰ πολλῷ δεινότερα καὶ πλείω, ἄλλως τε καὶ τοῖς ὅρκοις τοῖς σοῖς πιστεύσας, συγγνώμην παρέχομαι καὶ ἀμνηστίαν τῆς ἐπιβουλῆς. σοὶ δὲ μελήσει τοῖς ὕστερον ἀγαθοῖς τὰ πρότερον εἰργασμένα ἀπαλείφειν.» τότε μὲν οὖν ὁ παρακοιμώμενος αὖθις λόγοις τε πλείοσι καὶ ὅρκοις τὰ γεγραμμένα ἐπιβεβαιώσας, τῆς παρὰ μεγάλου δομεστίκου πάλιν ἀπέλαυε ῥοπῆς καὶ πολλοὺς παρευδοκίμει καὶ τῶν γένει περιδόξων. χρόνῳ δὲ ὕστερον, ὥσπερ δὴ καὶ πρότερον ἱστόρηται ἡμῖν, τοῦ κατὰ Περσῶν στόλου ὑπὸ βασιλέως ἔτι περιόντος ἀποδειχθέντος στρατηγοῦ, πολλὰ τοῦ μεγάλου περὶ τούτου δομεστίκου δεηθέντος βασιλέως, ὥστε τὴν στρατηγίαν ταύτην ἐγχειρίσαι, μὴ προσήκουσαν ἐκείνῳ τὴν περὶ τὰ τοι 2.99 αῦτα οἰομένου διατριβὴν, πρὸς μὲν τὴν ὑπηρεσίαν τοῦ μεσάζειν τοῖς δημοσίοις ὁ ἐπὶ τῶν ἀναμνήσεων Σπανόπουλος καὶ ὁ Μελιτηνιώτης Ἰωάννης ἦσαν τεταγμένοι, χρημάτων δὲ ταμίαι τῶν κοινῶν ὅ,τε Πεπαγωμένος Γεώργιος καὶ Νικόλαος ὁ Μελιτηνιώτης. ἐπεὶ δὲ περί τε τὰ βασιλικὰ γράμματα καὶ περὶ τὰ χρήματα, ὥσπερ ἔφημεν, ἐπιβούλως