228
ἀποθανεῖν ̓Ιουδαίους συμβέβηκεν. οἱ γὰρ ἐκ τῆς στάσεως τῶν σικαρίων καταφυγόντες ἐκεῖ πολλοὺς τῶν ὑποδεξαμένων επειθον τῆς ἐλευθερίας ἀντιποιεῖσθαι. εἰ δέ τινες αὐτοῖς τῶν οὐκ ἀφανῶν ̓Ιουδαίων ἀντέβαινον, τοὺς μὲν εκτεινον, τοὺς δ' αλλους πρὸς ἀποστασίαν προεκαλοῦντο. οἱ δὲ τῆς γερουσίας πρωτεύοντες εἰς ἐκκλησίαν τοὺς ̓Ιουδαίους ἀθροίσαντες ηλεγχον τὴν τῶν σικαρίων ἀπόνοιαν, καὶ φυλάξασθαι τὸ πλῆθος παρεκάλουν τὸν ἐξ αὐτῶν ολεθρον, παραδοῦναι δὲ ̔Ρωμαίοις αὐτούς. ἐπείσθη τοίνυν τὸ πλῆθος τοῖς λεγομένοις, καὶ πρὸς τοὺς σικαρίους ᾳξαντες συνήρπαζον αὐτούς. καὶ ἑάλωσαν μὲν περὶ ἑξακοσίους, οσοι δὲ τότε διέφυγον οὐκ εἰς μακρὰν συλληφθέντες ἐπανήχθησαν. καὶ πάσης αὐτοῖς ἐπενεχθείσης βασάνου, οπως Καίσαρα δεσπότην ὁμολογήσωσιν, οὐδεὶς ἐνέδωκεν, ἀλλὰ πάντες τὴν γνώμην ὑπερτέραν τῆς ἀνάγκης ἐτήρησαν. μάλιστα δ' ἡ τῶν παίδων ἡλικία τοὺς θεωμένους ἐξέπληξεν· οὐδὲ γὰρ ἐκείνων τις ἐξενικήθη Καίσαρα δεσπότην ἐξονομάσαι. Ηψατο δὲ καὶ τῶν περὶ Κυρήνην πόλεων ἡ τῶν σικαρίων ἀπόνοια. διεκπεσὼν γὰρ εἰς αὐτὴν Ἰωνάθης πονηρότατος ανθρωπος, τὴν τέχνην ὑφάντης, τινὰς τῶν ἀπόρων ἀνέπεισε προσέχειν αὐτῷ, καὶ προήγαγεν εἰς τὴν ερημον, σημεῖα δείξειν καὶ τέρατα ὑπισχνούμενος. οἱ δὲ τῶν ἐπὶ Κυρήνης ̓Ιουδαίων πρωτεύοντες Κατύλλῳ τῷ τῆς Κυρήνης ἡγεμόνι ταῦτα ἀγγέλλουσιν. ὁ δὲ στρατιώτας ἀποστείλας συνέσχε τοὺς μετὰ ̓Ιωνάθου. αὐτὸς δὲ ὁ ̓Ιωνάθης τότε μὲν διέφυγεν, ἐπιμελῶς δὲ ζητηθεὶς ηλω, καὶ ἀναχθεὶς 2.84 πρὸς τὸν ἡγεμόνα ἑαυτῷ μὲν ἐμηχανᾶτο τῆς τιμωρίας ἐξάλυξιν, τῷ Κατύλλῳ δὲ ἀφορμὰς ἀδίκων κερδῶν περιεποιήσατο. τοὺς γὰρ πλουσιωτάτους τῶν ̓Ιουδαίων ελεγε, καταψευδόμενος αὐτῶν, διδασκάλους αὐτῷ τῶν δρωμένων γενέσθαι· καὶ ὁ ἡγεμὼν προθύμως ἐδέχετο τὰς διαβολάς. πρὸς δὲ τῷ πιστεύειν ῥᾳδίως καὶ τὴν ψευδῆ κατηγορίαν τοὺς σικαρίους ἐδίδασκε· καὶ πολλῶν κατεῖπον ὑπ' ἐκείνου ὑποβαλλόμενοι. ̓Ενταῦθα μὲν ουν τότε τὰ τῶν ̓Ιουδαίων ἐτελεύτησε πάθη, ὑπὸ ̔Ρωμαίων τῆς ̔Ιερουσαλὴμ τὴν τελευταίαν ὑποστάσης αλωσιν. καὶ αυθις δὲ Αἰλίου τῶν ̔Ρωμαίων κρατοῦντος ̓Αδριανοῦ ἐστασίασαν ̓Ιουδαῖοι καὶ κατὰ ̔Ρωμαίων ὡπλίσθησαν. ἀλλὰ καὶ τότε ἡττήθησάν τε καὶ ἐξετρίβησαν, πολλῶν φθαρεισῶν μυριάδων, ὡς λίαν περιλειφθῆναι βραχεῖς, περὶ ων ἐν τοῖς ἰδίοις τόποις ἱστορηθήσεται. ̔Ρωμαίων δὲ μνησθείσης τῆς ἱστορίας καὶ τούτοις κράτος ἀναθεμένης ἀήττητον, ἀναγκαῖον πάντως εἰπεῖν καὶ διδάξαι η ἀναμνῆσαι τοὺς ἐντευξομένους τούτῳ δὴ τῷ συγγράμματι τίνες τε οἱ ̔Ρωμαῖοι καὶ οθεν τὸ τούτων εθνος συνέστη τὸ ἐξ ἀρχῆς, καὶ πόθεν τὴν κλῆσιν εσχε, καὶ τίσι πολιτείαις ἐχρήσατο, καὶ οιαις τύχαις ἐνέκυρσε, καὶ οπως προύκοψεν εἰς εὐδαιμονίας ἀκρότητα ὡς μικροῦ κυριεῦσαι τῆς οἰκουμένης ἁπάσης καὶ τὸ κράτος κατὰ πάντων σχεδὸν ἀναδήσασθαι, καὶ οπως βασιλευθὲν ἐξ ἀρχῆς εἰς ἀριστοκρατίαν ητοι δικτατωρείας καὶ ὑπατείας μετέπεσε, καὶ εἰς δημοκρατίαν αυθις μετήνεκτο, ειτα εἰς μοναρχίαν ἐπανελήλυθεν. ῥητέον μοι τοί2.85 νυν καὶ περὶ τούτων καὶ διηγητέον ὡς ἐνὸν ἐπιτέμνοντι τὸ πλάτος τῆς διηγήσεως καὶ τὴν μακρηγορίαν συστέλλοντι, ιν' ειεν εὐσύνοπτα τὰ τῆς ἱστορίας καὶ τὴν τῶν ἐπιόντων μνήμην μὴ διαφεύγοιεν. Αἰνείας μετὰ τὸν Τρωικὸν πόλεμον ἀφῖκτο πρὸς ̓Αβορίγινας, οι πρῴην τὴν χώραν ῳκουν καθ' ην ἡ ̔Ρώμη πεπόλισται, Λατίνου τοῦ Φαύνου τότε τὴν τούτων ἀρχὴν εχοντος, καὶ προσέσχε Λαυρεντῷ κατὰ τὸν Νουμίκιον ποταμόν, ενθα κατά τι δὴ θεοπρόπιον λέγεται παρασκευάζεσθαι ποιήσασθαι τὴν κατοίκησιν. ὁ δὲ τῆς χώρας αρχων Λατῖνος ἀπεῖργε τῷ Αἰνείᾳ τὴν ἐν τῇ χώρᾳ καθίδρυσιν. καὶ συμβαλὼν ἡττᾶται· ειτα δι' ὀνειράτων φανέντων ἀμφοῖν καταλλάττονται· καὶ τῆς κατοικίας αὐτῷ παραχωρεῖ, καὶ τὴν θυγατέρα Λαουινίαν εἰς γάμον ἐκδίδωσιν. ενθα πόλιν ὁ Αἰνείας οἰκοδομήσας ὠνόμασε Λαουίνιον· η τε χώρα Λάτιον ἐπεκλήθη καὶ οἱ ανθρωποι οἱ ἐκεῖ Λατῖνοι προσηγορεύθησαν. ̔Ρουτοῦλοι δὲ ὁμοροῦντες τῇ χώρᾳ ἐκ πόλεως ̓Αρδέας ὁρμώμενοι,