228
̔Ηνίοχοσ. κύριον. ος ην ̓Αθηναῖος, κωμικὸς τῆς μέσης κωμῳδίας. ̔Ηνίοχοσ. ὁ ἁρματηλάτης. κυρίως ἡνίοχος ὁ τὰς ἡνίας εχων. ειρηται δὲ καὶ ἐπὶ τοῦ ἐπιβάτου, οιον· θρασὺν ἡνίοχον φέροντες εκτονεν. ̓Ηνοπίδησ. κύριον. Ηνοψ. ὁ λαμπρός. οὐρανὸς ηνοψ. καί· ηνοπα πυρὸν εδουσιν. ο ἐστι σῖτον. Ηνισ. ὁ ἐνιαύσιος. τοῦ Ψελλοῦ· ηνις ὁ ἐνιαύσιος, ἀνδρεῖον ἠνορέα. eta.996 (Θηλυκόν.) ̓Ηνεμόεσσαν. ὑψηλὴν, ἀνέμοις καταπνεομένην. ἀνεμόεις, ἀνεμόεσσα καὶ ἠνεμόεσσα. ̔Ηνιοχεία. ἡ ἁρματηλασία. Ηνισ. ἐνιαυσιαίας. καὶ ενος ὁ ἐνιαυτὸς, ἀφ' ου παρώνυμον ενις καὶ κατ' εκτασιν ηνις. καὶ κλίνεται ηνιος, ὡς οφις οφιος. τὸ πληθυντικὸν ἠνίας καὶ κατὰ συναλοιφὴν ηνις, τὰς ουσας ἑνὸς ἐνιαυτοῦ. ̔Ηνίασ. χαλινοὺς, λώρους. ̓Ηνορέη. ἀνδρεία. (Οὐδέτερον.) ̔Ηνία. τὰ λῶρα. παρὰ τὴν ενωσιν τῶν ὑποζυγίων, η ἀπὸ τοῦ ἐνίεσθαι, η παρὰ τὸ ἀνύω ἀνύα, δι' ων ἀνύομεν τοὺς ιππους πρὸς τὴν εὐθεῖαν ὁδόν· η παρὰ τὸ εις ἑνὸς, ἑνία καὶ ἡνία, διὸ καὶ δασύνεται. Ηνυστρον. τὸ παχύτερον μέρος τῆς κοιλίας τοῦ βοός. εἰς τρία γὰρ τέτμηται ἡ γαστὴρ, ηνυστρον, ἐχῖνον, κεκρύφαλον. ἐγὼ δ' ηνυστρον βοὸς καὶ κοιλίαν ὑείαν καταβροχθίσας. ηνυστρον, οθεν διανύεται ἡ τροφὴ, ηγουν διέρχεται, η ενθα διανύεται καὶ πέττεται. λέγει δὲ καὶ ὁ Ψελλός· ἠρδαλωμένος ὁ λεπρὸς, ηνυeta.997 στρον δὲ τὸ κῶλον. καὶ πάλιν· ἐχῖνος δὲ καὶ ηνυστρον καὶ κεκρύφαλος μέρη ̔Ομοῦ γαστρὸς πεφύκασι ταῦτα δὴ τρία μόνα. ̓Ηνάρισεν. ἐφόνευσεν. ἐσκύλευσεν. ουτινα γὰρ τοιόνδε νέων ὁ φιλαίματος Αρης ἠνάρισε στυγερῆς μάχης-. ̓Ηναίνετο. ἀπηρνεῖτο, ἀπεστρέφετο. καὶ ὑπὲρ ων ἐδίψα ἀκοῦσαι ἠναίνετο. Ηνδανεν. ηρεσκεν. ̓Ηνδρίσατο. ἀνδρικῶς ἐπάλαισεν. ̓Ηνδρώθησαν. ἀνδράσιν ὡμίλησαν. ουτως ∆ίων πολλάκις ἐχρήσατο. ̓Ηνδρωμένοσ. ηὐξημένος. Ην δ' ἐγώ. εφην δ' ἐγώ. παρὰ Πλάτωνι καὶ ̓Αριστοφάνει. καὶ ην ἀντὶ τοῦ ημην, καὶ ην ἀντὶ τοῦ ὑπῆρχεν. ην ἐκεῖνος. εστι τρίτον πρόσωπον ἀπὸ τοῦ εω, τὸ ὑπάρχω. ὁ δεύτερος ἀόριστος ηον, ηες, ηε. καὶ κατὰ κρᾶσιν τοῦ ˉη καὶ ˉε εἰς ητα γίνεται ην. ὁ δὲ Πέτρος εξω ην ἑστὼς καὶ θερμαινόμενος. eta.998 Ηνεγκεν. ἀντὶ τοῦ ἐχώρησεν. ηνεγκε γαστὴρ ἡγιασμένον λόγον. Ηνεγκον καὶ ηνεγκα. ἀπὸ τοῦ ἐνέγκω. ̓Ηνεμῶσθαι. τὸ περὶ ερωτα ἐπτοῆσθαι. καὶ ἐῴκει περὶ τὸν ανθρωπον ἀκρατῶς ἠνεμῶσθαι. ̓Ηινέσαμεν. ἐπῃνέσαμεν. καὶ ἀντὶ τοῦ ἠσπασάμεθα καὶ ἠγαπήσαμεν. ἐκ πατέρων ταύτην ᾐνέσαμεν βιοτήν. Ην ἐμπνέω. εως ου ζῶ. ̓Ηνεσχέθη. ὑπέμεινε. σχῶ, σχήσω, εσχηκα, εσχημαι, ἐσχήθην, καὶ συστολῇ τοῦ ητα εἰς ε ἐσχέθην. καὶ μετὰ τῆς ἀνὰ προθέσεως ἀνεσχέθην καὶ ἠνεσχέθην. ̓Ηνείχοντο. ἐβούλοντο. ηθελον. ουτε ἐπεγγελᾷν ἠνείχοντο τοῖς εἰρημένοις. ̓Ηινιγμένα. μετὰ αἰνίγματος λεγόμενα. ̓Ηνιμᾶσθαι. ἀντλεῖσθαι. ̓Ηινιξάμην. ἀπὸ τοῦ αἰνίσσω, αἰνίξω, ῃνιξα, ὁ μέσος ᾐνιξάμην. ̓Ηνίπαπεν. υβρισεν, ἐκακολόγησεν. ἐπέπληξεν. ἀπὸ τοῦ επω, τὸ λέγω, ἐνέπω. καὶ τὸ ˉε, eta.999 ἡνίκα πλεονάσει καὶ ετερον σύμφωνον εἰς ἰῶτα, γίνεται ιπτω. Ομηρος. ιψω, ιφα καὶ μετὰ τῆς ˉεˉν ενιφα. καὶ οἱ ̓Αττικοὶ τὰ ἀπὸ προθέσεως ἀρχόμενα ῥήματα τρέπουσι τὸ ˉε εἰς ητα, καὶ γίνεται ηνιφα, καὶ ὁ μέσος παρακείμενος ηνιπα καὶ ἐπεκτάσει τῆς ˉπˉα συλλαβῆς ἠνίπαπα, καὶ τὸ τρίτον ἠνίπαπεν. Ηντετο. συνήντησε. καὶ ἀντὶ τοῦ ἐπέκειτο. ἀπὸ τοῦ εω, τὸ ἐνδύομαι, η τὸ ὑπάρχω, παράγωγον εημι, ὁ δεύτερος ἀόριστος ην, ὁ μέσος δεύτερος παθητικὸς εμην, τὸ δεύτερον εσο, τὸ τρίτον ετο, καὶ μετὰ τῆς ˉεˉν προθέσεως ἐν συνθέσει καὶ ἐκτάσει καὶ πλεονασμῷ τοῦ ˉτ, ηντετο. -καὶ διπλόος ηντετο θώρηξ- ἰστέον, οτι οἱ παλαιοὶ δύο θώρακας ἐφόρουν. ̓Ηνύσατε. ἐτελειώσατε, η ἐφθείρατε. καὶ Ομηρος· Η θὴν σ' ἐξανύω γε καὶ υστερον ἀντιβολήσας. ̓Ηνώχλησα. ἐβιασάμην. ̓Ηνέσχεσθε. ἀντὶ τοῦ ἐκαρτερήσατε. καὶ ὁ θεόλογος· καὶ ὑμεῖς ἠνέσχεσθε. Ηνον. ηνυον. Ομηρος· - ενθα δ' επειτα ηνον ὁδόν-. eta.1000 Τὸ Η μετὰ τοῦ Ο. ( ̓Αρσενικόν.) ̓Ηιόνα. αἰγιαλόν. ᾐὼν, ᾐόνος, ᾐόνα. ἀπὸ τοῦ αἰωνῶ τὸ βρέχω. (Θηλυκόν.) ̓Ηοῦσ. ἡμέρας ορθρου η ἀνατολῆς. ̓Ηοίην. ἀπὸ ορθρου εως μεσημβρίας. Ομηρος· πᾶσαν δ' ἠοίην μένομεν τετληότι θυμῶ. ( ̔Ρῆμα.) Ηομεν. ἐπορεύθημεν. Ομηρος· ηομεν ὡς