228
ἀνιπτόποδας καὶ χαμαιεύνας; τοὺς κάτω καὶ ὑπὲρ τὰ κάτω· τοὺς ἐν ἀνθρώποις, καὶ ὑπὲρ τὰ ἀνθρώπινα· δεδεμένους καὶ ἐλευθέρους· τοὺς κεκρατημένους καὶ ἀκρατήτους· ὧν οὐδὲν ἐν κόσμῳ, καὶ πάντα ὑπὲρ κόσμον· ὧν διπλοῦν τὸ ζῇν, τὸ μὲν ὑπερορώμενον, τὸ δὲ σπουδαζόμενον· τοὺς διὰ τὴν νέκρωσιν ἀθανάτους, τοὺς διὰ λύσιν Θεῷ συνημμένους· τοὺς ἔξω πόθου, καὶ μετὰ τοῦ θείου καὶ ἀπαθοῦς ἔρωτος· ὧν ἡ πηγὴ τοῦ φωτὸς, καὶ ὧν ἤδη ταῦτα ἀπαυγάσματα· ὧν αἱ ἀγγελικαὶ ψαλμῳδίαι, καὶ πάννυχος στάσις, καὶ ἡ τοῦ νοῦ πρὸς Θεὸν ἐνδημία προαρπαζομένου· ὧν ἡ κάθαρσις, καὶ ὧν τὸ καθαίρεσθαι, μηδὲν μέτρον εἰδότων ἀναβάσεως; Χρὴ ἀνεπίπληκτον ἐκμελετᾷν καὶ ἀσκεῖσθαι 96.181 βίον, καὶ μηδὲν ἔχειν ἀνεπιτήδευτον τῶν ἀρεσκόντων Θεῷ. Καλὸν ἡ ἄσκησις μετὰ συμμετρίας καὶ γνώσεως ἀληθοῦς. Ἁρμόζει τῷ ἐγκρατεῖ καὶ τοὺς ὄχλους φεύγειν, ἵνα τὸν νοῦν ἀπερίσπαστον ἔχῃ, καὶ τὴν καρδίαν ἀτάραχον· πολλὴ γὰρ ἐν τοῖς ὄχλοις ἡ ταραχή. Οὐ τῶν καθευδόντων καὶ βλακευόντων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' οἱ βιασταὶ ἁρπάζουσιν αὐτήν. Αὕτη γὰρ μόνη ἡ βία καλὴ, Θεὸν βιάσασθαι, καὶ παρὰ Θεοῦ ζωὴν ἁρπάσαι. Ὁ δὲ γνοὺς τοὺς βιαίους, μᾶλλον δὲ βεβαίως ἀντεχομένους, συνεχώρησεν καὶ εἶξε. Χαίρει γὰρ ὁ Θεὸς τὰ τοιαῦτα ἡττώμενος. Μὴ γὰρ οἱ ἀθλοῦντες ἐνδεδυμένοι ἀθλοῦσιν; γυμνοὺς αὐτοὺς εἰς τὸ στάδιον ὁ ἀθλητικὸς ἄγει νόμος, κἂν θάλπος ᾖ, κἂν κρύος. Εἰ δέ τις αὐτῶν παραιτήσεται τὴν γύμνωσιν, καὶ τὸν ἀγῶνα παρῃτήσατο. Ὁ γυμνὸς φεύξεται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. ∆ιὰ τοῦτο ὁ Παροιμιαστὴς πρὸς τὸν ἀλείπτην ἔλεγεν· Ἀφελοῦ τὸ ἱμάτιον αὐτοῦ. Παρῆλθεν γάρ· ἀντὶ τοῦ, εἰσῆλθεν εἰς τὸν ἀγῶνα, καὶ γυμνὸν δεῖ παλαίειν, μᾶλλον δὲ οὐ γυμνὸν μόνον, ἀλλὰ καὶ ἠλειμμένον. Τὸ μὲν γὰρ γεγυμνῶσθαι, ἀνέπαφον ποιεῖ τοῦ ἀντιπάλου τὸν ἀνταγωνιστήν· τὸ δὲ ἔλαιον, εἰ καὶ ληφθείη ποτὲ, διολισθαίνειν ἐκ τῆς λαβῆς παρασκευάζει. Καὶ διὰ τοῦτο οἱ ἀθλοῦντες γῆν προσπάσσειν φιλονεικοῦσι τοῖς ἀντιπάλοις, ἵνα τῇ κόνει τὴν τοῦ ἐλαίου ἐπιτραχύνοντες λειότητα εὐλήπτους αὐτοὺς πρὸς λαβὰς ἀπεργάζωνται. Ὁ σπουδαῖος ὀλιγοδεὴς, ἀθανάτου καὶ θνητῆς φύσεως μεθόριος, τὸ μὲν ἐπιδεὲς ἔχων διὰ σῶμα θνητὸν, τὸ δὲ μὴ πολυδεὲς, διὰ ψυχὴν ἐφιεμένην ἀθανασίας.
ΤΙΤΛ. ΙΑʹ. -Περὶ μαθητευομένων· καὶ ὅτι χρὴ αὐτοὺς ἐπιμελῶς καὶ σπουδαίως
πρὸς τὰς μαθήσεις ἔρχεσθαι, καὶ μὴ ἀποδιδράσκειν τὸ τῆς διδασκαλίας ἐπίπονον, ἀλλ' ἐρωτᾷν καὶ μανθάνειν παρὰ τῶν εἰδότων.
«Ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσί σοι.» «Υἱὲ, μή σε καταλάβῃ βουλὴ κακὴ, ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος. «Ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται.» «Λάβετε παιδείαν, καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον.» «Κτῆσαι σοφίαν, κτῆσαι σύνεσιν· μὴ ἐπιλάθῃ, ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων.» «Ποθήσατε, καὶ παιδευθήσεσθε.» 96.184 «Υἱὲ, δὸς εἰς παιδείαν καρδίαν σου.» «Τέκνον, ἐν νεότητί σου ἐπίλεξαι παιδείαν, καὶ ὡς ἀροτριῶν καὶ σπείρων πρόσελθε αὐτῇ, καὶ ἀνάμενε τοῦ ἀγαθοῦ καρποῦ αὐτῆς. Ἐν γὰρ τῇ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσας, ταχὺ φάγεσαι τῶν γεννημάτων αὐτῆς. Ὡς τραχεῖά ἐστι σοφία ἀπαιδεύτῳ, καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος. Ἀνίχνευσον αὐτὴν, καὶ γνωσθήσεταί σοι, καὶ ἐγκρατὴς γενόμενος, μὴ ἀφῇς αὐτήν. Ἐπ' ἐσχάτων γὰρ εὑρήσεις τὴν ἀνάπαυσιν αὐτῆς, καὶ στραφήσονταί σοι εἰς εὐφροσύνην. Καὶ ἔσονταί σοι αἱ πέδαι αὐτῆς εἰς τὴν σκέπην καὶ βάσιν ἰσχύος, καὶ οἱ κλοιοὶ αὐτῆς εἰς στολὴν δόξης. Κόσμος χρύσεός ἐστιν ἐπ' αὐτῆς. Ἐὰν θέλῃς, τέκνον, παιδευθήσῃ, καὶ ἐπιδῷς τὴν ψυχήν σου, συνετὸς ἔσῃ.» Τὸ ζητεῖν καὶ πυνθάνεσθαι πρὸς διδασκαλίαν ἀνυσιμώτατον. Ὁ πεινῶν καὶ διψῶν ἐπιστήμης, καὶ τοῦ μαθεῖν ἃ μὴ οἶδεν, τὰς ἄλλας μεθιέμενος φροντίδας, ἐπείγεται πρὸς ἀκρόασιν καὶ νύκτωρ καὶ μεθ' ἡμέραν θυρωρεῖ τὰς τῶν σοφῶν οἰκίας. Τὸ εἰδέναι τινὰ ὅτι ἀγνοεῖ, σοφίας ἐστὶν, ὡς καὶ τὸ εἰδέναι ὅτι ἠδίκησε, δικαιοσύνης.