228
ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν." Ἀμείψασθε τοίνυν τὸν εὐεργέτην, οἷς δύνα σθε, καὶ τὸ πρόσφορον αὐτῷ προσενέγκατε σέβας· τὸ δὲ ὑψοῦτε, ἀντὶ Τὸ ὑψηλὸν αὐτοῦ κηρύττετε. Ὑποπόδιον δὲ τῶν ποδῶν αὐτοῦ, πάλαι μὲν ὁ ἐν Ἱεροσολύμοις νεὼς ἐνενόμιστο, νῦν δὲ αἱ κατὰ πᾶ σαν γῆν καὶ θάλασσαν Ἐκκλησίαι, ἐν αἷς τῷ παν αγίῳ Θεῷ προσφέρομεν τὴν προσκύνησιν. ʹ. "Μωσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ· καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐ τοῦ." Οὐχ ἁπλῶς τοὺς ἄλλους προφήτας καταλιπὼν, τούτων ἐμνημόνευσε μόνον, ἀλλὰ τὴν σύντροφον Ἰου δαίων λύτταν καὶ τυραννίδα διδάσκων. Καὶ γὰρ ἐπὶ Μωσοῦ καὶ Ἀαρὼν ἁρπάσαι τὴν ἱερωσύνην ἐπειρά 80.1668 θησαν· καὶ ἐπὶ Σαμουὴλ τὴν θείαν ἀτιμάσαντες βα σιλείαν, τὴν ἀνθρωπείαν ἠγάπησαν. ∆ιδάσκει τοίνυν ὁ λόγος, ὅτι καινὸν οὐδὲν δρῶσι κατὰ τοῦ Σωτῆρος λυττῶντες, καὶ τὴν σωτήριον οὐ δεχόμενοι βασιλείαν· ἄνωθεν γὰρ αὐτοῖς ἡ μανία συνήθης. "Ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς εἰσήκουεν αὐτῶν. [ζʹ] Ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς." Καί τοι, φησὶ, πολλὴν εἶχον πρὸς τὸν Θεὸν παῤ ῥησίαν. Οἱ μὲν γὰρ παρεκάλουν, ὁ δὲ ὑπήκουε, καὶ τὰς αἰτήσεις παρεῖχε, καὶ πάντων ὁρώντων τὴν πρὸς αὐτοὺς ἐποιεῖτο διάλεξιν, διὰ τῆς νεφέλης τὴν οἰκείαν δεικνὺς ἐπιφάνειαν. Εἶτα διδάσκει, ὡς οὐκ ἀδίκως ταύτης αὐτοῖς μετεδίδου χάριτος. "Ὅτι ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ, καὶ τὰ προστάγματα αὐτοῦ, ἃ ἔδωκεν αὐτοῖς." Ἐννόμως γὰρ πολιτευο μένοις, καὶ κατὰ τὰς ἐντολὰς αὐτοῦ βιοτεύουσι, ταύτην ἐδωρεῖτο τὴν χάριν. ηʹ. "Κύριε ὁ Θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν· ὁ Θεὸς σὺ εὐΐλατος ἐγένου αὐτοῖς." Σὺ εἶ, ∆έσποτα, φησὶν, ὁ ὑφ' ἡμῶν κηρυττόμενος, ὁ τῆς τοσαύτης ἐκείνοις μεταδοὺς παῤῥησίας, καὶ πολλῆς αὐτοὺς ἀξιῶν εὐμενείας. "Καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν." Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ ἔκδικος ἐπὶ ταῖς ἐπηρείαις αὐτῶν. Τοὺς μὲν γὰρ κατὰ τοῦ μεγάλου Μωσοῦ τυραννήσαντας πυρὶ πα ραδέδωκε, καὶ τοὺς τὴν φλόγα διαφυγόντας ζῶν τας τῷ τάφῳ παρέπεμψε, χάναι κελεύσας τὴν γῆν, καὶ τάφον αὐτοῖς αὐτοσχέδιον τῆς τυραννίδος τὸ χωρίον ἀπέφηνε, καὶ τοὺς διὰ θαλάσσης ὁδεύσαντας, καὶ τὸν βυθὸν ἐκεῖνον πεζεύσαντας, πεποίηκεν ὑπο βρυχίους ἐν γῇ, παραδόξοις χρησάμενος κύμασι· τοὺς δὲ κατὰ τοῦ προφήτου Σαμουὴλ στασιάσαντας τῇ τοῦ Σαοὺλ δυναστείᾳ παρέδωκε, καὶ παντοδαπαῖς περιέβαλε συμφοραῖς. θʹ. "Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσ κυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ, ὅτι ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν." Τούτων τοιγαροῦν τῶν θαυμασίων ἀν δρῶν μιμούμενοι τὴν εὐσέβειαν, τὸ προσῆκον σέβας τῷ Θεῷ προσενέγκατε. Ὄρος δὲ ἅγιον, πάλαι μὲν τὸ Σιὼν ἐκαλεῖτο, νῦν δὲ τῆς θεογνωσίας τὸ ὕψος. Οὕτω γὰρ καὶ Ἡσαΐας, καὶ Μιχαίας ἐθέσπισαν· "Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου," τουτέστιν, ἡ τοῦ Θεοῦ γνῶσις δήλη πᾶσι γενήσεται. Οἶδε καὶ ὁ θεῖος Ἀπόστολος νοητὸν ὄρος Σιών· "Προσεληλύθατε γὰρ Σιὼν ὄρει καὶ πό λει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ." Προστε τάγμεθα τοίνυν κατὰ τὴν δοθεῖσαν ἡμῖν ὑπὸ τοῦ Θεοῦ γνῶσιν προσφέρειν αὐτῷ τὴν προσκύνησιν, [καὶ 80.1669 Θεὸν ἐκ Θεοῦ ὁμολογεῖν καὶ μονογενῆ τῷ Πατρὶ Υἱὸν, τὸν δι' ἡμᾶς ἐνανθρωπήσαντα. Ἀμήν.]
ΕΡΜΗΝ. ΤΟΥ Θʹ ΨΑΛΜΟΥ. αʹ. "Ψαλμὸς τῷ ∆αβὶδ, Εἰς ἐξομολόγησιν· ἀν επίγραφος παρ' Ἑβραίοις." Ὁ
προφήτης ἐνταῦθα πάντας ἀνθρώπους εἰς ὑμνῳδίαν καλεῖ, παρεγγυῶν διὰ πάντων θεραπεῦσαι τὸν Σωτῆρα Θεόν. βʹ. "Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ." Ἅπαντες ἄνθρωποι τὸν ἐπινίκιον ὕμνον προσενέγκατε τῷ Θεῷ· γῆν γὰρ τοὺς κατοικοῦντας τὴν γῆν καλεῖ. "∆ουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ." Οὐ γάρ ἐστι κατὰ τὴν πικρὰν τοῦ διαβόλου τυραννίδα, τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἡ βασιλεία, ἀλλ' ἥμερος αὐτοῦ καὶ φιλάνθρωπος ἡ δεσποτεία. Γεγηθότες τοίνυν τῇ δουλείᾳ προσέλθετε. "Εἰσέλθετε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει." Ὁ δὲ Σύμμαχος, μετ' εὐφημίας εἴρη κεν· ὁ δὲ Ἀκύλας,