228
ὁ χριστιανισμὸς ἀπ' ἀρχῆς τοῦ κηρύγματος τῶν ἀποστόλων ὑπὲρ τὸ διακοσιοστὸν ἔτος μέχρι Κωνσταντίνου τοῦ πρώτου βασιλέως χριστιανῶν ἐν διωγμῷ βρέμοντι. οἱ μετέπειτα ὑφειμένως μέν, ὅμως μακροετίζοντες, πάρεξ τοῦ κατὰ Ἰουλιανὸν τὸν ἀποστάτην. Παῦλος ὁ μέγας τριακονταπέντε ἔτεσιν διωκόμενος καὶ καθ' ἡμέραν ἀποθνήσκων, καὶ σὺ ἐν πέντε χρόνοις ἠτονηκώς; Κλήμης ὁ πολύαθλος εἰκοσιοκτὼ ἔτεσιν μαρτυρῶν, καὶ σὺ ἀχανιῶν ἐν βραχέσιν; ποῦ μοι καιρὸς τὰ τῶν ἄλλων μαρτύρων λέγειν; οὐκ ἤκουσας τὴν ὑπομονὴν Ἰώβ; οὐχὶ πεντεκαίδεκα ἔτη ἢ καὶ πρὸς ἕλκει πονήρῳ ἐβασανίζετο πρὸς τοῖς ἐπενεχθεῖσιν αὐτῷ ἄλλοις τραγῳδήμασιν, καὶ ταῦτα οὐ συνειδώς τι πεπραχέναι τῶν ἀριστερῶν, μᾶλλον μὲν οὖν γε καὶ τῶν λίαν δεξιῶν; ἀλλὰ τί αὐτῷ ὁ χρηματισμός; ἵνα δίκαιος, φησίν, ἀναφανῇς. οὕτω καὶ νῦν κοσκινίζει ἡ πρόνοια οἱονεὶ τοὺς παρόντας, ἵνα τὰ ζιζάνια ἔτι ἐκριφῇ, ἵνα ὁ σῖτος ἐναπομείνοι καθαρός. οὐκ ἀκούεις τί λέγει τῷ Ἱερεμίᾳ; κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον καὶ σκέψαι εἰ δοκίμιόν ἐστιν, καθὼς ἐγὼ ἐδοκιμάσθην ὑπὲρ αὐτῶν. ἐνέγκωμεν ἔτι, ὦ γενναῖοι στρατιῶται Χριστοῦ. αἱ ἡμέραι ὡσεὶ σκιαὶ παράγουσιν, κἂν οἱ διώκοντες ἐπιμένειν οἴωνται· εἰ ἐμὲ ἐδίωξαν, φησίν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. ἐπ' ἀληθείας γὰρ οὐκ οἴδασιν ὅτι ὁ θεὸς καὶ πατὴρ ἔπεμψεν τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν οἰκουμένην τῷ ἰδίῳ πατρὶ κατακτήσηται. ἦ γὰρ ἂν ἠρνοῦντο αὐτὸν ἐγγράφεσθαι· οὐδεὶς γὰρ ἐκ γυναικὸς γεννώμενος ἀνεικόνιστος, εἰ μηδ' ἂν εἶεν ἔκτρωμα. Οὕτω τοιγαροῦν, ἀδελφοί, καταρτίζωμεν ἑαυτοὺς καὶ οὕτω παρακαλούμεθα τοῖς λόγοις τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀναμένοντες τὴν ἀνταπόδοσιν. ἀλλ' οἴδατε οἷος ὁ Λεόντιος· εὐνούχων γένος οὐ μόνον ἄτιμον, ὥς τις τῶν θεοφόρων εἴρηκεν, ἀλλὰ καὶ ἀρνησίχριστον· καὶ οὐδ' οὕτως ἀρκούμενον, ἀλλὰ καὶ ἀγρίως τιμωρούμενον ἀδελφοὺς ἡμῶν. ὁ πρὶν μαθητὴς νῦν ἀρνητὴς ἰουδαΐζων, ὁ ἐν ἀδελφοῖς ὑπερέχουσιν κατὰ τῶν ἀδελφῶν ὑπὲρ ἅπαντας τοὺς κολάζοντας· ὁ μὴ λέγων ἁπλῶς εἰκόνα, ἀλλὰ ἁγίαν εἰκόνα Χριστοῦ τυχόν, τῆς Θεοτόκου ἤ τινος οὖν τῶν ἁγίων ἄρτι ἐστὶ καίων, καθαίρων, ὡς θὴρ μαινόμενος βλασφημῶν. ἐξ οὗ καὶ τῷ κρατοῦντι φιλούμενος καὶ τῶν μοναστηρίων ἡμῶν ἄρχων καὶ πάντα πράττων ὁ τάλας εἰς Χριστοῦ ὕβριν. ἀλλ' οὐαί μοι· ἐμὰ γὰρ τὰ ἐκείνου κωμῳδήματα· ὅμως ὅτι τῷ κατὰ σάρκα φύσαντι ὅμοιος, ἐπεὶ κἀκεῖνος ἐν τοῖς πάλαι καιροῖς ἀκροθίνιον ἀσεβείας, ὥσπερ καὶ τοῦ Ἑρμίου· ἄμφω γὰρ δαιμονῶσιν καὶ οὐ μίγει ὁ θεὸς κορώνην καὶ περιστεράν, ἀλλὰ τὰ ὅμοια τοῖς ὁμοίοις. Ἐκεῖνοι μὲν οὕτω· καὶ δοίη αὐτοῖς Κύριος ἐπίγνωσιν ἀληθείας, ἐζωγρημένοις ὑπὸ τοῦ διαβόλου εἰς τὸ ἐκείνου θέλημα. ὑμᾶς δὲ Χριστὸς σὺν οἷς ὁ ἀποστάτης κολάζει στηρίξειεν, δυναμώσειεν, κρατύνειεν ὑπενεγκεῖν ἔτι πεινῶντας, διψῶντας, γυμνητεύοντας, κολαφιζομένους, ἀστατοῦντας, κοπιῶντας, λοιδορουμένους, διωκομένους, βλασφημουμένους, ὡς περικαθάρματα ὄντας τοῦ κόσμου, πάντων περίψημα κατὰ Παῦλον τὸν μέγαν, μεθ' οὗ εἶεν καὶ ἡ μερὶς ὑμῶν. ἀδελφοί, προσεύχεσθε περὶ ἡμῶν τῶν ἁμαρτωλῶν ἵνα σῳζοίμεθα, ἀξιούμενοι πάντων τῶν ἐνισταμένων τοῦ ἐσχάτου βαθμοῦ. ἀσπάζεται ὑμᾶς ὁ σὺν ἐμοὶ ἀδελφὸς Νικόλαος. ἡ χάρις μετὰ πάντων ὑμῶν. ἀμήν. 382 {1Κατηχητική. Θεόδωρος ταῖς πανταχοῦ διεσπαρμέναις ἀδελφότησιν}1 Χαίρετε, ἐπιπόθητοί μου ἀδελφοὶ καὶ πατέρες, ὅτι χαρᾶς εὐαγγέλια. πάλιν ἠξιώθημεν οἱ ἀνάξιοι ὁμολογῆσαι τὴν καλὴν ὁμολογίαν, πάλιν ᾐκίσθημεν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἀμφότεροι· καὶ γὰρ καὶ ὁ ἀδελφὸς Νικόλαος ἐνήθλησεν κάλλιστα καὶ πιστότατα. εἴδομεν ἐκ σαρκῶν ἡμῶν κενούμενα ἐπὶ τῆς γῆς αἵματα οἱ ταπεινοί, ἐθεασάμεθα μώλωπας, ἰχῶρας, τὰ τούτοις ἀκόλουθα. οὐ ταῦτα χαρᾶς; οὐ ταῦτα