228
Ἰούνιον μῆνα τῆς αὐτῆς ηʹ ἰνδικτιῶνος ἡμέρᾳ γʹ, ὅτι ζήσεται καὶ βασιλεύσει. οἷς καὶ ἐπερειδόμενος στάσιν ἐν ταῖς Καππαδοκίαις συνεσκεύασε κατὰ Ἀετίου γενέσθαι, ἣν οὐκ ἠξιώθη ζῶν ἀκοῦσαι· μετὰ γὰρ δύο ἡμέρας τοῦ θανεῖν αὐτὸν ἡ περὶ τούτου κατέλαβε φάσις· καὶ οἱ στασιασταὶ συλληφθέντες ἐξορίαις καὶ τιμωρίαις ὑπεβλήθησαν. δʹ. ιʹ. εʹ. ιζʹ. Τούτῳ τῷ ἔτει, μηνὶ ∆εκεμβρίῳ κεʹ, ἰνδικτιῶνος θʹ, Κάρουλος, ὁ τῶν Φράγγων ῥήξ, ἐστέφθη ὑπὸ Λέοντος τοῦ πάπα· καὶ βουληθεὶς κατὰ Σικελίας στόλῳ παρατάξασθαι μετεμελήθη, ζευχθῆναι μᾶλλον Εἰρήνῃ βουληθείς, πρέσβεις εἰς τοῦτο πέμψας τῷ ἐπιόντι χρόνῳ, ἰνδικτιῶνος ιʹ. τῷ δὲ Μαρτίῳ μηνὶ τῆς θʹ ἰνδικτιῶνος Εἰρήνη ἡ εὐσεβὴς Βυζαντίοις τοὺς πολιτικοὺς ἐχαρίσατο φόρους, τῆς τε Ἀβύδου καὶ τοῦ Ἱεροῦ τὰ λεγόμενα κωμέρκια ἐκούφισεν, μεγάλως ἐπὶ τούτοις σὺν ἄλλοις πολλοῖς εὐχαριστηθεῖσα εὐεργετήμασιν. εʹ. ιζʹ. ʹ. ιηʹ. Τούτῳ τῷ ἔτει Ἀέτιος ὁ πατρίκιος ἀπαλλαγεὶς Σταυρακίου καὶ ἀπομεριμνήσας τὸ κράτος εἰς τὸν ἴδιον ἀδελφὸν μετενέγκαι ἔσπευδεν, ὃν καὶ προεβάλετο μονοστράτηγον εἴς τε τὴν Θρᾴκην καὶ Μακεδονίαν, αὐτὸς τὰ περατικὰ θέματα κατέχων, ἀνατολικοὺς καὶ τὸ Ὀψίκιν. ἐπάρσεως οὖν μεστὸς ὑπάρχων, τοὺς ἐν τέλει ἄρχοντας κατευτελίζων ἀντ' οὐδενὸς ἐλογίζετο· οἳ καὶ λυπηθέντες κατ' αὐτοῦ σφόδρα, στάσιν κατὰ τῆς βασιλίσσης μελετήσαντες εἰς ἔργον ἐξήνεγκαν. ἔφθασαν δὲ καὶ οἱ ἀποσταλέντες παρὰ Καρούλου ἀποκρισιάριοι καὶ τοῦ πάπα Λέοντος πρὸς τὴν εὐσεβεστάτην Εἰρήνην, αἰτούμενοι ζευχθῆναι αὐτὴν τῷ Καρούλῳ πρὸς γάμον, καὶ ἑνῶσαι τὰ ἑῷα καὶ τὰ ἑσπέρια. ἥτις ὑπήκουσεν ἄν, εἰ μὴ Ἀέτιος οὗτος ὁ πολλάκις ῥηθεὶς ἐκώλυσεν, παραδυναστεύων καὶ τὸ κράτος εἰς τὸν ἴδιον ἀδελφὸν σφετεριζόμενος. 476 Ῥωμαίων βασιλεὺς Νικηφόρος ἔτη θʹ. αʹ. ιηʹ. ζʹ. ιθʹ. Τούτῳ τῷ ἔτει, μηνὶ Ὀκτωβρίῳ λαʹ, ἰνδικτιῶνος ιαʹ, ὥρᾳ νυκτερινῇ δʹ, ἐπιφωσκούσης ἡμέρας βʹ, Νικηφόρος πατρίκιος καὶ γενικὸς λογοθέτης ἐτυράννησε κατὰ τῆς εὐσεβεστάτης Εἰρήνης, θεοῦ μὲν συγχωρήσαντος ἀφάτοις κρίμασι διὰ πλῆθος ἁμαρτιῶν ἡμῶν, συνεργούντων δὲ αὐτῷ Νικήτα, πατρικίου καὶ δομεστίκου τῶν σχολῶν, καὶ Σισιννίου, πατρικίου καὶ ἀδελφοῦ αὐτοῦ, τῶν ἐπιόρκων καὶ δολερῶν Τριφυλλίων. συνῆσαν δὲ αὐτοῖς καὶ Λέων πατρίκιος ὁ Σεραντάπηχος καὶ Γρηγόριος πατρίκιος ὁ τοῦ Μουσουλακίου καὶ Θεόκτιστος πατρίκιος καὶ κυαίστωρ, καὶ Πέτρος πατρίκιος, ἀπατήσαντες καί τινας τῶν ἀρχόντων τοῦ λαοῦ τῶν ταγμάτων. καταλαβόντες δὲ τὴν λεγομένην Χαλκῆν πύλην καὶ τοὺς φύλακας ἀθρόως ψευδῶς ἀπατήσαντες ἔπεισαν αὐτούς, ὅτι παρ' αὐτῆς ἀπεστάλησαν ἀναγορεῦσαι βασιλέα τὸν αὐτὸν Νικηφόρον διὰ τὸ τὸν πατρίκιον Ἀέτιον βιάζεσθαι αὐτὴν τὸν ἑαυτοῦ ἀδελφὸν Λέοντα ἀναγορεῦσαι βασιλέα. οἱ δὲ πιστεύσαντες τῷ τηλικούτῳ ψεύδει συνανηγόρευσαν βασιλέα τὸν τύραννον. οὕτως οὖν ἐπὶ τὸ μέγα παλάτιον ἐλθόντες οἱ αὐτοὶ πατρίκιοι εἰσῆλθον ἐν αὐτῷ, κἀκεῖθεν ἀποστείλαντες καθ' ὅλην τὴν πόλιν ἀσήμους τινὰς καὶ δούλους τὴν ἀναγόρευσιν ἐποιήσαντο πρὸ τοῦ μεσονυκτίου καὶ φύλακας περιέστησαν τῷ παλατίῳ τῶν Ἐλευθερίου, ἐν ᾧ συνέβη αὐτὴν εἶναι. ὄρθρου δὲ μεταστειλάμενοι αὐτὴν κατέκλεισαν ἐν τῷ μεγάλῳ παλατίῳ· καὶ οὕτω προῆλθον ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, ἐπὶ τὸ στέψαι τὸν ἀλιτήριον. συνῆλθε δὲ ἅπαν τὸ πλῆθος τῆς πόλεως, καὶ πάντες ἐπὶ τοῖς πραττομένοις ἐδυσχέραινον ἐπαρώμενοι τὸν στέφοντα καὶ τὸν στεφόμενον καὶ τοὺς τούτοις συγχαίροντας. καὶ οἱ μὲν εὐλαβείᾳ καὶ λόγῳ συζῶντες τὴν θείαν κρίσιν ἐθαύμαζον, ὅπως συνεχώρησεν ὑπὲρ τῆς ὀρθῆς πίστεως μαρτυρικῶς ἀθλήσασαν ὑπὸ συβώτου ἐκβληθῆναι τῶν εὐνουστάτων αὐτῆς προσθεμένων αὐτῷ διὰ φιλαργυ477 ρίαν, Λέοντος, φημί, εὐνούχου πατρικίου καὶ σακελλαρίου τοῦ Σινωπέως, καὶ τῶν θεοστυγῶν Τριφυλλίων, καὶ τῶν ἀνωτέρω εἰρημένων πατρικίων, οἵ τινες δωρεαῖς πλείσταις ὑπ' αὐτῆς κατεπλουτίσθησαν, καὶ πολλάκις συνεσθίοντες αὐτῇ καὶ κολακείαις μεθ' ὅρκων πείθοντες φρικτῶν πάντων τῶν ἐν κόσμῳ πραγμάτων