229
διανοηθείη, βασιλεὺς μὲν μισήσας τὴν πονηρίαν, μικρὰ τῆς στρατηγίας ἀπολαύσαντα παρέλυσεν εὐθέως τῆς ἀρχῆς, καὶ διήγαγεν ἐπὶ καιρὸν μηδὲν ἐγκεχειρισμένος τῶν κοινῶν. ἐπεὶ δὲ ἐτελεύτησεν ὁ βασιλεὺς, πολλὰ τοῦ μεγάλου δεηθεὶς δομεστίκου, καίτοι καὶ οἴκοθεν ὡρμημένου ποιεῖν αὐτὸν εὖ, τὴν μὲν τοῦ μεσάζειν ὑπηρεσίαν ἐνεχειρίσθη, τὴν δὲ τῶν βασιλικῶν χρημάτων φυλακὴν οὐκέτι, καίτοι γε ἔμελλε μικρὸν ὕστερον καὶ ταύτην, ὡς ὁ μέγας ὕστερον δομέστικος διεβεβαιοῦτο. ὁ δὲ τὴν μὲν τῶν ἀρχῶν ἰδὼν εὐθέως καὶ μετὰ ῥᾳστώνης αὐτῷ προσγενομένην ἅμα τῷ αἰτῆσαι, τὴν ἑτέραν δὲ οὐκέτι, οὐ τῶν παρεσχημένων ἕνεκα ἐπῄει μᾶλλον χάριτας ὁμολογεῖν, ἢ ἀμύνεσθαι, ὧν ἀδίκως ᾤετο ἀποστερεῖσθαι. νομίσας δὲ καὶ βασιλίδα μὲν ἐπιτετραφέναι τῷ μεγάλῳ δομεστίκῳ ἀμφοτέρας ἐκείνῳ ἐγχειρίζειν τὰς ἀρχὰς, τὸν δὲ χαριζόμενον τοῖς τὴν ἑτέραν ἔχουσιν ἀποστερεῖν ἐκεῖνον, ἔγνω δεῖν προσκρούειν φανερῶς καὶ βασιλίδι προσελθὼν, παρόντος ἐκείνου καὶ διαλεγομένου, «ἐγὼ νομίζω,» εἶπεν «οὐ μόνον τὴν ἐμοὶ παρεσχημένην νῦν ἀρχὴν, ἀλλὰ καὶ πάσας, ὅσας ἄρχουσι Ῥωμαῖοι, οὐ παρὰ μεγάλου δομεστίκου, παρὰ σοῦ 2.100 δὲ χορηγεῖσθαι πᾶσι. διὸ καὶ οἴομαι προσήκειν σοὶ τὰς τῆς εὐεργεσίας χάριτας εἰδέναι. εἰ δὴ ταῦτα οὕτως, ὥσπερ οἴομαι, ἔστιν ἀληθῆ, ἀνθ' ὅτου, παρὰ σοῦ προστεταγμένον ἀμφοτέρας ἔχειν τὰς ἀρχὰς, ὧν καὶ περιόντος ἦρχον βασιλέως, τὴν ἑτέραν παρέσχετο αὐτὸς, τῆς μιᾶς ἀποστερήσας, δέομαί σου καὶ τὴν ἑτέραν αὐτῷ προστάξαι ἀποδοῦναι, μᾶλλον δὲ, καὶ αὐτοῦ παρόντος, παρὰ σοῦ ἐγχειρισθῆναι, ἵνα σοι καὶ μᾶλλον προσηκούσας τὰς εὐχαριστίας τῆς εὐεργεσίας ἀποδῶ.» ὁ μέγας μὲν οὖν δομέστικος ἐφθέγξατο οὐδέν. ἡ βασιλὶς δ' αὐτοῦ πολλὴν καταγνοῦσα τὴν ἀχαριστίαν, «πάνυ θαυμάζειν» εἶπεν «ἐπέρχεταί μοι, τὴν αἰτίαν, ἐξ ἧς εἰς τούτους προήχθης τοὺς λόγους, οὐ συνορώσῃ. εἰ μὲν γὰρ οἰόμενος, μὴ τὴν ὁμοίαν δύναμιν τὸν μέγαν δομέστικον, ἥνπερ καὶ πρότερον, κεκτῆσθαι, ἢ ἐμέ τι διαφέρεσθαι πρὸς αὐτὸν, δεῖν ἔγνως αὐθαδῶς αὐτῷ προσφέρεσθαι καὶ θρασέως, ἴσθι πάνυ τοῦ προσήκοντος ἁμαρτών. εἰ δ' οὐδὲν ἀποβεβληκότα καὶ τῆς δυνάμεως καὶ τῆς εὐνοίας τῆς εἰς ἐμὲ εἰδὼς, ἔπειτα εἰς τοῦτο προήχθης ἀτοπίας, οὐκ ἀσυνεσίας, ἀλλὰ παραπληξίας φαίην ἂν ἔγωγε τοὺς λόγους τουτουσί. ἐγὼ δέ σε περιόντος μὲν ᾔδειν βασιλέως τήν τε τοῦ μεσάζειν ἐγκεχειρισμένον καὶ τοῦ βασιλικοῦ ταμιείου τὴν ἀρχήν· πλὴν καὶ τότε, εἴποι τις ἂν, οὐχ ἑκόντος βασιλέως, ἀλλὰ διὰ τὸ βούλεσθαι τοῦτον παραχωροῦντος. διὸ καὶ πολλὰ πολλάκις ὠνειδίζετο παρ' ἐκείνου, κατὰ σοῦ 2.101 ἐκφερομένου πρὸς ὀργὴν, ὡς οὐ λυσιτελοῦντα πράττων σὲ μειζόνων ἢ προσῆκεν ἀξιῶν. ἐπεὶ δὲ ναύαρχος αἱρεθεὶς αὖθις ἐξεβλήθης τῆς ἀρχῆς, οὔτε βασιλέως ζῶντος, οὔτε μετὰ τὴν ἐκείνου τελευτὴν ὑπ' ἐμοῦ πρὸς ἀρχήν τινα προήχθης. νῦν δ' οὗτος οἴκοθεν πρότερον ὁρμηθεὶς, ἣν ἔφης, ἐνεχείρισεν ἀρχὴν, ἔπειθ' ὕστερον ἀπαγγείλας, ἔπεισε κἀμὲ στέργειν τὰ ἐψηφισμένα. διὸ προσῆκε τῆς εὐεργεσίας χάριτας ὁμολογεῖν καὶ μὴ θρασέως ἀπαυθαδίζεσθαι.» οὕτω μὲν οὖν ἡ βασιλὶς πρὸς τὸν παρακοιμώμενον ἐφθέγξατο. ιʹ. Ὁ μέγας δὲ δομέστικος τὴν ἀγνωμοσύνην καὶ αὐτὸς οὐκ ἐνεγκὼν, «ἔδει μὲν» εἶπε «τὸν τοσοῦτον χρόνον διδάσκαλόν σοι τῶν ὑπηργμένων ἀγαθῶν γενέσθαι παρ' ἐμοῦ. ἐπεὶ δ' ἑκοντὶ κακὸς ἐθέλων εἶναι, δέον πολλὰς χάριτας ὁμολογεῖν, σὺ δὲ τἀναντία προείλου λέγειν, ἤδη σου κἀγὼ τὴν ἀρχὴν, ἣν παρεσχόμην, ἀφαιρῶ, καὶ ἀπὸ τῆς ἡμέρας ταύτης μηδενός σοι μελέτω τῶν κοινῶν.» ὁ μὲν οὖν τοιαῦτα εἶπεν. Ἀπόκαυκος δὲ τῆς βασιλίδος ἐπυνθάνετο, εἰ καὶ αὐτῇ τοιαῦτα συνδοκοίη. τῆς δὲ τὰ εἰρημένα στέργειν εἰπούσης, ὁ μέγας δομέστικος αὖθις πᾶσαν ἀπαγορεύσας ἀρχὴν ἐκείνῳ, ἀνέστη καὶ διοικήσεως ἑτέρων εἴχετο πραγμάτων. ὅσοι δὲ παρῆσαν ἐν βασιλείοις, τὴν παρακοιμωμένου γνόντες πρὸς τὸν μέγαν δομέστικον ἀντιλογίαν, καὶ ὡς ὑπ' ἐκείνου πρὸς ὀργὴν πάσης ἀρχῆς ἀπελαθείη, πολλὴν μὲν ἐκείνου καὶ ἀγνωμοσύνην καὶ 2.102 παράνοιαν κατέγνωσαν. ἐξιόντι δὲ τῶν βασιλείων, καίτοι πρότερον εἰωθότες ἕπεσθαι πολλοὶ