229
καὶ πρόσθεν δυσμενῶς εχοντες πρὸς Λατίνους, καὶ τότε πόλεμον ηραντο, ἐπαρήγοντος αὐτοῖς καὶ Τούρνου ἀνδρὸς ἐπιφανοῦς καὶ τῷ Λατίνῳ προσήκοντος, ος δι' ὀργῆς τὸν Λατῖνον πεποίητο διὰ τὸν Λαουινίας γάμον· ἐκείνῳ γὰρ ἡ κόρη προωμολόγητο. μάχης ουν γενομένης πίπτουσιν ο τε Τοῦρνος καὶ ὁ Λατῖνος, τὴν δὲ νίκην ὁ Αἰνείας κεκόμιστο καὶ τὴν τοῦ πενθεροῦ βασιλείαν. μετὰ δέ 2.86 τινα χρόνον συμμαχίας ἐκ Τυρσηνῶν οἱ ̔Ρουτοῦλοι τυχόντες ἐπῆλθον τῷ Αἰνείᾳ, καὶ τὸν πόλεμον νενικήκασιν· ἀφανὴς δὲ ὁ Αἰνείας γενόμενος, ουτε γὰρ ζῶν ωφθη ετι ουτε μὴν τεθνεώς, ὡς θεὸς παρὰ Λατίνοις τετίμητο. ἐντεῦθεν καὶ τοῖς ̔Ρωμαίοις τοῦ σφετέρου γένους ἀρχηγέτης νενόμισται, καὶ Αἰνειάδαι καλεῖσθαι αὐχοῦσι. τὴν δὲ τῶν Λατίνων ἀρχὴν ὁ ἐκείνου υἱὸς ̓Ασκάνιος διεδέξατο, ος οικοθεν συνείπετο τῷ πατρί· οὐδέπω γὰρ ἐκ τῆς Λαουινίας παῖδα ἐγείνατο, εγκυον δ' αὐτὴν καταλέλοιπε. τὸν δὲ ̓Ασκάνιον κατακλείσαντες οἱ πολέμιοι ἐπολιόρκουν· νυκτὸς δ' οἱ Λατῖνοι αὐτοῖς ἐπιθέμενοι τήν τε πολιορκίαν ελυσαν καὶ τὸν πόλεμον. Χρόνου δὲ διεληλυθότος πληθυνθέντες οἱ Λατῖνοι τὴν μὲν πόλιν τὸ Λαουίνιον οἱ πλείονες ἐκλελοίπασιν, ἑτέραν δ' ἐν ἀμείνονι χώρᾳ ἀντῳκοδόμησαν, ην Αλβαν ἐκ τῆς λευκότητος καὶ ἀπὸ τοῦ μήκους Λόγγαν ἐπωνόμασαν· ειποιεν αν Ελληνες λευκὴν καὶ μακράν. ̓Ασκανίου δὲ τελευτήσαντος οἱ Λατῖνοι τὸν ἐκ τῆς Λαουινίας τεχθέντα τῷ Αἰνείᾳ υἱὸν εἰς τὴν βασιλείαν προετιμήσαντο τοῦ ̓Ασκανίου παιδός, διὰ τὸν πάππον τὸν Λατῖνον τοῦτον προκρίναντες, Σιλούιον κεκλημένον. ἐκ Σιλουίου δὲ Αἰνείας ἐτέχθη, ἐξ Αἰνείου δὲ Λατῖνος ἐγένετο, Λατῖνον δὲ διεδέξατο Πάστις. Τιβερῖνος δ' αρξας μετέπειτα ἐν ποταμῷ καλουμένῳ ̓Αλβούλῳ πεσὼν διεφθάρη· ος δὴ ποταμὸς Τίβερις ἐξ ἐκείνου μετωνομάσθη, ῥέων διὰ τῆς ̔Ρώμης καὶ ων τῇ πόλει πολυαρκέστατος καὶ ̔Ρωμαίοις ἐς τὰ μάλιστα χρησιμώτατος. εκγονος δὲ τοῦ Τιβερίνου ̓Αμούλιος, ος ὑπερφρονήσας καὶ θεοῦν ἑαυτὸν τολμήσας, ὡς βροντάς τε ταῖς βρονταῖς ἐκ μηχανῆς ἀντεπάγειν καὶ ἀνταστράπτειν ταῖς ἀστρα2.87 παῖς ἐνσκήπτειν τε κεραυνούς, διεφθάρη, τῆς λίμνης παρ' ῃ τὰ αὐτοῦ βασίλεια ιδρυτο ἐπιρρυείσης αἰφνίδιον καὶ καταποντισάσης κἀκεῖνον καὶ τὰ βασίλεια. ̓Αουεντῖνος δὲ ὁ υἱὸς αὐτοῦ ἐν πολέμῳ ἀπέθανε. Καὶ ταῦτα μὲν περὶ Λαουινίου καὶ ̓Αλβανῶν· τὰ δὲ τῶν ̔Ρωμαίων ἀρχὴν ἐσχήκασι τὸν Νομίτωρά τε καὶ τὸν ̓Αμούλιον, οι ̓Αουεντίνου μὲν ἐγένοντο υἱωνοί, τοῦ δ' Αἰνείου ἀπόγονοι. τῆς γοῦν ἐν Αλβῃ βασιλείας κατὰ διαδοχὴν περιελθούσης αὐτοῖς, νείμασθαι ταύτην ἠθέλησαν καὶ τὰ χρήματα. τοῦ ̓Αμουλίου τοίνυν ἰδίᾳ μὲν τὰ χρήματα θέντος, ἰδίᾳ δέ γε τὴν βασιλείαν, καὶ ἐξ ἀμφοῖν τὸν ἀδελφὸν προτρεψαμένου ο πρὸς βουλῆς αὐτῷ ἐπιλέξασθαι, τὴν βασιλείαν ειλετο ὁ Νομίτωρ, ατε καὶ πρεσβύτερος ἀδελφός· λαβὼν δὲ τὰ χρήματα ὁ ̓Αμούλιος, καὶ δύναμιν ἐκ τούτων περιβαλλόμενος, καὶ τὴν βασιλείαν ἀφείλετο. θυγατρὸς δὲ τῷ Νομίτωρι ουσης, δεδιὼς μὴ παῖδες ἐξ αὐτῆς γένοιντο καὶ κατεξανασταῖεν αὐτοῦ, ἱέρειαν τῆς ̔Εστίας ἐκείνην ἀπέδειξεν, αγαμον διὰ τοῦτο καὶ παρθένον διὰ βίου μέλλουσαν εσεσθαι. ἡ δὲ κύουσα ἐφωράθη μετέπειτα ὑπὸ Αρεος, ὡς μυθεύεται, ὑπ' ἀνθρώπων δὲ πάντως τινός. ειρχθη ουν διὰ τοῦτο, ινα μὴ λάθῃ τεκοῦσα. καὶ ετεκε διδύμους παῖδας μεγάλους τε καὶ καλούς. μᾶλλον ουν φοβηθεὶς ὁ ̓Αμούλιος ἐκέλευσε τὰ βρέφη ῥιφῆναι. καὶ ὁ ταῦτα λαβὼν σκάφῃ ἐνθέμενος ἐμβάλλει τῷ ποταμῷ τῷ Τιβέριδι. παρασῦραν δὲ τὴν σκάφην τὸ ῥεῦμα εις τινα χῶρον κατήνεγκε μαλθακόν· ενθα κειμένοις τοῖς βρέφεσι λύκαιναν ἱστοροῦσι προσιοῦ2.88 σαν θηλὴν παρέχειν αὐτοῖς, καὶ ορνιν δρυοκολάπτην παρεῖναι ταῦτα ψωμίζοντα καὶ φυλάττοντα. ἐκεῖ δὲ κείμενα τὰ βρέφη λαθὼν ἀφείλετό τις ̓Αμουλίου συοφορβὸς Φαυστοῦλος καλούμενος· καὶ παρὰ τῆς ἐκείνου ἐτράφησαν γυναικός, ῃ ονομα Λαρεντία· καὶ ὁ μὲν ̔Ρωμύλος, ὁ δ' ετερος ̔Ρῶμος ἐκλήθησαν. τινὲς δὲ μὴ λύκαιναν ειναι τὴν τῶν παίδων φασὶ τροφόν, ο καὶ πιθανώτερον η ἀληθέστερον μάλιστα, ἀρχὴν δὲ τὸν λόγον ουτω λαβεῖν. λούπας καλοῦσι ̔Ρωμαῖοι τάς τε λυκαίνας καὶ τὰς ἑταίρας·