229
ἐκέλευσας- ἀπὸ τοῦ ειω, τὸ πορεύομαι, δωρικῶς τροπῇ τοῦ ει εἰς η. Τὸ Η μετὰ τοῦ Π. ( ̓Αρσενικόν.) ̓Ηπεδανόσ. ἀσθενής. παρὰ τὸ πέδον γίνεται πεδανὸς καὶ ἠπεδανὸς, ο ἐστιν ἐκ τοῦ πέδου μὴ ἀναστῆναι η μὴ στῆναι δυνάμενος. ̓Ηπεροπευτήσ. ἀπατεὼν, παραλογιστής. παρὰ τὸ ημερον καὶ τὴν οπα. ἡμεροπευτὴς καὶ ἡπεροπευτής. ̔Ηπατικόσ. ὁ τὸ ηπαρ πάσχων. ̓Ηπειρῶται. οἱ ἐν τῇ γῇ οἰκοῦντες. ̓Ηπίαλοσ. κυρίως ὁ μετὰ ῥίγους πυρετός. eta.1001 Ηπιοσ. πρᾶος. παρὰ τὸ επιος. επιος καὶ ηπιος ὁ ἐν λόγῳ πάντα ποιῶν καὶ μὴ πάθει. ἐκ μεταλήψεως καὶ ὁ πρᾶος, ὁ διὰ λόγου προσηνὴς καὶ πρᾶος. ̓Ηπύτησ. φωνητικός. ἠπύτα κήρυξ. ἐκ τοῦ ἀπύω, τὸ φωνῶ. (Θηλυκόν.) ̔Ηπατοσκοπία. ἡ τῶν ἐγκάτων ἀνατομὴ, δι' ων προεμήνυον τὰ συμβησόμενα. Ηπειροσ. ἡ γῆ. οἱονεὶ ἡ μὴ εχουσα πέρας, ὡς πρὸς σύγκρισιν τῶν νήσων. σύνηθες δὲ τῷ ̓Ισοκράτῃ καλεῖν ηπειρον τὴν ὑπὸ βασιλείας τῶν Περσῶν γῆν. ηπειρος δὲ κυρίως ἡ εἰς ηπειρον ἐκβάλλουσα, ὡς Εὐριπίδῃ· ηπειρον ὡς ηπειρον ἐκβάλλω πόδα. καὶ ἠπείρῳ τῇ θαλάσσῃ. ̓Ηπήτρια. ἡ ῥάπτρια. (Οὐδέτερον.) Ηπαρ. οργανον ἐξαιματώσεως τροφῶν. παρὰ τὸ ἐπῆρθαι καὶ κυρτῶσθαι. τινὲς δὲ ἀπὸ τοῦ ἐπαρδεύειν ολῳ τῷ σώματι τὸ αιμα. ὁ δὲ ̔Ηρωδιανὸς παρὰ τὸ ἐπαίρεσθαι φησὶν, οιον επαρ τὶ ον καὶ ηπαρ. η παρὰ τὸ ηδω, τὸ εὐφραίνομαι, eta.1002 ηδαρ καὶ ηπαρ· ἐν γὰρ τούτῳ τῷ μέρει τὰ τῆς ἡδονῆς καὶ τῆς ἐπιθυμίας εγκειται. ουτως Ωρος ὁ Μιλήσιος. ̓Ηπήτριον. σουβλίον, σακκοράφιον, μεθ' ου ῥάπτουσι τὰ βυρσάρια. οἱ δὲ ̓Αττικοὶ ἀκέστριαν λέγουσι τὴν ῥάπτριαν. Ηπυτον. ορος Θρᾴκης. ἀπὸ τοῦ ἀπύω. ( ̔Ρῆμα.) Ηπαφεν. ἠπάτησεν. ̓Ηπεροπεύειν. ἐξαπατᾷν, παραλογίζεσθαι. ̓Ηπῃνημένων. ἐπαίνου τυχόντων. ὁ δὲ ἐκέλευε παρὰ τῶν ἠπῃνημένων πλείονα μισθὸν κομίζεσθαι. ̓Ηπῆσθαι. ἐῤῥάφθαι. ̓Ηπύει. φωνεῖ. καὶ ηπυον. ἠπύει εἰσελάων. παρὰ τὸ επω, τὸ λέγω, ἀφ' ου παράγωγον ἐπύω, ὡς πλήθω πληθύω, καὶ ἠπύω, τροπῇ τοῦ ˉε εἰς ˉη. ουτως ̓Ωρίων. Ηιπερ. ἀντὶ τοῦ ωσπερ. ̓Αριστοφάνης· ἀλλ' ῃπερ αὐτὸς τὴν δίκην διωρίσω. καὶ ἀντὶ τοῦ καθότι. ῃπέρ ἐστιν αριστον πολέμῳ. ̓Ηπίωσ. πράως, ἐπιεικῶς. eta.1003 Τὸ Η μετὰ τοῦ Ρ. ( ̓Αρσενικόν.) ̔Ηράκλειτος· Ἡρόδικος· ̔Ηρόστρατος· ̔Ηρο δοτοσ. ὀνόματα κύρια. Ηρ. ονομα ̔Εβραϊκόν. Ηρωεσ. ἡμίθεοι, δυνατοί. ̔Ηρώδησ. κύριον. ἑρμηνεύεται πάθος η δερματίνη φύσις. ̔Ηρωδιανόσ. ̓Αλεξανδρεὺς, γραμματικὸς, υἱὸς ̓Απολλωνίου τοῦ γραμματικοῦ. Ηροσ. τοῦ εαρος. ̔Ηρωδιανοί. ουτοι τὸν ̔Ηρώδην Χριστὸν ἐνόμιζον καὶ ἐπ' αὐτῷ ἐσεμνύνοντο, ἐκ τοῦ ῥητοῦ συναρπασθέντες τοῦ λέγοντος· οὐκ ἐκλείψει αρχων ἐξ ̓Ιούδα, εως αν ελθοι ο ἀπόκειται. ἐπειδὴ γὰρ ἐξέλιπον οἱ ἐκ τοῦ ̓Ιούδα αρχοντες, μετ' ἐκείνους δὲ ὁ ̔Ηρώδης ἐβασίλευσεν οὐκ ων ἀπὸ γένους τοῦ ̓Ιούδα, ἀλλ' ἀλλόφυλος, τούτῳ ἀπέκειτο τὸ ειναι Χριστόν. ἐλέγχει δὲ αὐτοὺς τό· αὐτὸς, φησὶ, προσδοκία ἐθνῶν. καί· ἐπ' αὐτὸν εθνη ἐλπιοῦσιν. ἐφ' ̔Ηρώδην γὰρ ποῖον τῶν ἐθνῶν ηλπισε, ποία δὲ προσδοκία ἐθνῶν; Ηρωσ. παρὰ τὴν εραν, ο σημαίνει τὴν γῆν. ἐκ τῆς γῆς γὰρ οἱ ηρωες. η ἀπὸ τῆς ἐράσεως τῶν θεῶν· οἱ γὰρ θεοὶ θνηταῖς γυναιξὶ μιγνύμενοι ἐποίουν τοὺς ηρωας. eta.1004 (Θηλυκόν.) Ηρα. ονομα θεᾶς, οτι ἡ αὐτὴ τῷ ἀέρι ἐστίν. ὡς γὰρ πατὴρ πάτρα, καὶ μήτηρ μήτρα, ουτως ἀὴρ ηρα, καθ' ὑπερβιβασμόν. η οτι ἡ ̔Ρέα αὐτὴν ετεκεν. ̔Ηρακλεία λίθοσ. ἡ μαγνῆτις. ἡ ἑλκυστικὴ τοῦ σιδήρου. ἡ δὲ μαγνῆτις ὁμοία ἀργύρῳ ἐστίν. ̔Ηραία. πόλις. ̓Ηρεμία. ἡσυχία. η στέρησις κινήσεως. ἐκ τοῦ ερημος ἐρημία, καὶ κατὰ συγκοπὴν καὶ τροπὴν ἠρεμία. ̓Ηριγένειαν. τὴν τὸν ορθρον γεννῶσαν. οὐδ' ὑπὸ μαρμαρυγῇ θαλερώπιδος ἠριγενείης. ̓Ηριπόλη. ἡ ἡμέρα. φέγγος ἠριπόλης χρύσεον. ̔Ηρωδιάσ. κύριον. ̔Ηρωδιανή. κύριον. (Οὐδέτερον.) Ηρδιον. περιφανὲς, αρμα σκεπαστόν. ̓Ηρινόν. τὸ ἐαρινόν. Ηριον. ονομα τόπου. ̓Ηρία. τὰ μνημεῖα. οἱ τάφοι. φασὶ δέ τινες, κοινοτέρως μὲν πάντας τοὺς τάφους ουτως ὀνομάζεσθαι, κατ' ἐξαίρετον δὲ τοὺς μὴ ἐν υψει ᾠκοδομημένους, ὠνομάσθαι δὲ παρὰ τὴν εραν, ο ἐστι τὴν γῆν. eta.1005 ̔Ηραῖον τεῖχοσ. χωρίον ἐστὶν ἐν Θρᾴκη, ἀπὸ Σαμίων δὲ ᾠκίσθη. καὶ Ηραιον. ̔Ηρώδειον. τόπος. ̔Ηρῷον. τὸ καλούμενον επος· οτι