229
ΤΙΤΛ. ΙΒʹ. -Περὶ μεταβατῶν, καὶ μετερχομένων ἐκ τόπου εἰς τόπον.
«τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἔστιν εἰρήνη ἀπὸ τῆς θλίψεως.» «Ζωὴ πονηρὰ ἐξ οἰκίας εἰς οἰκίαν· καὶ οὗ ἐὰν παροικήσει, οὐκ ἀνοίξει στόμα.»
ΤΙΤΛ. ΙΓʹ. -Περὶ μισθωτοῦ, καὶ τῶν ἀποστερούντων μισθόν.
«Οὐ κοιμηθήσεται ὁ μισθὸς τοῦ μισθωτοῦ παρὰ σοὶ ἕως πρωΐ.» «Οὐκ ἀπαδικήσεις μισθὸν πένητος καὶ ἐνδεοῦς ἐκ τῶν ἀδελφῶν σου, ἢ ἐκ τῶν προσηλύτων· αὐθήμερον ἀποδώσεις τὸν μισθὸν αὐτοῦ. Οὐκ ἐπιδύσεται ὁ ἥλιος ἐπ' αὐτῷ, ὅτι πένης ἐστὶν, καὶ ἐπ' αὐτῷ ἔχει τὴν ἐλπίδα, καὶ οὐ καταβοήσεται κατὰ σοῦ πρὸς Κύριον, καὶ ἔσται σοι ἁμαρτία.» «Ὁ οἰκοδομῶν τὸν οἶκον αὐτοῦ οὐ μετὰ δικαιοσύνης, καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι, παρὰ τῷ πλησίον αὐτοῦ ἐργᾶται δωρεὰν, καὶ τὸν μισθὸν αὐτοῖς οὐ μὴ ἀποδῷ.» «Ἐκχέων αἷμα, ὁ ἀποστερῶν μισθὸν μισθίου αὐτοῦ.» «Μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληθείᾳ, μηδὲ μίσθιον διδόντα τὴν ψυχὴν αὐτοῦ.» «Τῷ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφειλήν.» «Ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν, ὃς ἀπεστερημένος ἀφ' ὑμῶν, κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσελήλυθεν.»
ΤΙΤΛ. Ι∆ʹ. -Περὶ ματαιοπονούντων.
«Εἰς κενὰ καὶ μάταια ἐκοπίασεν πλοῦτον, ἐξ οὗ οὐ γεύσεται.» «Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν.» «Ὁ σπείρων φαῦλα θερίσει κακά· ματαιότητα ἔργων αὐτοῦ συντελέσει.» «Οἱ διώκοντες μάταια, ἐνδεεῖς φρενῶν.» «Πάντες μάταιοι ποιοῦντες καταθύμια αὐτῶν, ἃ οὐκ ὠφελήσει αὐτούς.» «Ἐγὼ εἶπα· Κενῶς ἐκοπίασα εἰς μάταιον, καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου.» «Πεποίθασιν ἐπὶ ματαίοις, καὶ λαλοῦσι κενά· ὅτι κύουσι πόνον, καὶ τίκτουσι μάταια, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι.» «Συγκολλῶν ὄστρακον, ὁ διδάσκων μωρόν.» «Εἷς οἰκοδομῶν, καὶ εἷς καθαιρῶν, τί ὠφελεῖ πλέον ἢ κόπους; Εἷς εὐχόμενος, καὶ εἷς καταρώμενος, τίνος φωνῆς εἰσακούσεται ὁ ∆εσπότης;» Κοσκίνῳ φέροντες ὕδωρ, καὶ εἰς τετρημένον πίθον ἀνθλοῦντες.
ΣΤΟΙΧΕΙΟΝ Ν.
ΤΙΤΛ. Αʹ. -Περὶ νεότητος, καὶ τῆς νέας ἡλικίας. «Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς
λόγους σου.» «Νεανίσκος μετὰ ὁσίων, καὶ εὐθεῖα ἡ ὁδὸς αὐτοῦ.» «Ἀγαθὸς, παῖς πένης καὶ σοφὸς, ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα·» «Εὐφραίνου, νεανίσκε, ἐν ἡμέραις νεότητός σου, καὶ ἀγαθυνάτω σε ἡ καρδία σου· καὶ περιπάτει ἐν ὁδοῖς καρδίας σου ἄμωμος.» «Λάλησον, νεανίσκε, εἰ χρεία σοι· μόλις δὲ, ἐὰν μὴ ἐπερωτηθῇς.» «Βούλομαι τὰς νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ, λοιδορίας χάριν. Ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ.» Φύσει ἀῤῥώστημα τοῦτο νέοις, κουφότητι γνώμης ἔχειν ἤδη νομίζειν τὰ ἐλπισθέντα. Ὅταν γάρ ποτε ἠρεμίας λάβωνται, ἢ ἡσυχίας νυκτερινῆς, ἀναπλάττουσιν ἑαυτοῖς φαντάσματα ἀνυπόστατα, τῇ εὐκολίᾳ τῆς διανοίας ἐπὶ πάντα φερόμενοι. Ὑποτιθέμενοι περιφανείας βίου, γάμους λαμπροὺς,