229
ἐν αἰνέσει, ἀγαλλομένων δὴ καὶ εὐφραινομένων ὁ ὕμνος. γʹ. "Γνῶτε ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν." [Εἰ γὰρ καὶ ἄνθρωπος εἵλετο ὁ φιλάνθρωπος γε νέσθαι, ἀλλὰ τὸ εἶναι Θεὸς ἔμεινεν ἔχων ἀεί· λέγει δὲ ὅτι] δι' αὐτῶν μάθετε τῶν πραγμάτων, ὡς ὁ ἡμέτερος ∆εσπότης αὐτός ἐστιν τῶν ὅλων Θεός. Ταῦτα τοῖς ἔθνεσι προσέφερε τὰ παιδεύματα καὶ ὁ ἱερὸς τῶν ἀποστόλων χορὸς, ὡς ἡ τῶν πράξεων ἱστορία διδάσκει. "Αὐτὸς ἐποίησεν ἡμᾶς, καὶ οὐχ ἡμεῖς." Οὐ γὰρ ἡμεῖς ἡμῶν αὐτοὶ δημιουργοὶ καθεστήκαμεν, ἀλλ' ὑπ' αὐτοῦ ἐπλάσθημεν. Οὕ τως ὁ μακάριος Παῦλος Ἀθηναίους ἐδίδασκεν· "Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων, οὐκ ἐν χει ροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρώ πων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα· ἐποίησέ τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσ ωπον τῆς γῆς." Τοῦτο καὶ ἐνταῦθα ὁ Προφήτης διδάσκει· "Αὐτὸς ἐποίησεν ἡμᾶς, καὶ οὐχ ἡμεῖς." Ὁ δὲ Σύμμαχος οὕτως, Αὐτὸς ἐποίησεν ἡμᾶς οὐκ ὄντας. "Ἡμεῖς δὲ λαὸς αὐτοῦ, καὶ πρόβατα νομῆς αὐτοῦ." ∆ιὰ τούτων οὐ μόνον τὴν δεσποτείαν, ἀλλὰ καὶ τὴν κηδεμονίαν ἐδήλωσεν. Οὐ μόνον γὰρ ἡμῶν ∆εσπότης ἐστὶν, ἀλλὰ καὶ ποιμὴν, τὴν ἀγα θὴν ἡμῖν προσφέρων νομήν· ἡμεῖς δὲ αὐτοῦ καὶ λαὸς ὡς βασιλέως, καὶ πρόβατα ὡς ποιμένος. δʹ. "Εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολο γήσει, εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις." Πύλας αὐτοῦ, καὶ αὐλὰς αὐτοῦ, τὰς ἐκκλησίας καλεῖ. 80.1672 Αὗται γὰρ ἡμῶν τὴν πρὸς αὐτὸν παρέχουσιν εἴσ οδον, ἐν αἷς προσήκει τὰς θείας αὐτοῦ καὶ σωτη ρίους ἐργασίας διεξιέναι, καὶ τὸν χαριστήριον ὕμνον οἷόν τι δῶρον προσφέρειν. "Ἐξομολογεῖσθε αὐτῷ· αἰνεῖτε τὸ ὄνομα αὐτοῦ. [εʹ] Ὅτι χρηστὸς Κύριος, εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐ τοῦ, καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ." Πῶς γὰρ οὐ δίκαιον ὑμνεῖν τὸν ἀῤῥήτῳ φιλανθρω πίᾳ χρώμενον, καὶ ταῖς ἀγαθαῖς ὑποσχέσεσιν ἐπι τιθέντα τὸ πέρας; Ἃ γὰρ ἐπὶ τῆς τῶν προγόνων ὑπέσχετο γενεᾶς, ταῦτα ἐπὶ τῆς ἡμετέρας πεπλή ρωκεν, καὶ ἣν ἐπηγγείλατο σωτηρίαν, ἀληθῶς ἐδω ρήσατο, [διὰ σταυροῦ καὶ θανάτου τὴν ἡμετέραν σωτηρίαν πραγματευσάμενος. Ἀμήν]. ΕΡΜΗΝ. ΤΟΥ Ρʹ ΨΑΛΜΟΥ. αʹ. "Τῷ ∆αβὶδ ψαλμός." Ἔνια τῶν ἀντιγρά φων ἔχει· "Τετράδι Σαββάτων." Οὔτε δὲ παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς, οὔτε παρὰ τοῖς Ἑβδομήκοντα ταύτην εὑρήκαμεν τὴν προσθήκην. Ὑπόθεσιν δὲ ὁ ψαλμὸς ταύτην ἔχει· Ἰωσίας ὁ βασιλεὺς ἀνέσπασεν ἅπαντας ἐκ βάθρων τοὺς τῶν εἰδώλων βωμούς· τοὺς δὲ τούτων κατηκόν τισεν ἱερέας· εἰς δὲ τὴν προτέραν εὐσέβειαν ἐποδ ήγησε τὸν λαόν. Οὐ μόνης δὲ τῆς τῶν δογμάτων ἐφρόντισεν ὑγείας, ἀλλὰ καὶ τῶν τῆς ἀρετῆς ἐπεμε λήθη κατορθωμάτων, ὀρθῶς δικάζων, γεραίρων τὸ δίκαιον, ἐπαρκῶν ἀδικουμένοις, τοὺς ἀδικοῦντας κο λάζων, τῆς τῶν συνοικούντων ὠφελείας ἐπιμελού μενος. Ταῦτα πόῤῥωθεν ὁ μακάριος ∆αβὶδ θεασά μενος, τοῦτον συνέγραψε τὸν ψαλμὸν, καὶ τὴν ἐκεί νου διεξιὼν ἀρετὴν, καὶ πᾶσιν ἀνθρώποις τελειότη τος προστιθεὶς χαρακτῆρα. "Ἔλεον καὶ κρίσιν ᾄσο μαί σοι, Κύριε." Ἐπειδὴ γὰρ καὶ τοὺς ἀδικουμένους ἠλέει, καὶ τῶν ἀδικούντων ὁ θαυμάσιος Ἰωσίας κατ εψηφίζετο, τὴν περὶ ἐκείνων διήγησιν, εὐφημίαν ἐλέου καὶ κρίσεως προσηγόρευσε. βʹ. "Ψαλῶ, καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ." Ὁ δὲ Σύμμαχος οὕτως· Μελῳδήσω, ἐννοήσω ὁδὸν ἄμωμον Ἣν διὰ τῆς τοῦ Πνεύματος χάριτος ἐθεασάμην ἄμωμον ὁδὸν, καὶ θυμήρη Θεῷ, ταύ την νῦν διὰ τῆς μελῳδίας προσθήσω. "Πότε ἥξεις πρός με;" τοσαύτην γὰρ ὁ θαυμάσιος οὗτος ἀνὴρ ἐκτήσατο καθαρότητα, ὡς μετὰ παῤῥησίας βοῆσαι πρὸς τὸν Θεὸν," Πότε ἥξεις πρός με; Ἀντὶ τοῦ, Εὐ πρεπῆ σοι τὰ βασίλεια κατέστησα, ποθῶ σου [τὴν παρουσίαν, ὦ ∆έσποτα· ἱμείρομαί σου] τῆς ἐπιφανείας, ἀλλὰ δὸς τὸ ποθούμενον. "∆ιεπορευό μην ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου." Ἁπλότητι συζῶν διετέλεσα· οὐκ ἐχρώμην δι 80.1673 πλόῃ, οὐδὲ ἄλλος μὲν τοῖς ἐκτὸς ἐφαινόμην, ἐν δὲ τῇ οἰκίᾳ τἀναντία δρᾷν ἠνειχόμην, ἀλλὰ συνέβαινε τοῖς φαινομένοις τὰ κεκρυμμένα. γʹ. "Οὐ προσετιθέμην πρὸ