229
ἀγαλλιάσεως ψυχικῆς; ἀλλὰ τίς εἰμι ἐγὼ ὁ τάλας σὺν ὑμῖν τοῖς ἀξίοις Χριστοῦ ὁμολογηταῖς ἐνταγῆναι, πάντων ἀνθρώπων ὢν ἀχρειότερος; τὸ δὲ αἴτιον, οὗ χάριν τὸ συμβάν, ἡ πάλαι κατήχησις, ἣν ἐπὶ χεῖρας δεξάμενος ὁ κρατῶν πέπομφε πρὸς τὸν στρατηγοῦντα, παραγενέσθαι ἐγκελευσάμενος τὸν τῆς κόρτης κόμητα πρὸς ἡμᾶς· ὃς ἐληλυθὼς σὺν ἄρχουσι καὶ στρατιώταις ἐν ἀωρίᾳ καὶ περιστοιχίσας τὸ οἰκίδιον ἐν ᾧ ἦμεν ἀθρόως μετὰ κραυγῆς ὡς ἐπί τι θηράσιμον εὕρεμα ὀρυκτῆρσι κατέαξαν τὸ ἀνάφραγμα τάχιστα, εἶτα ἐξήνεγκεν, ἀνέκρινεν, ὑπέδειξεν τὴν κατήχησιν. ὡμολογήσαμεν ἡμεῖς αὐτὴν πεποιηκέναι, ὡς ὁ θεὸς ἠθέλησεν. ὁ μὲν ἓν ἐζήτει μόνον, ἐλθεῖν ἡμᾶς εἰς τὸ τοῦ βασιλέως θέλημα. εἴπομεν ὅπερ ἀπῄτει ἡ ἀλήθεια (μὴ γένοιτο· οὐκ ἀθετοῦμεν τὸν θεὸν ἡμῶν), ὅσα τε ἄλλα ἦν ἀκούοντας ἀνταποκρίνασθαι. ἐν τούτοις ἔδειρεν βαρέως. καὶ ὁ μὲν ἀδελφὸς οὐδὲν τοιοῦτον μετὰ τὴν εὐθὺς κάθειρξιν καὶ ἀναφραγὴν δεινὸν ἐν πόνοις ὑπέστη· ἐγὼ δὲ ὁ ταπεινὸς καὶ σαθρὸς πυρετοῖς λάβροις συσχεθεὶς καὶ πόνοις δυσυποίστοις μικροῦ δεῖν ἐξηπορήθην καὶ τοῦ ζῆν. ὅμως ὁ ἀγαθὸς θεὸς κατὰ μικρὸν ἐλεῶν ἠλέησέν με, συνυπουργοῦντος καὶ τοῦ ἀδελφοῦ ἐν τοῖς καθήκουσιν, κἂν ἔτι αἱ πληγαὶ ἐπιμένωσιν, μὴ λαβοῦσαι τελείαν ἴασιν. Ταῦτα μὲν ἐν τούτοις, καὶ ἐξηγόρησα ὑμῖν τὸ πάθος, εἰδὼς ἐφιεμένους μαθεῖν εἰς συνάλγησιν· τί οὖν; ἐπειδὴ τὰ τοιαῦτα, καὶ ἡ ἀπειλὴ δεινοτέρα καὶ ἡ ἀσφάλεια κραταιοτέρα· δαρμοὶ γὰρ καὶ ἐπὶ τοὺς φύλακας καὶ τὸν παραφύλακα τοῦ μὴ γρύξαι ἡμᾶς, μὴ ὅτι γε καὶ γράφειν τινί. ὑποπτήξομεν ἆρα καὶ ἀποσιωπήσομεν, πειθαρχοῦντες τῷ φόβῳ ἀνθρώποις καὶ οὐχὶ θεῷ; οὐ μὲν οὖν· ἀλλ' ἕως ἂν ἀνοίγῃ ἡμῖν θύραν ὁ Κύριος, οὐ παυσόμεθα τὸ δέον ἀποπληροῦν κατὰ τὸ ἐφικτὸν ἡμῖν, φοβούμενοι καὶ τρέμοντες τὸ ἐπηρτημένον τῆς σιωπῆς κρίμα. ἐὰν ὑποστέλληται, φησίν, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. καὶ πάλιν ὁ ἀπόστολος· ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς. ∆ιὰ τοῦτό μοι καὶ ἡ παροῦσα ἐπιστολὴ πρὸς μὲν πάντας τοὺς διεσπαρμένους ἀδελφοὺς καὶ διαφέροντας τὸν διωγμὸν θλιπτικῶς, ἐξαιρέτως δὲ εἰς ὑμᾶς τοὺς ὁμολογητὰς Χριστοῦ. ἐνέγκωμεν, ἀδελφοί μου ἀγαπητοί, ἔτι μᾶλλον καὶ μᾶλλον δυναμούμενοι, ἀλλ' οὐ καταπτήσσοντες ἐν τοῖς παθήμασι. σάρκες εἰσί, μὴ φεισώμεθα· ὑπὲρ Χριστοῦ βασανιζόμενοι ἀγαλλιώμεθα. ὁ περισσεύων ἐν τοῖς πόνοις χαιρέτω μᾶλλον ὡς πλεονεκτῶν ἐν τοῖς μισθοῖς· ὁ δειλαινόμενος μαστίγων ἐνεγκεῖν πόνους διὰ τοῦτο ἀποσειέτω τὸ δέος, τὰς αἰωνίους ἀνίας ἐννοούμενος· αἱ γὰρ πληγαὶ αὐτῶν πρὸς ἐκείνας ὄναρ, βέλη νηπίων. ναί, δέομαι, ἀντιβολῶ· γλυκανθῶμεν ἐν τοῖς ὑπὲρ Χριστοῦ ἀλγήμασι, κἂν λίαν ὀδυνηρὰ κατὰ σάρκα· ἀναθεωροῦμεν τὰ μέλλοντα καὶ μένοντα, ἀλλὰ μὴ τὰ παρόντα καὶ παρερχόμενα. ποθήσωμεν τὸ αἷμα ἡμῶν μίξαι τῷ τῶν μαρτύρων αἵματι, τὸ μέρος ἡμῶν τῇ τῶν ὁμολογητῶν μερίδι, ἵνα χορεύσωμεν σὺν αὐτοῖς αἰώνια. τίς φρόνιμος, τίς σοφός, τίς καλὸς πραγματευτής, δοῦναι αἷμα καὶ λαβεῖν πνεῦμα, καταφρονῆσαι σαρκὸς καὶ ἐπιτυχεῖν βασιλείας θεοῦ; ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, εἶπεν ὁ Κύριος, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ αἰῶνι τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. ἐνωτισθῶμεν τοὺς λόγους αὐτοῦ, ἀκολουθήσωμεν αὐτῷ· ὅπου εἰμὶ ἐγώ, φησίν, ἐκεῖ ἔσται καὶ ὁ διάκονος ὁ ἐμός. ποῦ ἐκεῖνος; ἐπὶ σταυροῦ· καὶ ἡμεῖς οἱ ταπεινοὶ ἐκεῖ, ὡς μαθητιῶντες αὐτῷ. Παρακαλῶ ὑμᾶς ἀνέχεσθαι τοῦ λόγου τῆς παρακλήσεως· καὶ γὰρ διὰ βραχέων ἡ ἐπιστολή. γινώσκετε ἡμᾶς τοὺς ἁμαρτωλοὺς χαίρειν, ἀλλ' οὐκ ἀθυμεῖν, ἕως ἂν ὑμεῖς μόνον στήκετε ἐν Κυρίῳ. ἀσπάζεται ὑμᾶς Νικόλαος ὁ σύγκλειστος καὶ σύμπονος καὶ συστρατιώτης μου, ὑμῶν δὲ ἀδελφὸς ἀληθέστατος. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. οἱ ἀθληταὶ τοὺς συναθλητάς, οἱ δεδιωγμένοι τοὺς δεδιωγμένους, οἱ πάντες τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. εἴ τις οὐχ ὁμολογεῖ τὸν Κύριον Ἰησοῦν Χριστὸν ἐγγραφόμενον σώματι, ἤτω ἀνάθεμα ἀπὸ τῆς