229
ἀναγκαιοτέραν ἡγεῖσθαι τὴν πρὸς αὐτὴν εὔνοιαν. ἄλλοι δὲ ὡς ἐν ἐκστάσει, τῶν γινομένων οὐκ αἰσθανόμενοι τὴν βεβαίωσιν, ὀνειροπολεῖσθαι ἐνόμιζον. ἕτεροι δὲ τῶν εὖ εἰδότων στοχάζεσθαι τὴν παρελθοῦσαν εὐημερίαν ἐμακάριζον, καὶ τὴν μέλλουσαν ἔσεσθαι δυστυχίαν διὰ τῆς τυραννίδος ἐθρήνουν, μάλιστα δὲ ὅσοι τῆς πονηρᾶς γνώμης τοῦ τυράννου πεῖράν τινα προειλήφεσαν. κοινὴ δὲ πάντας κατεῖχε ζόφωσις καὶ ἀπαράκλητος ἀθυμία, ἵνα μὴ κατὰ μέρος τῆς ἐλεεινῆς ἡμέρας ἐκείνης τὰ ἀκαλλῆ ῥήματα γράφων μηκύνω τὸν λόγον. ἦν γὰρ παρὰ φύσιν καὶ τοῦ ἀέρος κατ' αὐτὴν ἀθρόον τὸ κατάστημα συμβὰν σκυθρωπὸν καὶ ἀφώτιστον καὶ κρύους ἀνάπλεων ἀκαταλλάκτου φθινοπωρινῇ ὥρᾳ γενόμενον, δηλοῦν σαφῶς τὴν ἐσομένην αὐτοῦ δυστροπίαν καὶ ἀνύποιστον κάκωσιν, καὶ μάλιστα τοῖς ψηφισαμένοις. τῇ γοῦν ἐπιούσῃ παραλαβών τινας τῶν πατρικίων ἀνῆλθε πρὸς τὴν βασιλίδα φρουρουμένην, ὑποκρινόμενος μέν, ὡς ἦν αὐτῷ σύνηθες, ψευδοχρηστότητα, δι' ἧς καὶ ἠπάτησε τοὺς πλείστους· ἀπολογούμενος δὲ αὐτῇ, ὡς ἀκουσίως ἐπὶ τὴν ἀρχὴν ἀναβιβασθείς, καὶ ὡς ἦν ταύτης ἀνόρεκτος, καταρώμενος δὲ τοὺς προβιβάσαντας μὲν αὐτόν, ἐπιβουλεύσαντας δὲ αὐτῇ, ὡς ὁ προδότης Ἰούδας τὸν κύριον μετὰ τὸ συνδειπνῆσαι, μιμητὰς δὲ ἐκείνου κατὰ πάντα μαρτυρῶν αὐτοὺς εἶναι· ὑποδεικνὺς δὲ καὶ μέλανα τὰ ὑποδήματα περικεῖσθαι φιλεῖν παρὰ τοὺς βασιλικοὺς θεσμοὺς διαβεβαιούμενος. θαρσεῖν τε παρῄνει δολερῶς καὶ μεθ' ὅρκων περὶ πάσης σωματικῆς ἀναπαύσεως ἁρμοζούσης δεσποίνῃ παρὰ δούλου, καὶ μηδεμίαν ἡγεῖσθαι συμφορὰν τῆς ἐκπτώσεως. παρῄνει δὲ μηδὲν ἀποκρύψαι ἀπ' αὐτοῦ τῶν βασιλικῶν θησαυρῶν, καὶ κατέκρινε τῆς φιλαργυρίας τὸ πάθος, κατέχειν μὴ φέρων. ἐνόσει γὰρ αὐτὸ δεινῶς πάσας ἐν τῷ χρυσῷ τιθεὶς τὰς ἐλπίδας ὁ παμφάγος. ἡ δὲ σοφὴ καὶ θεοφιλὴς 478 Εἰρήνη, καίπερ ὀφείλουσα τῷ τῆς ἀθρόας μεταβολῆς πάθει συνέχεσθαι, ὡς ἅτε γύναιον οὖσα, ἔφη γενναίῳ καὶ συνετῷ τῷ φρονήματι πρὸς τὸν χθὲς μὲν δοῦλον ἐπίορκον, σήμερον δὲ μοχθηρὸν καὶ ἀνασειστὴν καὶ ἀναιδῆ τύραννον· "ἐγὼ μέν, ὦ ἄνθρωπε, θεὸν ἡγοῦμαι τὸν καὶ πρὶν ὀρφανευθεῖσαν ὑψώσαντά με, καὶ ἐπὶ τὸν θρόνον τῆς βασιλείας ἀναξίαν οὖσαν ἀναβιβάσαντά με, καὶ τὴν αἰτίαν τῆς καθαιρέσεως ἐμαυτῇ προσάπτω καὶ τοῖς ἐμοῖς ἁμαρτήμασιν, ἐν πᾶσι δὲ καὶ κατὰ πάντα τρόπον εἴη τὸ ὄνομα κυρίου εὐλογημένον, κράζουσα, τοῦ μόνου βασιλέως τῶν βασιλέων καὶ κυρίου τῶν κυρίων. τὸν δὲ τρόπον τῆς σῆς προαγωγῆς τῷ κυρίῳ ἀποδίδωμι, οὗ χωρὶς οὐδὲν γενέσθαι πεπίστευκα. τὰς δὲ κατά σού μοι πολλάκις ἀνενεχθείσας περὶ τῆς νῦν σοι περικειμένης ἀξίας (ἀληθεῖς, ὡς τὸ τέλος ἀπέδειξε τῶν πραγμάτων) ἀκοὰς οὐκ ἀγνοεῖς· αἷς εἰ συναπήχθην, ἀκωλύτως εἶχον τοῦ ἀνελεῖν σε. ἀλλὰ τὸ μὲν τοῖς σοῖς ὅρκοις πειθομένη, τὸ δὲ φειδομένη σου πολλοὺς εὐνοήτορας παρελογισάμην, τῷ θεῷ καὶ τηνικαῦτα τὰ κατ' ἐμαυτὴν ἀποδοῦσα, δι' οὗ βασιλεῖς βασιλεύουσι καὶ δυνάσται κρατοῦσι γῆς. καὶ τὰ νῦν ὡς εὐσεβεῖ σοι καὶ ἐξ αὐτοῦ προβληθέντι προσκυνῶ σοι ὡς βασιλεῖ, καὶ αἰτοῦμαι φείσασθαί μου τῆς ἀσθενείας καὶ συγχωρῆσαί μοι τὸν ὑπ' ἐμοῦ κτισθέντα τῶν Ἐλευθερίου οἶκον εἰς ψυχαγωγίαν τῆς ἀσυγκρίτου μου συμφορᾶς." ὁ δὲ ἔφη· "καὶ εἰ τοῦτο θέλεις σοι γενέσθαι, ὄμοσόν μοι εἰς πᾶσαν θείαν δύναμιν μὴ ἀποκρύψαι τι τῶν τῆς βασιλείας θησαυρῶν, καὶ πληρῶ σου τὴν αἴτησιν καὶ πᾶσάν σου θεραπείαν καὶ ἀνάπαυσιν ποιῶ." ἡ δὲ ὤμοσεν αὐτῷ εἰς τὰ τίμια καὶ ζωοποιὰ ξύλα, ὅτι "οὐκ ἀποκρύψω ἀπό σου, ἕως ὀβολοῦ·" ὃ καὶ πεποίηκεν. ὁ δὲ τοῦ ποθουμένου ἐπιτυχὼν παρευθὺ ἐξώρισεν αὐτὴν ἐν τῇ νήσῳ τῆς Πριγκίπου, ἐν τῇ μονῇ, ἣν αὐτὴ ᾠκοδόμησεν, ὄντων ἀκμὴν τῶν ἀποκρισιαρίων Καρούλου ἐν τῇ πόλει καὶ ὁρώντων τὰ πραττόμενα. ὁ γοῦν παμφάγος οὗτος τοῦ κράτους ἐπιλαβόμενος οὐδὲ κἂν πρὸς βραχὺ ἴσχυσεν ἐπικαλύψαι δι' ὑποκρίσεως τὴν ἔμφυτον αὐτοῦ κακίαν τε καὶ φιλαργυρίαν· ἀλλ' ὡς δῆθεν τὴν ἀδικίαν μέλλων ἐκκόπτειν τὸ πονηρὸν ἐν τῇ