230
καὶ θεραπεύειν διὰ τὴν ἀρχὴν, τότε προσελθεῖν οὐδεὶς ἐτόλμησεν, ἀλλ' ἑνὸς ἐξῄει τῶν οἰκετῶν αὐτῷ παρεπομένου, Σπαλοκότου προσαγορευομένου. Ἀπόκαυκος μὲν οὖν ἐκ τοιούτων αἰτιῶν τῷ μεγάλῳ δομεστίκῳ φανερῶς προσκεκρουκὼς καὶ πρὸς ὀργὴν ἀπελαθεὶς, ἐπὶ πολλαῖς ἡμέραις οἴκοι καθῆστο, εἴτε ἀληθῶς ὑπ' ἀθυμίας, εἴτε ὑποκρινάμενος νοσεῖν. εἶτ' αὖθις πολλοῖς τῶν μεγάλου δομεστίκου φίλων ἱκέτης γεγονὼς καὶ μάλιστα πατριάρχῃ, ἔπεισε δι' αὐτῶν ἀφεῖναι τὴν ὀργὴν, πολλὰ καὶ δι' ἑαυτοῦ ἐπαγγειλάμενος καὶ ὅρκοις μεγάλοις πείσας, ὡς οὐκέτι τοῖς ὁμοίοις ἐπιχειρήσει. καὶ μετ' οὐ πολὺ καὶ τῶν κατὰ Περσῶν παρασκευαζομένων τριηρέων παρέσχε τὴν ἀρχήν. ὧν ὀλίγῳ ὕστερον ἀμνημονήσας, Ἰωάννῃ τῷ νέῳ, ὥσπερ ἔφημεν, ἐπεβούλευσε βασιλεῖ. ὧν ἡ βασιλὶς ἀνεμίμνησκε τὸν μέγαν δομέστικον τότε, ὡς ἐν πολλοῖς ἀχαρίστου τοῦ παρακοιμωμένου πρὸς αὐτὸν ἀναφανέντος· δι' ἃ οὐδὲ παρέχειν ἐπείθετο συγγνώμην, ἀλλ' ἐᾷν ἐν Ἐπιβάταις ἐγκεκλεισμένον, ὡς οὐδ' αὖθις ἠρεμήσοντα, ἂν ἐξῇ περιιέναι, ἀλλά τισιν ἐπιχειρήσοντα καινοτέροις. ὁ δὲ πολλοῖς ὑπὲρ ἐκείνου χρησάμενος πρὸς βασιλίδα λόγοις, ἔπεισε τελευταῖον, τὴν μὲν συγγνώμην παρασχεῖν, μηδαμῶς δὲ ἐᾷν ἐν Βυζαντίῳ διατρίβειν, ἀλλ' ἐξ Ἐπιβατῶν ἐλθόντα καὶ προσκυνήσαντα αὐτὴν, ἔπειτα 2.103 εἰς τὴν ὑστεραίαν ἐπανήκειν πρὸς αὐτόν. ἐπεὶ δὲ ἐδέδοκτο τοιαῦτα, καὶ ἀμνηστίας τῶν κακῶν ἐγίνοντο ὅρκοι πρὸς ἐκεῖνον ἰδίᾳ παρά τε βασιλίδος καὶ μεγάλου δομεστίκου καὶ πατριάρχου. τοὺς μὲν Φωκᾶς τε καὶ ∆εξιὸς καὶ τρίτος Ἄμπαρ παρά τε βασιλίδος καὶ πατριάρχου ἧκον ἄγοντες ἐν Ἐπιβάταις, τοὺς μεγάλου δομεστίκου δὲ ∆ημήτριος ὁ Κασανδρηνός. οὓς ὁ παρακοιμώμενος ἰδὼν, τῶν τε λόγων, οὓς ἐποιήσαντο, ἀκούσας, πρὸς ἐκεῖνον ἔφασκεν, οὔθ' ὅρκοις, οὔτε λόγοις πείσεσθαί τισιν, ἀλλ' αὐτῷ μελήσειν, ὅπως ἂν ἄριστα διάθηται τὰ κατ' αὐτόν. οἱ μὲν οὖν οὕτως ἐπανῆκον ἄπρακτοι. ὁ μέγας δὲ δομέστικος, ἐπεὶ ὑπὸ τῶν πραγμάτων ἠπείγετο Βυζαντίου ἐξελθεῖν, τὸν πατριάρχην αὖθις μόνον παραλαβὼν, τῶν τε προτέρων αὖθις ἀνεμίμνησκε λόγων καὶ τῶν ὅρκων τῶν γεγενημένων πρὸς αὐτόν. ἐδεῖτό τε τοιοῦτον φανῆναι καὶ ἐπὶ τῶν ἔργων, ὥσπερ λόγοις ἐπηγγείλατο προθύμως, καὶ μὴ περιιδεῖν αὐτὸν ὑπὸ συκοφαντῶν διαβληθέντα. πατριάρχου δὲ τοῖς ὁμοίοις αὖθις καὶ λόγοις καὶ ἐπαγγελίαις χρησαμένου καὶ θαῤῥεῖν εἰπόντος, ὡς οὐδὲν ἧττον, ἢ εἰ παρῆν αὐτὸς, τῶν ὑπὲρ αὐτοῦ δικαίων ἀνθεξομένου, ἀλλήλους προσαγορεύσαντες, διελύθησαν. ὁ μέγας δὲ δομέστικος καὶ πᾶσι τοῖς ἄλλοις, μάλιστα δὲ τοῖς πρὸς πατριάρχην ὀλίγῳ πρότερον ὑπὲρ τοῦ ἔφιππον αὐτὸν εἰς τὰ βασίλεια εἰσιέναι διενεχθεῖσι, πολλὰ περὶ εὐταξίας καὶ τῆς εἰς βασιλίδα εὐπει 2.104 θείας διαλεχθεὶς καὶ τελευταῖον ἀπειλήσας, ὡς οὐκ ἀτιμώρητον ἀφήσει, εἴ τις ἐπιχειροίη νεωτέροις, ἐξῆλθε Βυζαντίου, ὀγδόῃ φθίνοντος Σεπτεμβρίου. πρὶν δὲ Βυζαντίου ἐξελθεῖν γενόμενος ἐν βασιλείοις αὖθις, ὡς συνταξόμενος τῇ βασιλίδι, τὴν θυγατέρα κελευούσης βασιλεῖ τῷ νέῳ Ἰωάννῃ τὸν μέγαν δομέστικον κατεγγυᾷν, ἀνεβάλλετο εἰς τὴν ἐπάνοδον ἐκεῖνος τὴν ἐκ τῆς ἑσπέρας, τὸ δοκεῖν μὲν, ὡς τῶν πραγμάτων ἐπειγόντων καὶ οὐκ ἐώντων περὶ τοιαῦτα διατρίβειν, τῇ δ' ἀληθείᾳ, τῶν παρὰ τῶν φίλων μεμνημένος λόγων, οἳ μηδὲν ὑπὲρ ἑαυτοῦ μήτ' ἀγαθῶν, μήτε φαύλων πράττειν τὸ δοκεῖν πρὶν ἂν αὐτοῖς συγγένηται μόνον πέμψαντες ἐκώλυον. οἷς φυλάττων τὴν φιλίαν καὶ μηδὲν πρὶν ἐπιψηφίσασθαι τοὺς φίλους πράττειν βεβουλευμένος, ἀνεβάλλετο τῆς θυγατρὸς περὶ τῶν γάμων τότε τὰς συμβάσεις. ὁδοῦ δὲ πάρεργον ἐν Ἐπιβάταις γενομένῳ καὶ ἡ παρακοιμωμένου πρὸς βασιλίδα διάλυσις ἐπράττετο αὐτῷ. ἐπεὶ γὰρ τοῦ φρουρίου ἐγένετο ἐγγὺς, ὁ παρακοιμώμενος ἐξελθὼν, ἠσπάζετό τε αὐτὸν καὶ περὶ τῶν ὅρκων ἀπελογεῖτο τῆς ἀποστροφῆς, ὡς οὐ διὰ κακίαν αὐτῷ πραχθείη, ἀλλ' ἵν' ἔργοις αὐτοῖς γένοιτο καταφανὲς, ὡς οὐ δέοιτο ὅρκων παρ' αὐτοῦ, ἀλλὰ λόγοις αὐτοῦ ψιλοῖς μᾶλλον θαῤῥοίη, ἢ ἑτέρων ἐγγράφοις ὅρκοις. διὸ καὶ νῦν ἰδὼν, προθυμότατα ἐγκεχειρικέναι ἑαυτὸν, οὔθ' ὅρκων, οὔτε τινὸς ἑτέρου δεηθείς. εὐχαριστήσας δὲ ὁ