230
πορνευομένη δ' ἡ Λαρεντία, η τοὺς παῖδας ἐθρέψατο, καὶ λοῦπα διὰ τοῦτο καλουμένη, χώραν τῷ μύθῳ παρέσχετο. Αὐξανόμενοι δὲ θυμοειδεῖς ησαν καὶ ἀνδρώδεις ἀμφότεροι· ὁ δὲ ̔Ρωμύλος ἐδόκει συνέσει διαφορώτερος καὶ ἡγεμονικὸς μᾶλλον τὴν φύσιν η πειθαρχικός. γενομένης δέ ποτε πρὸς τοὺς Νομίτωρος βουκόλους τοῖς τοῦ ̓Αμουλίου διαφορᾶς, συγκόπτουσιν αὐτοὺς οἱ ὁμαίμονες καὶ τῆς ἀγέλης συχνὴν ἀποτέμνονται μοῖραν. μόνῳ δὲ τῷ ̔Ρώμῳ σὺν ὀλίγοις αλλοις βαδίζοντι οἱ τοῦ Νομίτωρος βουκόλοι λοχήσαντες συνέλαβον αὐτὸν καὶ ἀπήγαγον πρὸς Νομίτωρα· καὶ ος πρὸς ̓Αμούλιον ἐλθὼν ἐδεῖτο τυχεῖν δίκης, ἀδελφὸς ων καὶ ὑπὸ τῶν οἰκείων αὐτοῦ ὑβρισμένος. ὁ δὲ παραδίδωσι τῷ Νομίτωρι τὸν ̔Ρῶμον ὡς βούλοιτο χρήσασθαι. ος οικοι ἐλθὼν καὶ τὸν νεανίσκον ὁρῶν ὑπερφέροντα μεγέθει καὶ ῥώμῃ, καὶ τὸ θαρραλέον αὐτοῦ καὶ ἀδούλωτον τῆς ψυχῆς θαυμάζων, ἀνέκρινεν οστις ειη καὶ οθεν γένοιτο, φωνῇ πραείᾳ. ὁ δὲ θαρρῶν ελεγεν ὡς "δίδυμοι μέν ἐσμεν ἀδελφοί, γοναὶ δὲ ἡμῶν ἀπόρρητοι λέγονται καὶ τρο2.89 φαὶ καὶ τιθηνήσεις θαυμασιώτεραι, θηρίοις καὶ οἰωνοῖς τραφέντων παρὰ τὸν μέγαν ποταμὸν ἐν σκάφῃ τινὶ κειμένων, η ετι σώζεται, χαλκοῖς ὑποζώμασι γραμμάτων ἀμυδρῶν ἐγκεχαραγμένων." ̔Ο μὲν ουν Νομίτωρ τοῖς τε λόγοις τοῦ ̔Ρώμου καὶ τῇ οψει πρὸς εννοιαν τῆς ἐκθέσεως τῶν τῆς θυγατρὸς ἐνήγετο παίδων, ὁ δὲ Φαυστοῦλος τὴν τοῦ ̔Ρώμου μαθὼν σύλληψιν τὸν μὲν ̔Ρωμύλον βοηθεῖν παρεκάλει, τότε σαφῶς διδάξας αὐτὸν περὶ τῆς γενέσεως, πρότερον γὰρ ὑπῃνίττετο, ωστ' αὐτοὺς μὴ μικροφρονεῖν, αὐτὸς δὲ τὴν σκάφην κομίζων ἐχώρει πρὸς τὸν Νομίτωρα σπουδῆς καὶ δέους μεστός. τοῖς δὲ περὶ τὰς πύλας τοῦ ̓Αμουλίου φρουροῖς ὑφορώμενος, καὶ ταραττόμενος περὶ τὰς ἀποκρίσεις, οὐκ ελαθε τὴν σκάφην τῷ χλανιδίῳ περικαλύπτων. ὑπολαβόντες δὲ κλοπιμαῖόν τι φέρειν αὐτόν, εἰς μέσον τὴν σκάφην προήγαγον. ετυχε δέ τις παρὼν ἐκεῖ τῶν τὰ παιδάρια ἐκθεμένων· ος τὴν σκάφην γνωρίσας, δραμὼν φράζει τῷ ̓Αμουλίῳ. καὶ ὁ Φαυστοῦλος ἀνακρινόμενος παρὰ τοῦ βασιλέως σώζεσθαι μὲν τοὺς παῖδας κατέθετο, πόρρω δὲ τῆς Αλβης νέμοντας ειναι· τὴν δὲ σκάφην πρὸς τὴν ̓Ιλίαν κομίζειν τὴν τῶν παίδων μητέρα, ποθοῦσαν ἰδεῖν. τεταραγμένος δὲ τούτοις ̓Αμούλιος ανδρα πρὸς τὸν Νομίτωρα πέπομφε πυνθανόμενος ει τι μάθοι περὶ τῶν παίδων ὡς περιόντων. ην δὲ τῶν φίλων ὁ πεμφθεὶς τοῦ Νομίτωρος. ἀπελθὼν ουν καὶ ἐν περιπλοκαῖς τοῦ ̔Ρώμου εὑρηκὼς τὸν Νομίτωρα, παρεθάρρυνέ τε καὶ μὴ μέλλειν αὐτοῖς συνεβούλευε, καὶ αὐτὸς δὲ συνέπραττεν. αρτι δὲ καὶ ὁ ̔Ρωμύλος ἐγγὺς ην, χεῖρα συχνὴν ἀγροικικὴν ἐπαγόμενος· καὶ τῶν πολιτῶν δὲ αὐτῷ οὐκ ὀλίγοι προσῄεσαν μίσει τοῦ ̓Αμουλίου. 2.90 ος ουτω τῶν πραγμάτων συνενεχθέντων οὐδὲν ουτε πράξας ουτε βουλεύσας σωτήριον ἀνῃρέθη. ̔Ρωμύλος μέντοι καὶ ̔Ρῶμος τὴν τῆς Αλβης ἡγεμονίαν τῷ μητροπάτορι νείμαντες, καὶ τῇ μητρὶ τιμὴν πρέπουσαν, καθ' ἑαυτοὺς ειναι εκριναν· ουτε γὰρ ἠνείχοντο αρχεσθαι καὶ πόλιν ἀναστῆσαι ενθα προετράφησαν ηθελον. ὡρμημένοις δὲ πρὸς τὴν τῆς πόλεως δόμησιν διαφορὰ συνέβη τοῖς ἀδελφοῖς περί τε τῆς ἀρχῆς καὶ περὶ τῆς πόλεως, καὶ διὰ μάχης ἐχώρησαν, ἐν ῃ ὁ ̔Ρῶμος ἀπέθανεν. ετερος δὲ λόγος εχει ὡς τοῦ ̔Ρωμύλου τάφρον ηδη ὀρύττοντος, η τῆς πόλεως εμελλεν ειναι προτείχισμα, πῇ μὲν ἀπεῖργε τὸ εργον ὁ ̔Ρῶμος, πῇ δέ γε ἐχλεύαζε· καὶ τέλος διαλλόμενον αὐτὴν ὡς εὐεπιχείρητον οἱ μὲν ̔Ρωμύλου πατάξαντος, οἱ δ' ἑτέρου τινὸς ἱστοροῦσι πεσεῖν. οθεν καὶ ἐνομίσθη τὸν στρατοπέδου τάφρον τολμήσαντα διελθεῖν παρὰ τὰς συνήθεις ὁδούς, θανατοῦσθαι. ̔Ο δὲ ̔Ρωμύλος θάψας τὸν ἀδελφὸν ῳκιζε τὴν πόλιν καὶ βοῦν αρρενα συζεύξας θηλείᾳ, καὶ ἀρότρῳ υννιν χαλκῆν ἐμβαλών, αὐτὸς μὲν αυλακα βαθεῖαν κυκλοτερῆ περιέγραψεν, οἱ δ' ἑπόμενοι τὰς βώλους, ας ἀνίστη τὸ αροτρον, εισω πάσας τῆς αυλακος περιέστρεφον. καὶ οπου μὲν εμελλε τὸ τεῖχος ἀνίστασθαι, καθὼς ειρηται, ἡ αυλαξ ἐτέτμητο, ενθα δὲ πύλας στῆσαι διενοοῦντο, διάλειμμα ἐποιοῦντο τῆς αυλακος, τὸ αροτρον ἀνέχοντες υπερθεν. πᾶν μὲν γὰρ