230
εὐπαιδείαν, γῆρας βαθὺ, τὰς παρὰ πάντων τιμάς. Εἶτα μηδαμοῦ στῆναι τοῖς λογισμοῖς δυνάμενοι, ὑπερφυσῶνται, καὶ ὑπὸ τῆς ἀνοίας ἀπολαύειν δοκοῦσι τῶν ἐλπισθέντων, ὡς ἤδη παρόντων καὶ ἐν ποσὶ κειμένων αὐτοῖς. 96.188 ∆ιαφέρει τοῦ νηπίου καθ' ἡλικίαν οὐδὲν, ὁ ταῖς φρεσὶ νηπιάζων. Τί σαρκὸς εὐπαθούσης, καὶ νεότητος περιφερομένης ἀσθενέστερον; νέος τις ἐστὶν ἔτι; κατὰ τῶν παθῶν ἀνδριζέσθω, καὶ τοσοῦτον ἀπολαυέτω τῆς νεότητος, τὸ μὴ τὰ νέων παθεῖν, ἀλλὰ δὴ πρεσβυτικὴν φρόνησιν ἐν ἀκμαίῳ τῷ σώματι ἐξασκείτω. Καὶ χαρήσεται τῇ νίκῃ πλέον, ἢ ἐν Ὀλυμπίᾳ στεφανούμενοι. Αἰσχρὸν νέον ἀσθενέστερον τοῦ γέροντος Εἶναι, γέροντα δὲ ἀφρονέστερον νέου. Ὅμως ὁ μὲν καθ' ὥραν ἔστω πάνσοφος, Τὸ δὴ κράτιστον, καὶ πρὸ ὥρας σωφρονεῖν. Νέος πραῢς πολλὰ ὑποφέρει· ὀλιγόψυχον δὲ γέροντα τίς ὑποίσει; Ἐπὶ παντὸς, ὡς ἐπὶ πολὺ, πράγματος ἐπισφαλὴς σύμβουλος ἡ νεότης, καὶ οὐκ ἄν τις εὕροι ῥᾳδίως κατορθωθέν τι τῶν σπουδῆς ἀξίων, ᾧ μὴ καὶ πολιὰ παρελήφθη πρὸς κοινωνίαν τοῦ σκέμματος.
ΤΙΤΛ. Βʹ. -Περὶ νοσούντων καὶ ἀσθενούντων· καὶ ὅτι χρὴ ἐπισκέπτεσθαι
αὐτούς. «Ὃς φράσσει τὰ ὦτα αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι ἀσθενοῦς, καὶ αὐτὸς
ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ εἰσακούων.» «Μὴ ὄκνει ἐπισκέπτεσθαι ἀῤῥώστους· ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ.» «Τέκνον, ἐν ἀῤῥωστίαις σου μὴ περιβλέπου, ἀλλ' εὖξαι Κυρίῳ, καὶ αὐτὸς ἰάσεταί σε.» «Κρείσσων θάνατος ὑπὲρ ζωὴν πικρὰν, ἢ ἀῤῥώστημα ἐμμένον.» «Ἠσθένησα, καὶ ἐπεσκέψασθέ με.» «Ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ' αὐτὸν, ἀλείψαντες ἐλαίῳ ἐν ὀνόματι Κυρίου· καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα καὶ ἐγερεῖ.» «Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.» «Μιμνήσκεσθε τῶν ἀσθενούντων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι.» Κρείσσων εὐημερίας ἀχαλινώτου νόσος φιλόσοφος. Κἂν μηδὲν ἔχῃς εἰσενεγκεῖν τῷ κάμνοντι διὰ τὴν πενίαν, σεαυτὸν εἰσάγαγε, καὶ τὴν ἀπὸ τῶν ῥημάτων αὐτῷ παράκλησιν προσένεγκε. Ἀσθενής εἰμι, καὶ ἐπεσκέψασθέ με. Οὐκ ἔχεις χρήματα; ἀλλὰ πόδας ἔχεις, καὶ στόμα, καὶ ῥήματα Εἴσελθε, παρακάλεσον, διόρθωσον τὴν ἀθυμίαν, εὐθυμώτερον ποίησον καὶ καρτερικώτερον. Μὴ ἐπαισχυνθῇς, ἄνθρωπε, τοὺς σοὺς ἀδελφούς. Μὴ αἱ γὰρ τοιαῦται ἐπισκέψεις, καὶ παραδείσων, καὶ λειμώνων, καὶ πάσης ἑστιάσεως ἡδίους εἰσίν; Ἀπὸ μὲν γὰρ τῶν λειμώνων, καὶ τῶν παραδείσων οὐδὲν οἴκαδε φέρομεν ἀγαθόν· ἀπὸ συμποσίων δὲ 96.189 μέθην, καὶ παραφροσύνην, καὶ μυρία κακά. Ἀπὸ δὲ τῶν τοιούτων ἐπισκέψεων χρηστὰς ἐλπίδας, τὴν πρὸς Θεὸν ἔννοιαν, τὴν ἄνωθεν παῤῥησίαν, τὴν τῆς ψυχῆς ἐπιείκειαν, τὸ μηδενὶ τῶν συμπιπτόντων ἀλύειν, τὸ ῥᾳδίως ἐν πᾶσι τοῖς ἀνθρωπίνοις φιλοσοφεῖν κερδανοῦμεν. Πολλοὶ τῶν πλουσίων παρὰ τῶν ὑγιαινόντων ἀπαιτοῦσι τὰς ὑπηρεσίας, καὶ ἀπαιτοῦσι δίχα συγγνώμης, νοσούντων δὲ οὐδεμίαν φροντίδα τιθέασιν· ἀλλὰ, προσπεσούσης νόσου, κεῖται μὲν ἀνεπίσκεπτος ἡ παιδίσκη, χαμαὶ ἐῤῥιμένη. Οὐ προσέχει δεσπότης, οὐκ ἐπισκέπτεται δέσποινα. Κἄν ποτε δέῃ τὴν δέσποιναν παραβαλεῖν πρὸς τὴν δούλην, οὐκ ἐπισκέπτεται ὡς ὁμογενὴς, ἀλλὰ βλοσυρῷ προσέχει τῷ βλέμματι, αὐστηρῷ προσδιαλέγεται ῥήματι, δι' ὄγκον ὑπερηφανίας τὸ συγγενὲς ἀρνουμένης τῆς φύσεως. Οὐκ ἀναγινώσκετε τὰς Γραφάς; οὐκ οἴδατε τί φησιν ὁ ἅγιος ∆αβίδ· Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν· ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν; ∆υσωποῦ μὲν τὴν εἰκόνα· φοβήθητι τὰ γεγραμμένα· ἐπίκουρος τῆς ἀσθενούσης κατάστηθι. Ὁ Σωτὴρ τὴν ἀρχὴν οὐκ ἄνθρωπος ἐγεννήθη, ἀλλὰ Θεὸς ἦν Μονογενὴς, ἀλλ' ὅμως ὑπὲρ ἀνθρώπων ἄνθρωπος ἠνέσχετο γενέσθαι· σὺ δὲ ἄνθρωπος ὢν παραιτῇ τὸ ὁμόφυλον ὡς οὐκ