230
ὀφθαλμῶν μου πρᾶ γμα παράνομον." Οὐ μόνον τὰς παρανόμους πρά ξεις ἐβδελυττόμην, ἀλλὰ καὶ τὰς περὶ τούτων ἐνθυ μήσεις ἀπεσειόμην, τὸν λογισμὸν πρὸ τῶν ἄλλων ἁπάντων ῥυθμίζων καὶ διευθύνων. "Ποιοῦντας παραβάσεις ἐμίσησα." Ἀπεστρεφόμην δὲ καὶ τοὺς τῶν θείων καταφρονοῦντας θεσμῶν. δʹ. "Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή." Συν ήθεις δέ μοι ἦσαν οἱ τιμῶντες τὸ δίκαιον· τοὺς δὲ τὰ ἐναντία προαιρουμένους, καὶ τὸν ὀρθὸν λογισμὸν οὐκ ἐθέλοντας ἔχειν, πόῤῥω τῶν ἐμῶν ἐποιούμην συλ λόγων. "Ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον." Εἰ δέ τις τῶν συνόντων πονηρίᾳ χρώ μενος ἀποστῆναι τῆς ἐμῆς ἠθέλησε συνουσίας, οὐδὲ χωρισμὸν ὑπελάμβανον τὸν τοιοῦτον χωρισμόν. Οὕ τως εὐκαταφρόνητος ἦν μοι λίαν ὁ τὴν κακίαν αἱ ρούμενος. εʹ. "Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐ τοῦ, τοῦτον ἐξεδίωκον." Τὰς δὲ λάθρα γινομέ νας κατηγορίας οὐ προσιέμην, ἀλλὰ τοὺς τοῦτο δρᾷν πειρωμένους ἐξήλαυνον. "Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον." Οὔτε τοὺς ἀλαζονείᾳ [καὶ πλεονεξίᾳ] χρωμένους ἐποιού μην συσσίτους. ʹ. "Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ." Συνεδρίων δέ μοι καὶ βουλῆς ἐκοινώνουν οἱ πίστει κοσμού μενοι, καὶ περὶ πολλοῦ τὰ θεῖα ποιούμενοι. "Πο ρευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει." Οὐ μόνον δὲ φίλων καὶ συμβούλων, ἀλλὰ καὶ τῶν διακόνων πολλὴν ἐποιούμην φροντίδα. Ὑπηρέταις γὰρ ἐχρώμην ἀρετῆς ἐπιμελομένοις, καὶ κακίας ἀπηλλαγμένοις. ζʹ. "Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν." Οὐδένα δὲ τῶν ὑπεροψίᾳ χρω μένων σύνοικον ἔχειν ᾑρούμην. "Λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου." Εἰ δέ τις συνεβούλευσεν, ἢ ἐξῄτησεν ἄδικα, διαμαρτὼν ἀπελήλυθεν· [σπουδὴ γάρ μοι ἀποκλείειν τὰς ἀκοὰς τοῖς διαβάλλειν ἐθέλουσιν.] ηʹ. "Εἰς τὰς πρωΐας ἀπέκτενον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν." 80.1676 Τοῦτο σαφῶς παρὰ τῆς ἱστορίας ἐμάθομεν. Ἅπαντας γὰρ τοὺς δυσσεβεῖς ἱερέας τῷ θανάτῳ παρέπεμψε, καὶ τὴν ἱερὰν ἐξεκάθηρε πόλιν. [Πρωΐαν δὲ καλεῖ τὴν ἀρχὴν τῆς αὐτοῦ βασιλείας· ὡς ὄρθρος γὰρ αὐ τὸς ἀνέτειλε μετὰ τῆς πρεπούσης καὶ φωτιζούσης δικαιοσύνης.] Ὁ δὲ βουλόμενος τὴν τοῦ ἀνδρὸς ἀρε τὴν καταμαθεῖν ἀκριβέστερον, εὑρήσεται ταύ την ἔκ τε τῆς δευτέρας τῶν Παραλειπομένων, καὶ ἐκ τῆς τετάρτης τῶν Βασιλειῶν ἱστορίας. [Σπουδα σάτω τοίνυν ἕκαστος μιμητὴς τοῦδε τοῦ ἀνδρὸς γε νέσθαι· ἵνα τῆς ἴσης αὐτῷ κοινωνήσῃ παρὰ Χριστῷ παῤῥησίας. Ἀμήν.]
ΕΡΜΗΝ. ΤΟΥ ΡΑʹ ΨΑΛΜΟΥ. αʹ. "Προσευχὴ τῷ πτωχῷ· ὅταν ἀκηδιάσῃ, καὶ ἔναντι Κυρίου ἐκχέῃ τὴν δέησιν
αὑτοῦ." Πρόῤῥη σιν μὲν ὁ ψαλμὸς ἔχει τῆς ἐν Βαβυλῶνι τοῦ λαοῦ τῶν Ἰουδαίων ταλαιπωρίας, καὶ τῆς ἐκεῖθεν ἐπανόδου. Προαγορεύει δὲ κατ' αὐτὸν, καὶ τῶν ἐθνῶν τὴν κλῆ σιν καὶ σωτηρίαν. Ἁρμόττει δὲ καὶ παντὶ συμφορᾷ τινι προσπαλαίοντι, καὶ τῆς θείας ῥοπῆς τυχεῖν ἱκετεύοντι. Πτωχὸν γὰρ καλεῖ, τὸν θείας ἐνδεῆ προμηθείας. βʹ. "Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ [ἐλθέτω]. ∆έξαι μου τὴν ἱκε τηρίαν, ὦ ∆έσποτα, καὶ ποτνιωμένῳ τὴν σὴν βοή θειαν ὄρεξον. Τὴν γὰρ κραυγὴν, οἰμωγὴν ὁ Σύμ μαχος εἴρηκεν. γʹ. "Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ." Εὐμενής μοι γενοῦ, καὶ λῦσον τὴν ἀγανάκτησιν. "Ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι, κλῖνον πρός με τὸ οὖς σου· ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου." ∆ηλοῖ καὶ ταῦτα τοῦ ψαλμοῦ τὰ ῥήματα, ὡς μελλόντων ἐστὶ πρόῤῥησις, καὶ οὐ γεγενημένων δι ήγησις. Ἐπειδὴ γὰρ ἐν εὐκληρίᾳ πολλῇ, καὶ περι φανείᾳ ἐτύγχανεν ὢν ὁ λαὸς ἐν τῇ τοῦ θεσπεσίου ∆α βὶδ βασιλείᾳ· εἰκότως ὁ προφήτης, τῷ ἐκείνων κε χρημένος προσώπῳ, προσφέρει τὴν ἱκετείαν, καὶ τυχεῖν ἀντιβολεῖ τῆς θείας κηδεμονίας, ἡνίκα ἂν γέ νοιτο τούτου καιρός. δʹ. "Ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ