230
Τριάδος. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν. ἀμήν. 383 {1Ἀθανασίῳ τέκνῳ}1 Πρὸς τοῖς ἄλλοις καὶ τοῦτο ἡμῖν ἀγαθὸν ἐν ταῖς ἡμέραις ταύταις ἀγωνιζομένοις ὑπὲρ ἀληθείας θεοῦ, συχνότερον τῆς παρ' ἀλλήλων φωνῆς διὰ τοῦ γράμματος ἀκούειν καὶ ἀνακοινοῦσθαι τὰς ἐν καρδίᾳ διαθέσεις. ὁρᾷς γάρ, ἀδελφὲ ἠγαπημένε, ὅπως ὡσανεὶ ἐφημερίδες αἱ ἐπιστολαὶ ὑπάρχουσιν, συνάπτουσαι ἡμᾶς φιλικώτερον; ἴδε πόσα καλὰ ὁ ὑπὲρ Χριστοῦ διωγμὸς παρέσχετο καὶ ἔτι παράσχοιεν, ἐπὰν θερμοτέρους ἡμᾶς πρὸς τὸ ἑξῆς λάβοιεν, μηδὲν ὑποπτήσσοντας τῶν ἀνθρωπίνων, ἀλλὰ γλιχομένους τὰ θεομίμητα ὑποίσειν παθήματα, δι' ἃ ὧδε κἀκεῖσε φερόμενος καὶ αὐτὸς ἀθλεῖς. ἀλλ' εὖ ἔσται τοῖς βοηθοῦσι καὶ συνδιαφέρουσί σοι τὰ ἀγωνίσματα, οἷς καὶ καλῶς προαπελογησάμην καὶ αὖθις δὴ ἀπολογήσομαι. Ἐπεὶ δὲ τὴν ἐρώτησιν μέτειμι, ἐῶν ὑπὲρ ὧν δῶρον ἐγκωμιάζεις με τὰς ἀντιλέξεις ἀποίσειν, ὡς μὴ οἰηθῆναί με συγκαταθέσθαι τοῖς ἐπαίνοις· εἰμὶ γὰρ ἔρημος παντὸς ἀγαθοῦ. ὅπου οὖν ὁ Μέγας Βασί λειος, τὸ φῶς τοῦ κόσμου, ἀποφήσειεν, τίνι τολμητέον ἔχοντι νοῦν ὅλως ἀντιφέρεσθαι; ἔστι δὲ τοῦτο ἐν τῇ ἐρωτήσει τῶν ἀσκητικῶν, καθὼς ὑπεσημήνω, ἤγουν· εἰ χρὴ οἰκονομίας δῆθεν χρησίμου ψεύδεσθαι. πρὸς ὅν φησιν· ἡ ἀπόφασις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦτο οὐ συγχωρεῖ, ἅπαξ εἰπόντος ὅτι τὸ ψεῦδος ἐκ τοῦ διαβόλου ἐστίν, διαφορὰν ψεύδους μηδεμίαν ἐμφήναντος. καὶ ὁ ἀπόστολος δὲ μαρτυρεῖ γράψας ὅτι, κἂν ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Ταῦτα μὲν παρὰ τοῦ πατρός. ἔφης δὲ προσκεῖσθαι ἐν τῷ κεφαλαίῳ σχόλιον, ὅτι χρησίμου ἕνεκεν ἡ ἐρώτησις, οὐκ ἀναγκαίου· οὐ γὰρ ταὐτὸν ἀμφότερα. καὶ πάλιν ἐν ἑτέρῳ κεφαλαίῳ τὸν αὐτὸν φωστῆρα λέγειν ὅτιπερ δεῖ τιθέναι τὴν ψυχὴν ὑπὲρ τῶν φίλων μέχρι θανάτου, εἴτε ἁμαρτωλοῦ εἴτε δικαίου ὄντος τοῦ φίλου, ὡς ἐντεῦθεν ἀπορεῖν σε πῶς καὶ μὴ ψεύδεσθαι ὅλως ἐν ταῖς συμβαινούσαις ἀνάγκαις, εἰς θάνατον ἡκούσαις ἀδελφοῦ, καὶ πάλιν τὴν ψυχὴν ὑπὲρ αὐτοῦ τιθέναι· "4ἐὰν γὰρ μὴ ψεύσωμαι"5, φῆς, "4ἀποθνήσκειν τὸν φίλον, καὶ ψευδόμενος οὐκ ἀθλῶ νομίμως καὶ ἐκπίπτω τοῦ θεοῦ"5. τοῦτο οὖν τὸ κεφάλαιον καὶ ἐμοὶ ἠπορημένον ἐστί, δοκῶ δὲ καὶ πολλοῖς. πειράσομαι δ' οὖν ὅμως, ὡς οἷόν τέ μοι, δοῦναι ἀπόκρισιν τῇ ἀγάπῃ σου, εὐδοκοῦντος θεοῦ. ὅτι μὲν οὖν κατὰ τὸ σχόλιον οὐ ταὐτὸν χρήσιμον καὶ ἀναγκαῖον, ἀληθές· τὸ μὲν γὰρ ἐνδεχόμενόν ἐστιν· οἷον, χρήσιμον δὴ διαλεχθῆναί με τῷ δεῖνι περὶ τοῦδε· ἀλλὰ μήν, κἂν οὐ διαλέξοιμι, ἔστι δυνατὸν ἐπιτυχεῖν τοῦ ζητουμένου. καὶ πάλιν· χρήσιμόν ἐστιν ἀποστραφῆναι τὸν ὁ δεῖνα· ἀλλὰ γάρ, κἂν σήμερον μὴ ἀποστραφῶ, δυναίμην αὐτὸν αὔριον ἀποστραφῆναι. τοιοῦτόν ἐστι τὸ χρήσιμον, ἤτοι ἐνδεχόμενον. τὸ δὲ ἀναγκαῖον ἀπαραίτητόν ἐστι, τὸ πάντως μὴ ἀμφοτερίζειν· οἷον, ἐάν εἰμι ἀμύητος, οὐκ ἐνδέχεται μὴ βαπτισθησόμενον σωθῆναί με. καὶ πάλιν· ἐὰν εἴπω "4δύναμαι μὴ ἀναπνεῖν καὶ ζῆν"5, ψεῦδος· ἀναγκαῖον γὰρ τὸ ἀναπνεῖν, οὗ χωρὶς οὐκ ἔστι ζῆν. Αἱ τοίνυν ἐντολαὶ τοῦ θεοῦ κατὰ τὸ ἀναγκαῖον παρὰ τοῦ ἀψευδοῦς στόματος διηγορεύθησαν καὶ ἐξ ἀνάγκης ὀφείλουσι φυλάττεσθαι, οὐ τρεπόμεναι εἰς τὸ πῇ μὲν ἐνδέχεσθαι φυλάττεσθαι, πῇ δὲ οὔ, ἢ ὑπὸ τοῦδε μὲν ναί, ὑπὸ τοῦδε δὲ οὔ, ἢ ποτὲ μὲν ναί, ποτὲ δὲ οὔ, ἀλλ' ἀεὶ καὶ ἐπὶ παντὸς προσώπου καὶ καιροῦ. κατὰ τοῦτο εἴρηκεν ὁ Μέγας Βασίλειος "4διαφορὰν ψεύδους μηδεμίαν ἐμφήναντος"5, ὡς ὅτι ἐξ ἀναγκαίου ἡ ἀπόφασις, κἂν ἡ ἐρώτησις προετάθη ὡς ἐνδεχομένη· ταὐτὸν γάρ, ὡς ἔφην, χρήσιμον καὶ ἐνδεχόμενον. εἶτα τί γενήσεται, καθὰ προέφης, ἐν τῇ συμβάσει τοῦ ἀποθνήσκειν τὸν ἀδελφὸν τῷ μὴ αἱρήσασθαί με ψεύσασθαι; τοῦτο δὲ οὐκ ἔστι ψεῦδος, ὡς δοκῶ. οἷον, μετασχηματίζω εἰς ἐμαυτὸν τοιοῦτόν τι· ἦλθεν κόρη πρός με διωκομένη ὑπό τινος φθορέως, αἰτοῦσα "4μὴ φανερῶσαι τῷ φθορεῖ ἐρωτῶντι ὅτι με φυλάττοις, ἐπεὶ φθείρει με πάντως"5. τοίνυν ἐλθόντος τοῦ φθορέως καὶ ἀνακρίναντος "4ἦλθεν ὧδε κόρη πρὸς σέ;"5, λέγων ἐγὼ