1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

230

Μαγναύρᾳ καὶ ἄδικον 479 συνεστήσατο δικαστήριον. σκοπὸς δὲ τῷ τυράννῳ οὐ τοῖς πτωχοῖς τὰ δίκαια ἀποδιδόναι, ὡς ἔδειξε τὰ πράγματα, ἀλλὰ διὰ τούτου πάντας τοὺς ἐν τέλει ἀτιμάσαι τε καὶ αἰχμαλωτίσαι, καὶ εἰς ἑαυτὸν τὰ πάντα μετενεγκεῖν· ὃ καὶ πεποίηκεν. ἰδὼν δὲ πάντας λυπουμένους κατ' αὐτοῦ, καὶ δεδιώς, μήπως μεμνημένοι τὰς τῆς εὐσεβοῦς Εἰρήνης εὐεργεσίας προσκαλέσωνται πάλιν τοῦ κρατῆσαι αὐτήν, τῷ Νοεμβρίῳ μηνί, χειμῶνος ἐπικειμένου βαρυτάτου, οὐκ ᾤκτειρεν αὐτὴν ὁ ἄσπλαγχνος, ἀλλ' ἐξώρισεν αὐτὴν ἐν Λέσβῳ τῇ νήσῳ ἀσφαλῶς φρουρεῖσθαι αὐτὴν προστάξας, καὶ παρά τινος μὴ ὁρᾶσθαι τὸ σύνολον. τῇ δὲ λʹ τοῦ Ἀπριλλίου μηνὸς ἐτελεύτησε Νικήτας ὁ Τριφύλλιος, ὥς φασιν, ὑπὸ Νικηφόρου φαρμάκῳ ἀναιρεθείς. καὶ τῇ δʹ τοῦ Μαΐου μηνός, ἡμέρᾳ εʹ, ἐξῆλθε Νικηφόρος κατὰ τὴν Χαλκηδόνα ἐν προαστείῳ, καὶ ἐπιβὰς ἵππῳ πάνυ ἡμερωτάτῳ καὶ πράῳ ἐκ θείας προνοίας τοῦτον καταβαλὼν τὸν δεξιὸν πόδα αὐτοῦ συνέτριψεν. τῇ δὲ ιθʹ τοῦ Ἰουλίου μηνός, ἡμέρᾳ δʹ, ὥρᾳ αʹ, Βαρδάνης, ὁ πατρίκιος καὶ στρατηγὸς τῶν ἀνατολικῶν, ὁ ἐπίκλην Τοῦρκος, ἀνηγορεύθη εἰς βασιλέα ὑπὸ τῶν περατικῶν θεμάτων· ὅστις πολλὰ παραιτησάμενος διαδρᾶσαι αὐτοὺς οὐκ ἴσχυσεν. καὶ κατελθὼν ἕως Χρυσοπόλεως καὶ περιπολεύσας ἡμέρας ηʹ καὶ μὴ δεχθεὶς ὑπὸ τῆς πόλεως ὑπέστρεψεν ἕως τῶν Μαλαγίνων. φοβηθεὶς δὲ τὸν θεὸν καὶ λογισάμενος, μήποτε δι' αὐτὸν σφαγὴ γένηται Χριστιανῶν, ἀποστείλας πρὸς Νικηφόρον καὶ λαβὼν λόγον ἐνυπόγραφον ἐξ ἰδιοχείρου αὐτοῦ, ἐν ᾧ καὶ Ταράσιος, ὁ ἁγιώτατος πατριάρχης, καὶ πάντες οἱ πατρίκιοι καθυπέγραψαν, ὥστε ἀβλαβῆ αὐτὸν διατηρηθῆναι καὶ ἀζήμιον καὶ πάντας τοὺς σὺν αὐτῷ, τῇ ηʹ τοῦ Σεπτεμβρίου μηνὸς ὥρᾳ μεσονυκτίου λάθρα διαδρὰς κατῆλθεν ἐν τῇ Κίῳ τῆς Βιθυνίας εἰς τὴν μονὴν τοῦ Ἡρακλείου, καὶ εὑρὼν τὸ ἀπολυθὲν χελάνδιον τοῦ βασιλέως ἐπὶ τούτῳ ἀπεκάρθη καὶ ἐνεδύσατο στολὴν μοναδικήν, καὶ εἰσελθὼν ἐν αὐτῷ ἀπῆλθεν ἐν τῇ νήσῳ τῇ λεγομένῃ Πρώτῃ, ἐν ᾗ οἰκοδομήσας ἦν μοναστήριον, οἰόμενος ὅτι αἰδεσθήσεται τὸν φοβερὸν λόγον, ὃν ἔδωκεν αὐτῷ ὁ παραλογιστὴς Νικηφόρος, καὶ οὐ μὴ βλάψει αὐτὸν ἐν οὐδενί. ὁ δὲ πρῶτον μὲν γυμνοῖ αὐτὸν τῆς 480 ὑποστάσεως αὐτοῦ, καὶ ἀφορμῆς δραξάμενος πάντας τῶν θεμάτων τοὺς ἄρχοντας καὶ κτήτορας, τινὰς δὲ καὶ ἐκ τῆς βασιλίδος πόλεως, ᾐχμαλώτευσεν, τὸν δὲ στρατὸν ἅπαντα ἀρόγευτον εἴασεν. καὶ τίς λόγος δυνήσεται πρὸς ἀξίαν διηγήσασθαι τὰ ἐν ταῖς ἡμέραις ἐκείναις πραχθέντα ὑπ' αὐτοῦ ἔργα κατὰ θεοῦ παραχώρησιν διὰ τὰς ἁμαρτίας ἡμῶν; τῇ δὲ θʹ τοῦ Αὐγούστου μηνὸς τῆς ιαʹ ἰνδικτιῶνος ἐτελεύτησεν ἡ βασίλισσα Εἰρήνη ἐν τῇ ἐξορίᾳ τῆς Λέσβου νήσου, καὶ μετηνέχθη τὸ σῶμα αὐτῆς ἐν τῇ νήσῳ τῆς Πριγκίπου, ἐν τῇ μονῇ, ἣν αὐτὴν ᾠκοδόμησεν. βʹ. ιθʹ. ηʹ. κʹ. Τούτῳ τῷ ἔτει, μηνὶ ∆εκεμβρίῳ, ἰνδικτιῶνος ιβʹ, ἔστεψε Νικηφόρος τὸν υἱὸν αὐτοῦ Σταυράκιον διὰ Ταρασίου, τοῦ ἁγιωτάτου πατριάρχου, ἐν τῷ ἄμβωνι τῆς μεγάλης ἐκκλησίας εἰς βασιλέα, ἀποίητον ὄντα κατὰ πάντα τῇ τε ἰδέᾳ καὶ ῥώμῃ καὶ γνώμῃ πρὸς τὴν τοιαύτην ἀξίαν. ὁ δὲ μηδέποτε ἐν μηδενὶ φυλάξας ἀλήθειαν Νικηφόρος Λυκάονάς τινας, ἢ λυκανθρώπους, ὁμογνώμονας καὶ ὁμόφρονας ἀποστείλας εἰς τὴν Πρώτην ἐκέλευσε νυκτὸς ἐπιβῆναι τῇ νήσῳ καὶ τὸν προρρηθέντα ἐκτυφλῶσαι Βαρδάνιον, ὡς δῆθεν ἀγνοοῦντος αὐτοῦ, καὶ μετὰ τὸ δρᾶμα προσφυγεῖν τῇ ἐκκλησίᾳ. τούτου δὲ γεγονότος ὅ τε πατριάρχης καὶ ἡ σύγκλητος δεινῶς ἤλγησαν καὶ πάντες οἱ φοβούμενοι τὸν θεόν. ὁ δὲ παρανομώτατος βασιλεὺς Νικηφόρος ὅρκοις τοὺς ἐν τέλει Λυκάονας, τὸ δοκεῖν, ἐπεζήτει ἀνελεῖν, ἀμύνασθαι σχηματιζόμενος, ὁ πάντα κατ' ἐπίδειξιν ἀεί, καὶ μηδὲν κατὰ θεὸν πράττων. ἦν γὰρ αὐτῷ μετὰ τῶν λοιπῶν παρανομιῶν καὶ τὸ τοιοῦτον τῆς γνώμης ἐξαίρετον ἰδίωμα, δι' οὗ καὶ πρὸ τῆς βασιλείας πολλοὺς ἠπάτησεν. πλὴν γελοιότατος ἦν τοῖς εἰδόσιν ἀκριβῶς τὸ ἐπιτήδευμα, ὥστε κἀκεῖνον ἀναιδείᾳ πολλῇ ζεζοφωμένον τὸ μιαρώτατον αὐτοῦ πρόσωπον ἀεί, τότε ἀπρόϊτον γενέσθαι ἐπὶ