Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ψαλμῶν τὸ Χριστοῦ πρόσωπον εἰσφέρεται, λέγον περὶ τῆς τῶν Ἰουδαίων ἀνοσιότητος, πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, ὅτι Ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν. Μὴ μέγα δὴ οὖν φρονείτω λοιπὸν ὁ κυριοκτόνος· οὐ γὰρ αὐτίκα κεκρατήκασιν, ὡς ἀσθενοῦντος Χριστοῦ, μανθανέτωσαν δὲ διὰ Μωσέως τὸ ἀληθές. Οὐ γὰρ ἴσασι τὸν πατάξαντα. Ὅρα τοίνυν τὸν τετραυματισμένον ἐν τῇ τῶν Ἰουδαίων γῇ, τὸν Ἐμμανουήλ. Τὸ δὲ ἐπ' αὐτῷ μυστήριον, παρ' αὐτοῖς μὲν οὐδαμῶς πληρούμενον· αἰνιγματωδῶς δὲ μᾶλλον ἱερουργούμενον ἐν τῇ τῶν ἐθνῶν χώρα τε καὶ γῇ. Εἰ γὰρ μὲν εὑρεθείη, φησὶν, ὁ τραυματίας, λήψονται δάμαλιν ζυγοῦ καὶ πόνων ἀπείρατον· καὶ δὴ καταβιβάσαντες αὐτὴν εἰς τραχεῖαν καὶ ἀνήροτον φάραγγα, νευροκοπείτωσαν διὰ τῶν τεταγμένων εἰς ἱερουργίαν. Ἀπονιψάμενοι δὲ τὰς χεῖρας ἐπ' αὐτῇ, λεγόντων, ὅτι Αἱ χεῖρες ἡμῶν οὐκ ἐξέχεαν τὸ αἷμα τοῦτο. ∆άμαλις μὲν οὖν ὡς ἐν τύπῳ Χριστοῦ, καθάπερ ἤδη προείπομεν. ∆άμαλις μὲν, ἀνθ' ὅτου καὶ ζυγοῦ ἀπείρατος, καὶ ὑπὸ ζυγὸν ὡς ἄνθρωπος, καὶ μὴν ἔξω ζυγοῦ, διά τοι τὸ εἶναι κατὰ φύσιν Θεός. Ἐλεύθερον γὰρ τὸ Θεῖον, καὶ οὐδενὶ τῶν ὄντων ὑπεζευγμένον· κατακρατοῦν δὲ μᾶλλον τῶν ὅλων, καὶ ὑπὸ χεῖρας ἔχον τὴν σύμπασαν κτίσιν. Ἀλλ' ἐλεύθερος ὢν κατὰ φύσιν ὁ Υἱὸς ὡς Θεὸς, γέγονε μεθ' ἡμῶν ὡς ἄνθρωπος, καὶ ὑπὸ ζυγόν. Τοιγάρτοι μεθ' ἡμῶν Θεὸν ἐπεγράφετο τὸν Πατέρα. Ὑπεζεύγμεθα δὲ ἡμεῖς τῇ τῆς θεότητος ἐξουσίᾳ. Οὐκοῦν δάμαλις μὲν ἡ ὑπὸ ζυγὸν ὅσον ἧκον εἰς τὴν φύσιν, ἔξω δὲ ζυγοῦ, διὰ τὴν τῆς θεότητος δόξαν, καὶ τὸ εἰσάπαν ἐλεύθερον. Ἀλλ' ὅρα τὴν δάμαλιν εἰς τραχεῖαν καὶ ἀνήροτον ἀποφερομένην φάραγγα. Μετὰ γάρ τοι τὸν τίμιον σταυρὸν, ὅτε τραυματίας ηὕρηται Χριστὸς, τῆς Ἰουδαίων ἀποπεφοίτηκε γῆς, μεταπεφοίτηκε δὲ λοιπὸν ἐπὶ τὴν τῶν ἐθνῶν χώραν, ἥτις οὐκ εἴργασται, οὐδὲ σπείρεται. Πρὸ γάρ τοι τοῦ καὶ αὐτοῖς ἔθνεσιν ἐπιλάμψαι Χριστὸν, διετέλουν ἐν κόσμῳ, γῆ τις ὥσπερ ξηρὰ καὶ ἀνήροτος, καὶ τῆς κατὰ Θεὸν εὐκαρπίας ἐρήμη. Καὶ γοῦν ὁ προφήτης Ἡσαΐας περὶ αὐτῆς, Εὐφράνθητι, ἔρημος, φησὶν, καὶ αἱ κῶμαι αὐτῆς. Ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρῖνον. Οὐκοῦν τραχείᾳ τινὶ καὶ οὐκ εἰργασμένῃ γῇ, καὶ ἀκάρπῳ παντελῶς τὴν τῶν ἐθνῶν χώραν, ἤτοι πληθὺν, εὖ μάλα παρεικαστέον. Ἐκεῖ ∆ιὰ τῶν θείων ἱερουργῶν νευροκοπεῖσθαι δεῖν ἔφην τὴν δάμαλιν. Τελεῖται γὰρ, ὡς ἔφην, παρ' ἡμῶν τοῖς ἐξ 69.649 ἐθνῶν τὸ Χριστοῦ μυστήριον, καὶ ὁμολογοῦντες αὐτοῦ τὸ πάθος, καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ταῖς μυστικαῖς προσίεμεν εὐλογίαις. Τοῦτο, οἶμαι, ἔστι τὸ νευροκοπεῖσθαι τὴν δάμαλιν. Καταγγέλλοντες γὰρ, ὡς ἔφην, τὸν θάνατον αὐτοῦ, καὶ μέντοι καὶ τὴν ἀνάστασιν, τὸ σεπτὸν τελοῦμεν μυστήριον. Ἀλλ' ὅσοι τῆς Ἰουδαίων ἀνοσιότητος ἀποφοιτῶσι μακρὰν ἀφέντες τὴν πόλιν, ἐν ᾗ τετραυμάτισταί τε καὶ ηὕρηται πεπονθὼς, ἐπὶ τὴν τραχεῖαν καὶ ἀνήροτον ἥκοντες φάραγγα, ἐκεῖ νίψονται τὰς χεῖρας ἐπ' αὐτῷ τῷ Χριστῷ. Ἀπολούσονται γὰρ εἰς τὸν αὐτοῦ θάνατον βαπτιζόμενοι· τουτὶ γὰρ, οἶμαι, ἔστι, τό· Ἐπ' αὐτῷ νίψονται τὰς χεῖρας. Ὁμολογοῦντες δὲ ὅτι τῆς Ἰουδαίων ἀνοσιότητος γεγόνασι κοινωνοὶ, κομιοῦνται τὴν ἄφεσιν. Ἰουδαῖοι μὲν γὰρ ἐμπαροινήσαντες τῷ Χριστῷ, ταῖς ἑαυτῶν κεφαλαῖς καταγράφουσι τὸ δυσσέβημα, λέγοντες· Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Οἱ δὲ τῆς παρ' αὐτοῦ γλιχόμενοι χάριτος, καὶ τὴν διὰ τοῦ ἁγίου Πνεύματος ζητοῦντες κάθαρσιν, δι' ὧν ἐγνώκασι τιμᾷν, μονονουχὶ καὶ ἀνακεκράγασι, λέγοντες· Αἱ χεῖρες ἡμῶν οὐκ ἐξέχεαν τὸ αἷμα τοῦτο. Ἐν Χριστῷ δὴ οὖν ἡ κάθαρσις. Κἂν εἴ τις ἐξ Ἰουδαίων ἕλοιτο φρονεῖν ὀρθά· ὃ δὴ καὶ δεδράκασι καὶ πρό γε τῶν ἄλλων οἱ θεσπέσιοι μαθηταὶ, καὶ οἱ δι' αὐτῶν πιστεύσαντες, οἷς ἄν τις εἰκότως καὶ τὸ τῆς γερουσίας περιθείη πρόσωπον· τίμιοι γὰρ καὶ ἀπόλεκτοι, τὴν τοῦ Ἰσραὴλ ἀνοσιότητα παραιτούμενοι διὰ πίστεως τῆς ἐν Χριστῷ, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ τῆς αἰχμαλώτου γυναικὸς, ξυρομένης, καὶ