231
μέγας δομέστικος ἐπὶ τούτοις αὐτῷ καὶ ἱκανῶς προσομιλήσας, αὐτὸν 2.105 μὲν οἴκοι κατελίμπανεν, ὡς ἐς τὴν ὑστεραίαν ἥξοντα πρὸς αὐτόν. ἐκεῖνος δὲ εἰς Σηλυβρίαν ἦλθεν. ἐς τὴν ὑστεραίαν δὲ ἐπεὶ καὶ ὁ παρακοιμώμενος ἧκε, πέμψας πρὸς Βυζάντιον, ὡς τῇ βασιλίδι προσκυνήσαντα αὖθις ἐπανήκειν πρὸς αὐτὸν, αὐτὸς εἰς ∆ιδυμότειχον ἐλθὼν, πρὸς τὴν εἰς τὴν ἑσπέραν παρεσκευάζετο στρατείαν. ὁ παρακοιμώμενος δὲ γενόμενος ἐν Βυζαντίῳ, πρῶτα μὲν προσεκύνει βασιλίδα καὶ συγγνώμης ἠξιοῦτο, ἐφ' οἷς ἐδόκει προσκεκρουκέναι. ἔπειτα τῇ μεγάλου δομεστίκου προσελθὼν μητρὶ, ἐν Βυζαντίῳ τότε παραμυθίας ἕνεκα τῆς βασιλίδος οὔσῃ, πρῶτα μὲν πολλὰς ὡμολόγει χάριτας τῷ μεγάλῳ δομεστίκῳ, οὐ μόνων τῶν εὐεργεσιῶν, ὧν ἐξαρχῆς ἄχρι τότε παρέσχετο πρὸς αὐτὸν, ἀλλὰ καὶ τῆς μεγαλοψυχίας καὶ συμπαθείας, ἣν οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις καὶ τὰ τελευταῖα νῦν ἐξ ἀνοίας προσκεκρουκότος ἐνδείξαιτο πρὸς αὐτόν. ἔπειτα ἐπηγγέλλετο, ὡς οὐδὲν ἔσται τὸ πεῖσον ἢ βιασόμενον ἀχάριστον καὶ κακὸν ὀφθῆναι περὶ ἐκεῖνον, ἀλλ' οὕτω πεπεικέναι ἑαυτὸν, ὡς οὐκ αὐτὸν μόνον, ἀλλὰ καὶ γένος ὅλον εὔνουν ἐκείνῳ καὶ πιστὸν εἶναι διὰ πάντων καὶ τὴν δουλείαν ἀκριβῆ τηρῆσον οἷα δὴ δεσπότῃ. πίστεως δὲ καὶ τῶν λεγομένων ἕνεκα νυνὶ ἕτοιμος εἶναι ὅρκους παρασχέσθαι, τοὺς μάλιστα δοκοῦντας βεβαιοτάτους καὶ φρικώδεις εἶναι. ἡ δ' ἔφασκεν αὐτῷ «τὸ μὲν τὰς εὐεργεσίας καταλέγειν, αἳ παρὰ μεγάλου δομεστίκου ἐξαρχῆς ἄχρι νῦν γεγένηνται σοὶ, προσθήσω δ' ὅτι καὶ τὰς ἐξ ἀχαρίστου γνώμης 2.106 παρὰ σοῦ γεγενημένας πρὸς ἐκεῖνον ἀμοιβὰς, καὶ τὴν ἐκείνου περὶ τὸ συγγνώμην τοῖς εἰς αὐτὸν ἁμαρτάνουσι παρέχειν φιλοτιμίαν, οὐκ ἀναγκαῖον νῦν, σοῦ προτέρου μαρτυροῦντος. ὅρκων δὲ οὐ χρεία νῦν, ἀλλ' ἔργων μᾶλλον τοὺς ὅρκους βεβαιούντων. οὐ γὰρ τοῖς λόγοις ἡ πίστις, τοῖς ἔργοις δὲ μᾶλλον ἐπακολουθεῖ. διὸ καὶ σὲ προσῆκον ἔργοις ἐπιδείκνυσθαι τὴν εὔνοιαν τὴν πρὸς ἐκεῖνον, καὶ μὴ λόγοις ἐπιδεικνύμενον, τοῖς ἔργοις ὑστερεῖν.» ὁ δὲ οὐ λόγοις μόνον, ἀλλὰ καὶ ἔργοις ἐπαγγειλάμενυς τὴν πρὸς ἐκεῖνον εὔνοιαν ποιήσειν πᾶσι φανερὰν, ἐκεῖθεν ἐξελθὼν ἧκεν ὡς πατριάρχην. ιζʹ. Προσαγορεύσας τε αὐτὸν καὶ περί τινων ἑτέρων προδιαλεχθεὶς, ἔπειτα «τὴν μὲν εἰς ἐμὲ τοῦ μεγάλου δομεστίκου» ἔφασκεν «εὐμένειαν καὶ αὐτὸς ἂν εἰδείης, ἄνωθεν τοῖς πράγμασι παρηκολουθηκώς. ὀλίγῳ δὲ πρότερον ἐξ ἀβουλίας αὐτῷ προσκεκρουκὼς, ὀλίγου ἐδέησα διαφθαρῆναι, εἰ μὴ σὺ δεηθεὶς, οὐ μόνον ἔπεισας ἀφεῖναί μοι τὴν ὀργὴν, ἀλλὰ καὶ πρόφασιν εὐδοξίας τὴν τοῦ κατὰ Περσῶν στόλου παρασχεῖν ἀρχήν. ὅθεν οὐ σῶστρα μόνον, ἀλλὰ καὶ τῆς τιμῆς πολλὰς ὀφείλειν τὰς εὐχαριστίας εἶναι δίκαιος ὁμολογῶ καὶ πάσῃ σπουδῇ καὶ προθυμίᾳ τὰ σοὶ λυσιτελοῦντα καὶ βουλεύεσθαι καὶ πράττειν, ὡς τῶν αὐτῶν καὶ τὴν βλάβην καὶ τὴν ὠφέλειαν ὁμοίαν ἐμοί τε καὶ σοὶ οἰσόντων. εἰ τοίνυν ἐκ πολλῶν 2.107 σοι τὴν εὔνοιαν καὶ τὴν φιλίαν ἄδολον καὶ καθαρὰν ὀφείλω, οὔτε δίκαιον ᾠήθην, οὔτ' ἄλλως ἐμοὶ λυσιτελὲς, δεινότατα πεπυσμένῳ περὶ σοῦ συγκρύπτειν, ὥσπερ ἄν τις ἄλλος, ᾧ βέλτιον ἢ χεῖρον ὀλίγα ἢ οὐδὲν μελήσει διακεῖσθαί σε.» ἐρομένου δὲ τοῦ πατριάρχου, ὅ,τι ἂν πύθοιτο περὶ αὐτοῦ, τὸν μέγαν ἔφασκε δομέστικον οὐκ ἀκηκοέναι, ἀλλὰ σαφέστατα εἰδέναι, ὅτι βούλοιτο οὐκ εἰς μακρὰν σὲ καταγαγὼν τοῦ θρόνου, Παλαμᾶν ἐγκαθιδρύειν, φίλον ὄντα τῶν γνησίων καὶ μάλιστα περισπούδαστον αὐτῷ. αὖθις δὲ τοῦ πατριάρχου ἐπανερομένου, ὅθεν ἂν σχοίη τὴν τοῦ πράγματος, ὥσπερ ἰσχυρίζεται, κατάληψιν ἀκριβῆ, τὰς μὲν αἰτίας ὅθεν ἐξεγένετο μαθεῖν, ἐδεῖτο μὴ πολυπραγμονεῖν. οὐ γὰρ ἀποῤῥήτων δύνασθαι κατατολμᾷν. ἓν δὲ τοῦτο σαφέστατα πεπεῖσθαι, ὡς εἰ μὴ πάνυ τὴν ψυχὴν ἤλγει, τῶν κατ' ἐκείνου μελετωμένων ἀκριβῆ τὴν γνῶσιν ἐσχηκὼς, οὐκ ἂν ἀπήγγελλεν ἐλθών. ἔτι δὲ τοῦ πατριάρχου ἀπιστοῦντος καὶ τὴν ἀθρόαν τοῦ μεγάλου δομεστίκου μεταβολὴν μὴ παραδεχομένου, ὅρκοις ἐκεῖνος διεβεβαιοῦτο, μηδὲν εἶναι ψευδὲς τῶν εἰρημένων, ἀλλὰ πάντα ἀληθῆ. παρῄνει τε μὴ μέλλειν, ἀλλὰ τάχιστα βουλεύεσθαι, ἐξ ὧν τὸν κίνδυνον ἐξέσται διαφυγεῖν. οὐδὲ γὰρ ἐκεῖνος, ὡς καὶ σὺ βέλτιον ἂν