231
τεῖχος νομίζουσιν ἱερόν· τὰς δὲ πύλας ειπερ ηγηντο 2.91 ἱεράς, οὐκ ην τὰ μὲν δι' αὐτῶν εἰσάγειν, τὰ δὲ ἀποπέμπειν τῶν ἀναγκαίων καὶ μὴ καθαρῶν. ̔Η δὲ κτίσις τῆς πόλεως ταύτης ἡμέρᾳ τετέλεστο τῇ πρὸ ενδεκα καλανδῶν Μαΐων, η αν ειη μᾶλλον εἰκοστὴ ̓Απριλλίου· καὶ τὴν ἡμέραν ταύτην ἑορτάζουσι ̔Ρωμαῖοι, γενέθλιον τῆς πατρίδος ὀνομάζοντες. ὀκτωκαίδεκα δ' ειναι ̔Ρωμύλος ἐνιαυτῶν ἀναγέγραπται οτε τὴν ̔Ρώμην συνῴκισεν. εκτισε δὲ αὐτὴν περὶ τὴν τοῦ Φαυστούλου οικησιν· ὠνόμαστο δ' ὁ χῶρος Παλάτιον. Κτισθείσης μέντοι τῆς πόλεως, οσον μὲν ἐν ἡλικίᾳ στρατευσίμῳ πλῆθος ἐτύγχανεν, εἰς στρατιωτικὰ διεῖλε συντάγματα, εκαστον δὲ σύνταγμα πεζῶν τρισχιλίων ην καὶ τριακοσίων ἱππέων, ἐκλήθη δὲ λεγεών, οτι λογάδες ησαν ἐκ πάντων οἱ μάχιμοι, τοῖς δ' αλλοις δήμῳ ἐκέχρητο. καὶ τὸν δῆμον ποπούλους ὠνόμασεν· οθεν καὶ παρὰ ταῖς βίβλοις ταῖς νομικαῖς ποπουλαρία κέκληται ἡ δημοτικὴ ἀγωγή. τῶν μέντοι περιφανεστέρων γένει τε καὶ συνέσει καὶ βίου αἱρέσει ἑκατὸν ἀπέδειξε βουλευτάς, πατρικίους ὀνομάσας αὐτούς· τὸ δὲ λοιπὸν σύστημα σενάτον προσηγόρευσεν, ο ἐστι γερουσία. πατρίκιοι μέντοι οἱ βουλευταὶ ἐπεκλήθησαν η οτι παίδων ησαν γνησίων πατέρες, η μᾶλλον οτι αὐτοὶ πατέρας ἑαυτῶν ἀποδεικνύειν ἠδύναντο εκαστος ἐκ γένους οντες γνωρίμου, η ἀπὸ τῆς πατρωνίας· ουτω δ' ἐκάλουν τὴν προστασίαν· πάτρωνας γὰρ τοὺς κηδεμονικοὺς καὶ βοηθητικοὺς προσηγόρευον. μάλιστα δ' αν τις καταστοχάσαιτο τῆς τοῦ ̔Ρωμύλου διανοίας, εἰ οιοιτο διὰ τῆς κλήσεως ταύτης ἐμφαίνειν χρῆναι τοὺς πρώτους 2.92 καὶ δυνατωτάτους τῆς πόλεως πατρικῇ κηδεμονίᾳ κήδεσθαι τῶν ταπεινοτέρων, αμα δὲ καὶ τὸν δῆμον ἐνάγειν διὰ τῆς τῶν πατρικίων προσηγορίας εἰς τὸ μὴ αχθεσθαι ταῖς τῶν κρειττόνων τιμαῖς, ἀλλ' εὐνοϊκῶς διακεῖσθαι, νομίζοντας πατέρας αὐτοὺς καὶ προσαγορεύοντας. Πολλῶν δὲ τῇ πόλει ἐνοικισθέντων, ων ὀλίγοι γυναιξὶ συνεζεύγνυντο, φροντὶς τῷ ̔Ρωμύλῳ ἐγένετο ινα κἀκεῖνοι γυναῖκας ἑαυτοῖς συνοικίσωσι. σύγκλυδες γὰρ καὶ ἐξ ἀπόρων οντες καὶ ἀφανῶν, ὑπερωρῶντο πρὸς κῆδος παρὰ τῶν γειτνιώντων ἐθνῶν. βουλεύεται τοίνυν ἐξ ἁρπαγῆς λαβεῖν γυναῖκας τοὺς πολίτας αὐτοῦ, καὶ κηρύσσει θυσίαν καὶ ἀγῶνα καὶ θέαν μέλλειν τελεῖν πανηγυρικήν, ὡς βωμοῦ εὑρημένου θεοῦ καινοῦ. καὶ πολλοὶ συνῆλθον. αὐτὸς δὲ προυκάθητο μετὰ τῶν ἀρίστων, ἁλουργίδι κεκοσμημένος· δέδωκε δὲ τῷ δήμῳ τῆς ἐπιχειρήσεως σύμβολον τὴν τῆς ἁλουργίδος διάπτυξιν καὶ αυθις ταύτης περιβολήν. ου γενομένου σπασάμενοι τὰ ξίφη μετὰ βοῆς ωρμησαν καὶ ηρπαζον τὰς θυγατέρας τῶν Σαβίνων παρθένους, οὐ μέντοι γυναῖκάς τινων. Τολμηθείσης δὲ τῆς ἁρπαγῆς οἱ Σαβῖνοι, πολλοὶ καὶ πολεμικοὶ οντες καὶ κώμας ἀτειχίστους οἰκοῦντες διὰ τὸ μέγα φρονεῖν ὡς Λακεδαιμονίων αποικοι, πρεσβείαν πρὸς τὸν ̔Ρωμύλον πεποίηνται, λῦσαι τὸ τῆς βίας εργον ζητοῦντες, πειθοῖ δὲ καὶ νόμῳ πράττειν τοῖς γένεσι φιλίαν καὶ οἰκειότητα. τοῦ δὲ ̔Ρωμύλου τὰς μὲν κόρας μὴ προϊεμένου, ἀξιοῦντος δὲ τὴν κοινωνίαν δέχεσθαι τοὺς Σαβίνους, οἱ μὲν αλλοι βουλευόμενοι διέτριβον, Ακρων δὲ ὁ βασιλεὺς τῶν Καινηνιτῶν, θυμοειδὴς ἀνὴρ καὶ πολεμικώτατος, προεξανέστη καὶ μετὰ πολλῆς ἐχώρει δυνάμεως ἐπὶ 2.93 τὸν ̔Ρωμύλον. ὁμοῦ δὲ γεγονότες ἀλλήλους προυκαλοῦντο μάχεσθαι, ἀτρεμούντων τῶν στρατευμάτων. τῆς γοῦν μονομαχίας ἀμφοῖν γενομένης καταβάλλει μὲν ὁ ̔Ρωμύλος τὸν Ακρωνα, τρέπεται δὲ καὶ τὸ ἐκείνου στράτευμα μάχης συγκροτηθείσης· καὶ τὴν πόλιν αἱρεῖ, οὐ μέντοι τοὺς ἐν αὐτῇ κακόν τι διέθετο, ἀλλ' η μόνον ἐκέλευσε τὰς οἰκίας καθελόντας ἀκολουθεῖν εἰς ̔Ρώμην αὐτῷ, ὡς πολίτας ἐσομένους καὶ τῶν ισων ἀξιωθησομένους. Ειτα καὶ αλλοι τῶν Σαβίνων τοῖς ̔Ρωμαίοις ἐμαχέσαντο καὶ ἡττήθησαν. ἐπὶ τούτοις οἱ λοιποὶ τῶν Σαβίνων στρατηγὸν τὸν Τάτιον ἀποδείξαντες ἐπὶ τὴν ̔Ρώμην ἐστράτευσαν καὶ τὸ Καπιτώλιον ειλον προδεδομένον ὑπὸ Ταρπηίας τῆς θυγατρὸς τοῦ φρουράρχου. ἐκείνη γὰρ ἐφ' υδωρ κατελθοῦσα συνελήφθη καὶ ηχθη πρὸς Τάτιον, καὶ ἀνεπείσθη προδοῦναι τὸ ερυμα, τῶν χρυσῶν βραχιονιστήρων ἐρασθεῖσα,