1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

231

ἰσότιμον; παραιτῇ συμπαθεῖν περὶ τὴν ὁμογενῆ φύσιν; Καὶ ὅτε μὲν ἄλογον ζῶον χωλεύοι, ἐπιμελῇ διὰ χρείαν, ὅτε δὲ τὸ λογικὸν ζῶον ὁ σὸς οἰκέτης ἀῤῥωστεῖ, περιορᾷς, καὶ οὐ προνοεῖς ὅτι λογικόν ἐστι.

ΤΙΤΛ. Γʹ. -Περὶ τοῦ νήφειν, καὶ φροντίζειν ἡμᾶς τῆς ἰδίας σωτηρίας.

«Μὴ δοὺς ὕπνον τοῖς σοῖς ὄμμασι, μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις, ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος.» «Ὡς οἱ ἰχθύες οἱ θηρευόμενοι ἐν ἀμφιβλήστρῳ, καὶ ὡς ὄρνεα θηρευόμενα παγίδι, ὡσαύτως παγιδεύονται υἱοὶ τῶν ἀνθρώπων ἐν καιρῷ πονηρῷ, ὅταν ἐπιπέσῃ ἐπ' αὐτοὺς ἄφνω.» «Συντήρησον καιρὸν, καὶ πρόσεχε σφοδρῶς ὅτι μετὰ τῆς πτώσεώς σου περιπατεῖς. Πρόσεχε μὴ ἀποπλανηθῇς τῇ διανοίᾳ σου. Γρηγόρησον πάσῃ ζωῇ σου. Ἀγάπα Κύριον, καὶ ἐπικαλοῦ αὐτὸν εἰς σωτηρίαν σου.» «Πρόσεχε σεαυτῷ, μὴ ἐμπέσῃς.» «Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.» «Ἐγὼ τοίνυν οὕτως τρέχω, ὡς οὐκ ἀδήλως οὕτως πυκτεύω, ὡς οὐκ ἀέρα δέρων· ἀλλ' ὑποπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μήπω ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.» «Νήψατε, γρηγορήσατε· ὅτι ὁ ἀντίδικος ὑμῶν διάβολος. ὡς λέων ὠρυόμενος, περιπατεῖ ζητῶν τίνα καταπίῃ· ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει.» «Σὺ δὲ νῆφε, ἐν πᾶσι κακοπάθησον· ἔργον ποίη 96.192 σον εὐαγγελιστοῦ· τὴν διακονίαν σου πληροφόρησον.» Τῶν κρυπτῶν παγίδων διὰ παντὸς ὑπεράνω βάδιζε, μὴ νυστάζοντι πικρὸν σπόρον συμμίξῃ ζιζανίων ὁ σπορεὺς τῶν κακῶν καὶ φθονερὸς ἐχθρός. Μὴ κλαπῇς περισκόπει. Ἀεὶ δίωκε λαθραίοις παλαίσμασιν, Μήπως δεηθῇς ἐπ' ἐσχάτων καθαρσίων.

ΤΙΤΛ. ∆ʹ. -Περὶ νεογάμων.

«Ἐὰν λάβῃ τις γυναῖκα προσφάτως, οὐκ ἐξελεύσεται εἰς τὸν πόλεμον, καὶ

οὐκ ἐπιβληθήσεται οὐδὲν πρᾶγμα ἐπ' αὐτῷ. Ἀθῶος ἔσται· ἐν τῇ οἰκίᾳ αὐτοῦ καθίσει ἐνιαυτὸν ἕνα, καὶ εὐφρανεῖ τὴν γυναῖκα αὐτοῦ, ἣν ἔλαβεν.» «Ὁ κτώμενος γυναῖκα, ἐνάρχεται κτήσεως.» Ὦ τέκνον ἐμὸν, τοῦτό σοι προπεμπτήριον παρέχω. Ἐντρέπου πρῶτον τὸν Θεὸν, μετὰ ταῦτα δὲ τὸν ἄνδρα, τὸν ὀφθαλμὸν τοῦ βίου, καὶ τῆς σῆς κύριον βουλῆς καὶ γνώμης· τοῦτον μόνον ἀγάπα καὶ πόθησον, καὶ τούτῳ μόνῳ ψυχὴν εὔφραινε, ἐάν σε πόθοις τελειοτέροις ἀγαπήσῃ. Μὴ ἔχε θάρσος τοσοῦτον, ὅσον καὶ ὁ πόθος τοῦ ἀνδρὸς παρέχει σοι, ἀλλ' ὅσον ὑπάρχει πρέπον. Ἐπειδὴ κόρος ἐστὶν ἁπάντων. Πάντων μὲν κόρος ἐστὶν ἀληθῶς, ἀγάπη δὲ ἀκόρεστος· μηδέποτε γυνὴ ὑπάρχουσα, εἰς ἀνδρὸς παῤῥησίαν σπούδαζε. Μὴ τὸ γένος σου προσενέγκῃς, μὴ τοῖς χρήμασι τὴν ὀφρὺν ἀνασπάσῃς, μὴ τῇ σοφίᾳ. Σοφία γὰρ τοῖς τοῦ γάμου νόμοις ὑποχωρεῖν καὶ πείθεσθαι. Ὑποχώρει μὲν τῷ ἀνδρὶ ὀργιζομένῳ· κάμνοντι βοήθει λόγοις ἁπαλοῖς καὶ συμβουλαῖς χρησταῖς. Οὐ θηροτρόφος τοῦ λέοντος τὴν ὀργὴν κατέπαυσεν ἰσχύϊ, πνεύμασι βρυχητικοῖς ἀντοργιζόμενος, ἀλλ' ὑποτάσσει ταῖς χερσὶ παρατρίβων καὶ κολακευτικοῖς ῥήμασιν. Μηδὲ ζημίαν τινὰ ὀνειδίσῃς τῷ ἀνδρὶ, καίπερ πάνυ ὀργιζομένη, μήτε δὲ ἐπαινέσῃς τὸν οὐκ ὄντα φίλον τῷ ἀνδρὶ τῷ σῷ, ἐν παραβολαῖς λόγων ὀνειδίζουσα δολίως. Κοινὰς δεῖ τὰς εὐφροσύνας καὶ τὰς λύπας ποιήσασθαι, κοινὰς δὲ πάλιν τὰς φροντίδας· ἐπειδὴ τοῦτο τὸν οἶκον αὐξάνει. Λυπουμένῳ μὲν ὀλίγον τι συλλυποῦ. Τῷ γὰρ ἀνδρὶ λυπουμένῳ λιμὴν εὔδιος ἡ γυνή. Ἡ δὲ κερκὶς ἐν φροντίδι σοι ἔστω, καὶ τὰ ἔρια, καὶ φροντὶς ἐν τοῖς θείοις λόγοις. Μὴ σπουδάσῃς ἐκ τῶν θυρῶν ἐξενεγκεῖν σου τὸν πόδα, μηδὲ ἐπὶ τέρψιν τινὰ πολιτικήν· αὕτη γὰρ τὴν ἐλευθερίαν ἀφαιρεῖ. Μηδὲ γυναιξὶ συμμίγου, ὅσαι ὑπερήφανον ἔχουσι τράχηλον, καὶ δημόσιον πρόσωπον, μηδὲ ἀνθρώποις, ὅσοις ὁ ἀνὴρ ἀπαρέσκεται.