15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
καὶ «ἀποστάτης». καὶ εἰ μὲν ἁπλῶς δράκοντα τὸ θηρίον νοήσομεν, ὡς ἀκούομεν, οὐδέν τι τῶν λεγομένων ἀλληγορήσομεν, ἀλλὰ καὶ τὴν θάλασσαν καὶ τὰ πλοῖα καὶ τὰ ἑρπετὰ νοήσομεν, ὡς ἀκούομεν. ἔστι δὲ καὶ δράκων τὸ μέγα τῆς θαλάττης κῆτος, ὑπέρογκον ὂν τῷ σώ ματι καὶ μεγάλα δυνάμενον, οὐδεμίαν δὲ τῶν καθ' ἡμᾶς θαλασσῶν παρα πλέον, ἀλλὰ πόρρω τῆς ἡμετέρας οἰκήσεως καὶ τῶν ὀνομαζομένων κόλπων λαχὸν τὴν διοίκησιν, καὶ μηδένα μὲν λωβώμενον, «ἑαυτὸ» δὲ «ἐμπαῖζον», τουτέστι καθ' ἑαυτοῦ τῇ δυνάμει χρώμενον. τοῦτο δὲ ἑρμηνεύσεις οὕτως, δασύνων τὴν ἀντωνυμίαν. εἰ δὲ ἀπὸ τοῦ ἀρσενικοῦ κατέληξεν εἰς τὸ οὐδέτερον ἡ γραφή, μὴ θαυμάσῃς· Ἑλληνικὸν γὰρ τοῦτο τὸ ἔθος καὶ μά λιστα φιλόσοφον, ἐπὶ τὸ γένος ἀνατρέχον ἀπὸ τῶν εἰδῶν ἢ τῶν ἀτόμων. εἰ γὰρ ψιλὸν θείης τὸ πνεῦμα, ἑρμηνεύσεις ὡς ὁ δράκων οὗτος, τὸ ἄπλετον τῆς θαλάσσης φορτίον, τὸ μέγιστον μέρος τοῦ κοσμικοῦ κτίσματος, ὥσπερ ἐμπαίζειν τὸν κόσμον δοκεῖ, ἐπεὶ μήτε πνευμάτων μετακινεῖται σφοδρότησι μήτε ἀστραπῶν ἐκπυρηνισμοῖς βάλλεται μήθ' ὅλως τὴν τῆς θαλάσσης δέδοικε ταραχήν· «ἐμπαίζειν αὐτό», τουτέστι παίγνιον ἡγεῖται τὴν θάλασσαν.
102 Ἐξήγησις γλαφυρὰ εἰς τὸν τῷ μεγάλῳ πατρὶ Γρηγορίῳ τῷ θεολόγῳ σχεδιασθέντα λόγον τῇ μεγάλῃ καὶ λαμπρᾷ ἡμέρᾳ τῆς τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν ἀναστάσεως.
Πολλοὶ τῶν καταστησαμένων τὰς θεολογικὰς τέχνας (οὐ γὰρ θεολόγος μόνον ὁ μέγας οὗτος Γρηγόριος, ἀλλὰ καὶ ῥήτωρ εἰ καί τις ἄλλος ἀκρι βέστατός τε καὶ δοκιμώτατος) τὸν «Εἰς τὴν βραδυτῆτα» λόγον καὶ «Εἰς τὸ σεβάσμιον πάσχα» ἐπέγραψαν, ἐξ αὐτοῦ τοῦ προοιμίου εἰς τὴν τοιαύτην ἐνεχθέντες ἐπιγραφήν· «ἀναστάσεως» γάρ φησιν «ἡμέρα» καὶ «εἴ τί μοι μέμφοισθε τῆς βραδυτῆτος». διὰ μὲν γὰρ ἐκεῖνο «Εἰς τὸ πάσχα» ἐπέγραψαν, διὰ δὲ τοῦτο τὴν ἑτέραν προσθήκην τῆς ἐπιγραφῆς πεποιήκασι, καὶ δύο τὰς ὑποθέσεις τῷ τοιούτῳ λόγῳ ἐπέθεντο. εἶτα μερίζουσιν ἐφ' ἑκατέρας τὸν ἅγιον, καὶ τὰς μὲν τῶν ἐννοιῶν ἀποκληροῦσι τῇ ἀναστάσει, τὰς δὲ ἀποδιδόασι τῇ βραδυτῆτι, καὶ τὴν μὲν τῆς πανηγυρικῆς ἰδέας ἐχομένην τίθενται, τὴν δὲ τῆς δικανικῆς, ἀντιστατικῶς τὰς λύσεις ἐφερμηνεύοντες, ὡς παρὰ μέρος ἐν τῷ αὐτῷ λόγῳ τὸν μέγαν τοῦτον ἄνδρα πανηγυρίζειν τε καὶ δικάζεσθαι. αἷς ἐξηγήσεσιν ἐγὼ ἐντυχών, τὸ μέν τί μοι τῶν λεγο μένων ἤρεσε, τῷ δ' οὐκ ἐθέμην, ἑτέραν δὲ αὐτὸς ἐτραπόμην τήν, ὡς οἶμαι, βελτίονα. μία γὰρ ἐνταῦθα ἡ ὑπόθεσις τῷ λόγῳ πέφυκεν ἡ «εἰς τὴν βρα δυτῆτα», περὶ ἧς δι' ὅλου τοῦ λόγου ἐπαγωνίζεται. μεγαλοφυὴς δὲ καὶ τῷ ὄντι οὐρανογνώμων ὁ μέγας οὗτος ὑπάρχων πατὴρ μυστηρικῶς καὶ κεκρυμμένως καὶ τὸ ὅλον τελεστικῶς καὶ ἐμφαντικῶς τὴν ἀπολογίαν προΐσταται, εἰ καὶ ὁ Σικελιώτης διδάσκαλος ὑφαιρεῖται τοῦτον τὴν ἔμ φασιν. Ἐπεὶ γὰρ συμβὰν οὕτω ἐν τῇ τῆς ἀναστάσεως ἡμέρᾳ τὴν ὑπὲρ τῆς βραδυτῆτος ἀπολογίαν ἐνεστήσατο, ἑορταστικῶς τε καὶ οἷον πλαγίως πρὸς τοὺς δόξαντας κατηγορεῖν ἀπολελόγηται. ὧν δὴ ὥσπερ ἀπογνόντων τοῦ μεγάλου πατρὸς καὶ διὰ τὴν ἐποχὴν τῆς γλώττης ὡς νεκροῦ τούτου καταψηφιζομένων, «ἀναστάσεως» φησίν «ἡμέρα». ἰδοὺ γάρ, φησίν, ὁ μετὰ τῶν καταβάντων εἰς ᾅδου λελογισμένος ὑμῖν ἐζώωμαι τὴν τήμερον καὶ ἀνέστηκα. «καὶ ἡ ἀρχὴ δεξιά»· ἀρχὴ δὲ οὐχ ἡ τοῦ προοιμίου, ἀλλ' ἡ τοῦ περὶ τῆς βραδυτῆτος ἀπολόγου· δεξιὸν γὰρ τῷ ὄντι τὸ ἀναστάντα τινὰ καὶ οἷον ἐπὶ σταθηροῦ καὶ βεβηκότος φρονήματος πρὸς τοὺς κατηγοροῦν τας ἀπολογεῖσθαι. «καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει»· οὐ γὰρ δεῖ τὸ ἐντεῦθεν κατηφιᾶν ὥσπερ πρὸ τοῦ, ὅτι