231
ἡμέραι μου· καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν." Ἐντεῦθεν κατὰ τὸ οἰκεῖον ἰδίωμα τὰς ἐσομένας ὡς γεγενημένας συμφορὰς διηγεῖται, καί φησι καπνῷ παραπλησίως τὸν τῆς ζωῆς ἀναλωθῆναι χρόνον, καὶ ἐξ ἀθυμίας δαλὸν ξηρὸν γεγενῆσθαι τὸ σῶμα, ὡς ὑπό τινος καταφλεχθὲν πυρὸς προσβολῆς. Οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευσεν, Καὶ τὰ ὀστᾶ μου ὡς καῦσις ἐψαθυρώθη. εʹ. "Ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρ δία μου." Ἀλλὰ γὰρ καὶ χόρτῳ παραπλησίως ἀπ έσβην· καὶ τὸ πρότερον ἄνθος ἀπώλεσα. 80.1677 "Ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου. [ʹ] Ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου." Πάσης μὲν γὰρ τρο φῆς ἀπεβαλόμην ὄρεξιν· τῆς δὲ προτέρας εὐπαθείας παντελῶς ἐγυμνώθην. Τῇ γὰρ ἐξ ἀθυμίας τηκεδόνι κατηναλώθην τὸ σῶμα. Γυμνοῖς δὲ τοῖς ὀστοῖς ἐπίκειμαι τὸ δέρμα. [Ἄρτος οὖν ἡμῶν τῆς ψυ χῆς ὁ τοῦ Θεοῦ λόγος· ὥσπερ γὰρ ὁ ἄποιος ἄρτος τὸ σῶμα τρέφει, οὕτως ὁ ἐξ οὐρανοῦ λόγος τὴν οὐσίαν τῆς ψυχῆς. Καὶ τοῦτον ὁ Χριστὸς τὴν προσευχὴν παραδιδοὺς ἔλεγε τοῖς ἀποστόλοις, "Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον." Ὃς ἂν τοίνυν τοῦτον φαγεῖν ἐπιλάθηται, τουτέστιν ἐργάσασθαι· τοῦ γὰρ νοητοῦ ἄρτου βρῶσιν ἐργασία καθέστηκεν· δηλοῖ δὲ οὗ εἶπεν τοῖς ἀποστόλοις ὁ Κύριος, "Ἐργά ζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον·" τούτου ἡ καρδία δί κην χόρτου πληγεῖσα ξηραίνεται. Πῶς δὲ ὁ χόρτος πλήττεται καὶ ξηραίνεται; ὅταν ὑετὸς ἐπ' αὐτὸν ἐπ ανήσῃ. Ὥσπερ καὶ ἡ καρδία, ὅταν ἐνδείᾳ νοσήσῃ τοῦ λόγου, τότε πλήττεται καὶ ξηραίνεται, ἄνθος ἀρετῆς βλαστῆσαι οὐκ ἰσχύουσα.] ζʹ, ηʹ. "Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ. Ἠγρύπνησα, καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματι." Πολλαῖς κέχρηται παραβολαῖς, ἀξίως βουλόμενος παραστῆσαι τὰς συμφοράς· δι' ἑκάστου δὲ τῶν εἰρημένων ὀρνίθων τὴν δειλίαν δηλοῖ, καὶ τοῦ κηδε μόνος τὴν ἐρημίαν. Τό τε γὰρ στρουθίον ὑπ' ἀγωνίας ἐξελαύνει τὸν ὕπνον, καὶ ὁ νυκτικόραξ τὰς οἰκουμένας φεύγων τῶν οἰκιῶν, ταῖς ἐρήμοις καὶ καταλελειμμέναις προστρέχει. Τὰ γὰρ οἰκόπεδα, ἐρείπια ὁ Σύμμαχος εἴρηκεν· οὕτω καὶ τὸ ἄλλο ὄρνεον ταῖς ἐρήμοις ἐνδιαιτᾶται. θʹ. "Ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου, καὶ οἱ ἐπαινοῦντές με κατ' ἐμοῦ ὤμνυον." Καταγέλαστος ἐγενόμην τοῖς δυσμενέσι· καὶ ὁ ποτὲ ζηλωτὸς, καὶ περίβλεπτος, νῦν ὅρκος γέγονα τοῖς πάλαι θαυμάζουσι· κατὰ γὰρ τῶν ἐμῶν ὀμνύουσι συμφορῶν· Μὴ πάθοιμι ἃ οἱ δεῖνες πεπόνθασιν. ιʹ, ιαʹ. "Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων. Ἀπὸ προσ ώπου τῆς ὀργῆς σου, καὶ τοῦ θυμοῦ σου." Ταῦτα καὶ ὁ οʹ καὶ θʹ ἔφη ψαλμός. "Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων, καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ." Τὴν δὲ τῆς ὀδύνης ὑπερβολὴν διὰ τούτων δηλοῖ. Εἰ γὰρ ὁ τῆς τροφῆς καιρὸς ὀδύνης ὑπῆρχε μεστὸς, σχολῇ γε ἂν ἄλλος καιρὸς ταύτης ἐλεύθερος ἦν. Τούτοις δέ φησι περικλύζομαι τοῖς κακοῖς, ἐπειδὴ, ∆έσποτα, κατ' ἐμοῦ κεκίνηκας τὴν ὀργήν. "Ὅτι ἐπάρας κατέῤῥαξάς με." Ὑψηλὸν γάρ με δείξας, καὶ 80.1680 περίβλεπτον ἀποφήνας, ἐξαίφνης ἀπέῤῥιψας. Τὸ γὰρ κατέῤῥαξας ἐκ μεταφορᾶς τέθεικε τῶν ἐπαιρόντων εἰς ὕψος τι, καὶ κατὰ τοῦ ἐδάφους καταῤῥηγνύν των. ιβʹ. "Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν· κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην." Παρ' αὐτάς εἰμι, φησὶ, τὰς τοῦ βίου δυσμάς· καὶ ἔοικα σκιᾷ κλινάσῃ, καὶ ληγούσῃ λοιπόν· καὶ χόρτου δὲ μεμίμημαι τὴν ξηρότητα, τῶν θεριζόντων προσκαλουμένου τὰς χεῖρας. ιγʹ. "Σὺ δὲ, Κύριε, εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν." Ἀλλ' ἐγὼ μὲν καὶ τὴν φύσιν τοιαύτην ἔχω, καὶ συμφοραῖς συνεζύγην τοσαύταις· σὺ δὲ, ἀΐδιος ὢν καὶ αἰώνιος, μεταβολήν τινα τῶν παρόντων κακῶν ῥᾳδίως ἄν μοι χαρίσαιο. Τοῦτο γὰρ ἐπιφέρει· ιδʹ. "Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιών· ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει καιρός." ∆ὸς, φησὶ, μεταβολὴν ἀμείνω τῇ συμφορᾷ· ὁ γὰρ καιρὸς τὸν ἔλεον ἀπαιτεῖ. Αἰνίττεται δὲ διὰ τούτων τῆς τοῖς ἑβδομήκοντα ἔτεσιν περιωρισμένης τιμω ρίας τὸ τέλος. Οὕτω καὶ ὁ θαυμάσιος ∆ανιὴλ, ἀρι θμήσας τῆς