231
"4οὒ"5 οὐ ψεύδομαι, οὐχ ὅτι οὐκ ἔχω τὴν κόρην λογιζόμενος, ἀλλ' ὅτι οὐ ποιήσει τοῦτο ἐγγύς μου τὸ πονηρὸν κατὰ τὸ σιωπώμενον λέξας. καὶ πάλιν ἄλλο· παρέθετό μοί τις ξίφος πρὸς τὸ ἀναιρεῖν ἑαυτόν, εἶτα ἐλθὼν ἐπιζητεῖ τοῦτο παρ' ἐμοῦ. ἐὰν οὖν εἴπω ὅτι "4οὐκ οἶδα οὐδὲ ἔλαβον"5 οὐ ψευδοεπῶ. "4οὐκ οἶδα"5 γάρ, λέγω, "4οὐδὲ ἔλαβον πρὸς τὸ ἐπιδοῦναί μέ σοι τὸ ξίφος εἰς θάνατον"5· ἐπεί, ἐὰν εἴπω "4ναί"5, ἐφθάρη ἡ κόρη καὶ ἔσφαξεν ἑαυτὸν ὁ δοὺς τὸ ξίφος· καὶ ἔστι τοῦτο κακόν. τὸ δὲ κακὸν οὐκ ἐξ ἀγαθοῦ, ἀλλ' ἐκ ψεύδους· πατὴρ γὰρ τοῦ ψεύδους ὁ τῆς κακίας εὑρετής. τὸ δὲ μὴ φθαρῆναι τὴν κόρην καὶ μὴ ἀναιρεῖν ἑαυτὸν τὸν ξιφοδότην ἀγαθόν, τὸ δὲ ἀγαθὸν ἡ ἀλήθεια· ὁ θεὸς γὰρ ἀγαθὸς ὁμοῦ καὶ ἀλήθεια. εὑρέθη οὖν τὸ δοκοῦν ψεῦδος ἀλήθεια ὁμολογουμένη εἶναι· καὶ ἔθηκα τὴν ψυχὴν ἐν τῷ δῆθεν δοκοῦντι ψεύσματι ὑπὲρ τοῦ φίλου καὶ ἔρρωται ἀμφοτέρωθεν ἡ ἐντολή, οὐκ ἐν ψεύσματι, ἀλλ' ἐν ἀληθείᾳ τελειωθεῖσα. οὐ μέντοι γε εἵνεκα ἑαυτοῦ, ἵνα μὴ ἀποθάνω, τοῦτο ποιεῖν χρὴ (ψεῦδος γὰρ ὧδε) οὔτε μὴν ὁμόσαι τὸ καθόλου οὔτε περὶ ἑαυτοῦ οὔτε περὶ ἄλλου σωτηρίας· προφανὴς γὰρ ἡ παράβασις. Οὕτω τὸ ἐμοὶ φαινόμενον ἔχει. ἐπεὶ καὶ ἡ Σάρρα εἶπεν τῷ Ἀβιμέλεχ ὅτι ἀδελφή εἰμι τοῦ Ἀβραάμ· καὶ ὁ προφήτης Ἱερεμίας τοῖς ἐρωτῶσιν αὐτὸν ἄρχουσι, τί σοι εἶπεν ὁ βασιλεύς; ἄλλο ἀντ' ἄλλου ἀπεκρίθη, καθότι ὑπέθετο αὐτῷ ὁ βασιλεύς, δέει θανάτου καὶ τότε τοῦ οἰκείου. καὶ εἰς τὰ ἀποφθέγματα τῶν πατέρων ἐμφέρεται τὸ τοιοῦτον. εἰ δέ τι αὐτὸς παρὰ σεαυτοῦ ἢ παρ' ἑτέρου εὕροις, φανερῶσαι ἡμῖν μὴ παραιτήσῃ πρὸς ἐπίγνωσιν ἀληθείας καὶ φωτισμὸν νοὸς ἡμῶν ἀμυδροῦ. Τὸν συγκακοπαθοῦντά σοι προσαγορεύω. ὁ σὺν ἐμοὶ προαγορεύει σε. 384 {1Ναυκρατίῳ τέκνῳ}1 Εἴωθας ἀεὶ μακρὸν ποιεῖσθαι τὸ τῆς ἐπιστολῆς προοίμιον, πολλὰ ἡμῖν τοῖς ἀναξίοις συμφέρων τὰ ἐγκώμια, οὐκ ὄντα ἀληθῆ, φιλικῆς δὲ διαθέσεως ἐνδείγματα. ἐγὼ δὲ ἐν βραχέσι· τί τοῦτο; ἵνα ὑγιαίνοις ἐν Κυρίῳ, ἀδελφέ μου, θερμότερος ἀεὶ γινόμενος τῇ ἀγάπῃ Χριστοῦ ὑποφέρειν τὰ ὑπὲρ αὐτοῦ, ἀλλ' οὔ τί που ὑπολήγειν ἐκ ῥαθυμίας. καὶ εἴη σοι ἔτι ἔξαψις, ὡς ἂν ἐπᾴδειν σε μετὰ τοῦ ∆αυὶδ τοῦ ἁγίου, ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ ὁ θεός. τοῦτο δὲ ἐνεργῶς ᾄδοιεν ἄν τις κεκαθαρμένην ἔχων τὴν καρδίαν ἢ καθαιρομένην· οὗ γὰρ κάθαρσις, ὥς φησιν ὁ Θεολόγος, ἔλλαμψις. ὡς μακαρία ἡ ψυχὴ αὕτη, ὑφ' ἧς τὸ πάντα παθεῖν διὰ Χριστὸν ἐπιπόθητον λίαν καὶ τὸ βδέλυγμα ἡγεῖσθαι ἅπαν σαρκὸς ἔργον. εὖξαι, ἀδελφέ, ὀσφρανθῆναί με τῆς εὐωδίας ταύτης, τὸν ὀδωδότα τοῖς πάθεσιν. Οὗτος ὁ πρῶτος λόγος. ὁ δεύτερος περὶ τοῦ Ἀνατολίου· ὡς λυπηρόν μοι τὸ πτῶμα αὐτοῦ. πλὴν ἀπεδεξάμην σου τὴν ἰατρείαν· ἔτι οὖν ἐπιμελήθητι αὐτοῦ φιλαδέλφῳ διαθέσει. ὁ τρίτος περὶ ὧν προέτεινας κεφαλαίων. Ἐὰν ὀρθόδοξος διαβληθεὶς ὡς μὴ κοινωνῶν ποιήσῃ σταυρὸν ὅτι "4κοινωνῶ"5, μηδὲν ἕτερον πολυπραγμονηθεὶς ὑπὸ τῶν αἱρετικῶν, αὐτοῦ δὲ ἔχοντος κρύβδην τῷ λογισμῷ ὅτιπερ "4ἐξ ὀρθοδόξου κοινωνῶν εἰμι"5, οὐκ οἰκονομία τὸ τοιοῦτον, ἀλλὰ προδοσία τῆς ἀληθείας. τὸ ἐπιτίμιον ἡμισευμένον πρὸς τὸν ὁλοτρόπως τῇ αἱρέσει κοινωνήσαντα. πόσον δὲ τὸ τοιοῦτον ἤδη προερωτηθεὶς καὶ ἀποκριθεὶς περιττόν ἐστι δὶς τὰ αὐτὰ ἐπανακυκλεῖν. Ἐάν τις πρὸς πληροφορίαν τῶν ἀσεβῶν ἐπ' ὄψεσιν αὐτῶν ἐνέγκοι κρυπταζόμενον πρεσβύτερον κατὰ τὸ τῆς ὀρθοδοξίας δόγμα καὶ μηδὲ ἀναφέροντα αἱρετικὸν καὶ πρὸς αὐτοῦ μεθέξοι τῶν ἁγιασμάτων, καὶ οὗτος ὡς προδότης ἀληθείας τὸ ἐπιτίμιον ἐχέτω, ἐνιαυτὸν ἀποχὴν τῶν ἁγιασμάτων. Ἐάν τις ὀμόσῃ μὴ προσκυνεῖν θείαν εἰκόνα μήτ' αὖ δέξασθαι ὀρθόδοξον μονάζοντα, μετὰ τὴν ὁρκωμοσίαν εἰδὼς τὸ πταῖσμα μετανοῇ καὶ προσκυνῇ κρυπτῶς, βαρὺ τὸ πτῶμα· ἤδη ἔξαρνος ἐγένετο Χριστοῦ, τῆς τε Θεοτόκου καὶ τῶν ἁγίων· τριετῆ χρόνον εἰργέσθω τῶν ἁγιασμάτων σὺν πολλῇ φιλανθρωπίᾳ. Ἐάν τις χρίσειεν δεδοικὼς εἰκόνα Χριστοῦ ἤ τινος τῶν ἁγίων, ἐνιαυτὸν εἰργέσθω τῆς κοινωνίας. Ἐάν τις ἱερεὺς