1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

231

ἡμέρας ζʹ ἐπὶ τοῦ βασιλικοῦ κοιτῶνος δολίως κλαυθμυριζόμενον, ἐπεὶ καὶ φυσικῶς αὐτῷ γυναικώδη προσῆσαν δάκρυα, ἃ τοῖς πολλοῖς τῶν φαύλων καὶ ψευδοχρήστοις προσεῖναι πέφυκεν. ἀλλ' οὐκ ἔλαθε τοὺς 481 πολλούς. τῷ δὲ Αὐγούστῳ μηνὶ ἐξελθὼν κατὰ Ἀράβων συνήντησεν αὐτοῖς εἰς Κρασὸν τῆς Φρυγίας καὶ πολεμήσας ἡττᾶται· καὶ πολλοὺς ἀποβαλὼν μικροῦ δεῖν καὶ αὐτὸς κρατεῖσθαι ἤμελλεν, εἰ μὴ τῶν ἀρχόντων τινὲς ἀνδρειότατοι τοῦτον μόλις τῆς ἀνάγκης περισώσασθαι ἴσχυσαν. γʹ. κʹ. θʹ. καʹ. Τούτῳ τῷ ἔτει στάσεως γενομένης κατὰ τὴν Περσικήν, κατῆλθεν ὁ τῶν Ἀράβων ἀρχηγὸς εἰρηνοποιήσων αὐτούς. Νικηφόρος δὲ ἄδειαν εὑρὼν ἔκτισε τὴν Ἄγκυραν Γαλατίας καὶ τὴν Θήβασαν καὶ τὴν Ἀνδρασόν. ἀπέστειλε δὲ καὶ ἐν Συρίᾳ κοῦρσον, καὶ μηδὲν ἀνύσαντες ὑπέστρεψαν, τοὐναντίον δὲ μᾶλλον καὶ πολλοὺς ἀποβαλόντες. Κωνσταντινουπόλεως ἐπίσκοπος Νικηφόρος ἔτη θʹ. δʹ. καʹ. ιʹ. αʹ. Τούτῳ τῷ ἔτει, μηνὶ Φεβρουαρίῳ ιηʹ, ἰνδικτιῶνος ιδʹ, Ταράσιος, ὁ ἁγιώτατος πατριάρχης Κωνσταντινουπόλεως, ἐνδόξως ἀπεβίω, καὶ ἐξεκομίσθη τὸ λείψανον αὐτοῦ ἐν τῷ Στενῷ τοῦ Πόντου καὶ ἐτάφη ἐν τῷ ὑπ' αὐτοῦ κτισθέντι μοναστηρίῳ τῇ δʹ τῆς αʹ ἑβδομάδος τῶν νηστειῶν. καὶ τῇ ιβʹ τοῦ Ἀπριλλίου μηνός, τῇ μεγάλῃ κυριακῇ τοῦ πάσχα, ἐχειροτονήθη Νικηφόρος, ὁ ἁγιώτατος πατριάρχης, ἀπὸ ἀσηκρητῶν ψήφῳ παντὸς τοῦ λαοῦ καὶ τῶν ἱερέων, πρὸς δὲ καὶ τῶν βασιλέων. Πλάτων δὲ καὶ Θεόδωρος, ἡγούμενοι τῆς μονῆς τῶν Στουδίου, οὐ συνευδόκησαν τῇ χειροτονίᾳ Νικηφόρου, ἀλλὰ καὶ λίαν ἀντετάχθησαν σχίσμα μελετήσαντες, αἰτίαν δῆθεν εὔλογον ἔχοντες τὸ μὴ δεῖν ἀπὸ λαϊκῶν ἀθρόως εἰς ἐπισκοπὴν ἀνατρέχειν. οὓς ὁ βασιλεὺς Νικηφόρος τῆς πόλεως ἀπελάσαι βουληθεὶς ἀνετράπη, συμβουλευόντων τινῶν οὐκ ἐπαινετὴν ἔσεσθαι τὴν τοῦ πατριάρχου χειροτονίαν ἐπὶ τῇ τῶν προειρημένων ἀποχειροτονίᾳ καὶ ἐπὶ καταλύσει τηλικαύτης μονῆς, ψʹ που μοναστῶν ὑπὸ Θεοδώρῳ τεταγμένων. καὶ οὐκ ἦν τὸ πρᾶγμα ξένον τῆς ἐκκλησίας καὶ προσφάτως ἐπινοηθέν, ἀλλὰ καὶ πολλοὶ ἄλλοι ἀπὸ λαϊκῶν ἐπεσκόπησαν ἀξίως τῆς ἀξίας τῷ θεῷ ἱερατεύσαντες. 482 Τῷ δ' αὐτῷ ἔτει ἐπεστράτευσεν Ἀαρών, ὁ τῶν Ἀράβων ἀρχηγός, τὴν Ῥωμανίαν ἐν δυνάμει βαρείᾳ ἀπό τε Μαυροφόρων καὶ Συρίας καὶ Παλαιστίνης καὶ Λιβύης χιλιάδων τʹ. καὶ ἐλθὼν εἰς Τύανα ᾠκοδόμησεν οἶκον τῆς βλασφημίας αὐτοῦ. καὶ πολιορκήσας παρέλαβε τό τε Ἡρακλέως κάστρον ὀχυρώτατον πάνυ ὑπάρχον καὶ τὴν Θήβασαν καὶ τὴν Μαλακοπέαν καὶ τὴν Σιδηρόπαλον καὶ τὴν Ἀνδρασόν. ἀπέστειλε δὲ κοῦρσον χιλιάδας ξʹ, καὶ κατῆλθεν ἕως Ἀγκύρας, καὶ ἱστορήσας ταύτην ὑπέστρεψεν. ὁ δὲ βασιλεὺς Νικηφόρος φόβῳ καὶ ἀμηχανίᾳ συσχεθεὶς ἐξῆλθε καὶ αὐτὸς ἐν ἀπογνώσει, τὰ γενναῖα τῆς ταλαιπωρίας ἐπιδεικνύμενος· καὶ πολλὰ τρόπαια ποιήσας ἀπέστειλε πρὸς Ἀαρὼν τὸν μητροπολίτην Συνάδων καὶ Πέτρον, τὸν ἡγούμενον τοῦ Γουλαίου, καὶ Γρηγόριον, τὸν οἰκονόμον Ἀμάστρης, αἰτῶν εἰρήνην γενέσθαι· καὶ πολλὰ διαλεχθέντων αὐτῶν ἐστοίχησαν τὴν εἰρήνην, ἵνα τὸ κατ' ἔτος τελῆται αὐτοῖς ἀνὰ λʹ χιλιάδων νομίσματα καὶ τρία νομίσματα κεφαλιτιῶν αὐτοῦ τοῦ βασιλέως, καὶ τρία τοῦ υἱοῦ αὐτοῦ. ἃ καὶ δεξάμενος Ἀαρὼν ἥσθη καὶ ἠγαλλιάσατο ὑπὲρ μυρίων ταλάντων ταῦτα δεξάμενος, ὡς ὑποτάξας τὴν Ῥωμαίων βασιλείαν. ἐστοίχησαν δὲ καὶ τὰ παραληφθέντα κάστρα μὴ κτισθῆναι. ὑποστρεψάντων δὲ τῶν Ἀράβων, ἔκτισεν εὐθέως τὰ αὐτὰ κάστρα καὶ κατωχύρωσεν. καὶ τοῦτο μαθὼν Ἀαρών, ἀποστείλας πάλιν ἔλαβε τὴν Θήβασαν, καὶ πέμψας στόλον εἰς Κύπρον τάς τε ἐκκλησίας κατέστρεψε καὶ τοὺς Κυπρίους μετέστησε καὶ πολλὴν ἅλωσιν ποιήσας τὴν εἰρήνην διέστρεψεν. εʹ. κβʹ. ιαʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Νικηφόρος κατὰ Βουλγάρων καὶ καταλαβὼν τὴν Ἀδριανούπολιν, στάσεως μελετωμένης κατ' αὐτοῦ ὑπὸ τῶν βασιλικῶν ἀνθρώπων καὶ τῶν ταγμάτων αἰσθόμενος, ὑπέστρεψεν ἄπρακτος μηδὲν ἀνύσας, ἢ μόνον τοὺς ὁμοφύλους ἀμυνόμενος δαρμοῖς τε καὶ ἐξορίαις καὶ δημεύσεσι πολλοὺς ὑποβαλών.